365
τοῦ μακαρίου ἀδελφοῦ σου καταπράξασθαί σε· φασὶ γὰρ ἀνεῳγέναι σε τὴν θήκην, παραγενομένην ἐκ τῆς ἀλλοδαπῆς, εἶτα περιπλακῆναι τῷ λειψάνῳ καὶ εἰς ἀγκάλας ἑλεῖν, μετενταφιάζουσα οἱονεὶ τὸν νεκρὸν ἄλλοις καινοῖς ὀθονίοις. τίς οὖν οὐκ ἀγάσαιτο τὸ φιλάδελφόν σου; τίς δὲ τηνικαῦτα παρὼν οὐκ ἂν ἐξέχεεν δάκρυα, οὐκ ἂν ὠλοφύρατο θερμῶς, ὅπου γε καὶ ἡμῶν, πορρωτέρω διακειμένων, ἐξ ἀκοῆς μόνον ἥψατο τὸ πάθος καὶ περιωδύνησεν ἡμῶν τὴν καρδίαν σφόδρα; ὢ ἀγγελίας πικρᾶς· ὢ συναντήματος ὀδυρτικοῦ· τί ἦμεν καὶ τί ἐγενόμεθα; ἐξαπίνης ὀρφανοί, ἐρημάδελφοι. τάχα ἐστέναξεν ὁρῶν καὶ ὁ ἥλιος τὸ γιγνόμενον, ἐδάκρυσεν δὲ σελήνη τὰ φθάσαντα, ἐστυγνίασαν δὲ ἀστέρες ὡς λυπούμενοι, ὁτιοῦν εἰπεῖν ἄλλο τῶν στοιχείων, πεπονθὸς τὰ ὅμοια. Τί οὖν, ἐπιμείνωμεν τοῖς λυπηροῖς; συσκοτάσωμεν τῷ νέφει τῆς λύπης καὶ γενώμεθα ὡς οἱ ἀπολελωκότες; οὔμενουν, ἀδελφὴ ἐν Κυρίῳ· οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα οὐδὲ ἀνέλπιστα κατὰ τὰ ἔθνη τὰ ἀμύητα, ἀλλ' ἐν χερσὶ θεοῦ τοῦ τὰ πάντα συνέχοντος, παρ' οὗ καὶ γεγόναμεν καὶ ἡμεῖς καὶ οἱ γεγεννηκότες ἡμᾶς, ἐξ οὗ καὶ τὸ ἀναπνεῖν καὶ ζῆν κεκτήμεθα καὶ τὸ εἰς τόδε προαχθῆναι τοῦ μεγίστου τῶν ἀξιωμάτων παρθενικὸν ἐπάγγελμα. ἐκλαύσαμεν οὖν τὰ εἰκότα ἐπὶ τῷ ἀδελφῷ· νῦν καιρὸς παρακλήσεως, νῦν ἡμέρα εὐχαριστίας. ἀποθώμεθα οὖν τὸ πενθικὸν σχῆμα καὶ ἐνδυσώμεθα τὰ ὅπλα τῆς μεγαλοψυχίας. προυπέμψαμεν ἀδελφὸν ἀγαθὸν τῷ τε εἴδει καὶ τῇ γνώμῃ καὶ τῇ πίστει, ὥσπερ καὶ πρότερον τοὺς ὁμαίμονας καὶ τοὺς γεννήτορας· μικρὸν ὕστερον συνεψόμεθα καὶ ἡμεῖς, καὶ οὐδεὶς ὁ γεννηθεὶς καὶ μὴ ταφείς. παρασκευασώμεθα λοιπὸν καὶ ἡμεῖς πρὸς τὴν ἔξοδον, ἑτοιμάσωμεν τὰ ἐφόδια τῆς μεταστάσεως, τυπώσωμεν τὰς ἀδελφὰς τῷ οἰκείῳ καταστήματι καὶ πενθεῖν εὐκαίρως καὶ εὐχαριστεῖν ἁρμοδίως· δείξωμεν τοῖς ὁρῶσιν ὅτι ὁ θεὸς ἐν ἡμῖν ἐστιν δοξαζόμενος, εὐχαριστούμενος ἐφ' οἷς κελεύει. αὐτὸς ἔδωκεν, αὐτὸς καὶ ἀφείλατο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. Ναί, παρακαλῶ τὴν τιμιότητά σου ἴσα καὶ μητρὶ καὶ γεννησάσῃ, ἤτοι ἀδελφῇ τῇ φιλτοτάτῃ μοι, ἀφήσωμεν φωνὴν αἰνέσεως, ὑπο δείξωμεν πρόσωπον φαιδρότητος, διδάξωμεν ἔργοις ὅτι τὸν σταυρὸν ἐπ' ὤμων φέρομεν καὶ τῇ προαιρέσει ἀπεθάνομεν καὶ εἴκομεν κατὰ πάντα τοῖς θείοις πράγμασιν. ἐὰν οὕτω πράξοις, ὅσον τὸ καλόν, εὐφρανεῖς Χριστόν, τὸν ἀθάνατόν σου νυμφίον· ἐπεί, ἐὰν λυπῇ, λυπεῖς αὐτὸν ὡς τὸ εἰκός, ὡς ἄλλον περισσότερον ἐκείνου φιλοῦσα. ὁρᾷς ποῦ σε ὁ λόγος ἤγαγεν ὡς οὐδὲ ὀρφανὴν οὖσαν οὐδὲ ἀνεπίσκοπον οὐδὲ ἀπροστάτευτον; εἰ γὰρ ὁ θεὸς μεθ' ἡμῶν, τίς καθ' ἡμῶν; εἰ αὐτὸς ὁ περιέπων, τίς ὁ ἀντιπίπτων; οὕτως καὶ τανῦν προήχθην, ἀδελφή, παρακαλέσαι σε· αὐτὴ δὲ εὖ πράττουσα πείθοιο ἀσόφῳ γέροντι, εὖ συμβουλεύοντι καὶ τῷ ὄντι οἰκειοπαθοῦντι ὀφειλομένως ὡς οἰκεῖα τὰ σά. 549 {1Μεθοδίῳ μονάζοντι}1 Ὅσην ἔχει ἐπιποθίαν ἡ τιμιότης σου ἰδεῖν τὴν ταπείνωσιν ἡμῶν, τοσαύτην οἰέσθω καὶ τὴν ἡμετέραν εἶναι πρὸς τὴν κατ' ὀφθαλμοὺς ὁμιλίαν. ἀλλ' ἐπειδὴ γέγραπται, οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ, αὐτῷ ἀναθετέον τὸν πόθον καὶ ἐπιρριπτέον τὴν μέριμναν, καὶ αὐτὸς ποιήσει, ὁπηνίκα καὶ βούληται, θέλημα τῶν φοβουμένων αὐτόν· τὸ δὲ νῦν ἔχον ἀναγκαῖον περὶ τῶν προταθέντων κεφαλαίων ὑπὸ τῶν πνευματικῶν ἡμῶν ἀδελφῶν Ἱλαρίωνός τε καὶ Εὐστρατίου, μεσολαβούσης τῆς σῆς εὐλαβείας, ἀποκριθῆναι τὰ εἰκότα. ὡς ἂν δὲ εὐσύνοπτα γένηται τὰ λεγόμενα, ἑνὸς ἑκάστου προταθέντος κεφαλαίου κατὰ συνέχειαν καὶ ἡ ἀπόκρισις εἶεν. Ἐρώτησις. περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ἐν Ῥώμῃ, ἐν Νεαπόλει καὶ ἐν Λαγγιβαρδίᾳ ἀκηρύκτων καὶ ἀπολελυμένων, εἰ χρὴ τοὺς τοιούτους δέχεσθαι καὶ κοινωνεῖν αὐτοῖς καὶ συνεσθίειν καὶ συνεύχεσθαι. Ἀπόκρισις. ἐν καιρῷ αἱρέσεως οὐ κατὰ τὰ ἐν εἰρήνῃ τυπωθέντα πάντως ἀπαραλείπτως γίνεται διὰ τὴν ἀναγκάζουσαν χρείαν, ὅπερ φαίνεται πεποιηκὼς ὅ τε μακαριώτατος Ἀθανάσιος καὶ ὁ ἁγιώτατος Εὐσέβιος,