366
ἀπόδειξις γὰρ ἂν εἴη τοῦ ἑαυτῷ τὴν πρᾶξιν συνειδέναι τὸ τοῦτον ἀνελεῖν, ἵνα διαφύγῃ τοὺς ἐλέγχους. οἱ μὲν οὖν οὕτως ἀνεχώρουν δείσαντες τὴν ἀπειλὴν, Σκαράνος δὲ ὅμως ἐῤῥύετο τοῦ θανάτου. παραστησάμενος δὲ ὁ βασιλεὺς ἠρώτα εἰ εἴη ἀληθῆ, ὅσα Ἀμζᾶς αὐτοῦ κατηγοροίη. ὁ δὲ συνωμολόγει, πολλαῖς ὑποσχέσεσι καὶ δωρεαῖς ὑπὸ μεγάλου δουκὸς παραπεπεῖσθαι πρὸς τὸ ἀνελεῖν αὐτὸν, καὶ ἐπὶ τούτῳ ἥκειν· ἦν γὰρ γενναῖός τε τὴν ψυχὴν καὶ πολεμικὸς καὶ τὴν ῥώμην τοὺς ἄλλους ὑπερέχων. τὸν μὲν οὖν ἐκέλευεν ὁ βασιλεὺς φυλάττεσθαι, ὡς ἐς τὴν ὑστεραίαν πλείω ποιησόμενος ἐξέτασιν περὶ αὐτοῦ· νυκτὸς δὲ ἐκέλευε τῶν οἰκετῶν τοῖς πιστοτάτοις τοῦ στρατοπέδου ἐξαγαγόντας ἀπολύειν· Ἀμζᾶν δὲ φιλοτίμως ἠμείψατο ὁ βασιλεὺς τῆς μηνύσεως τῆς ἐπιβουλῆς. παρασκευαζομένῳ δὲ αὖθις Βιζύῃ ἐπιστρατεύειν ἐδόκει δεῖν πρότερον πρεσβείαν ποιεῖσθαι πρὸς αὐτοὺς, καὶ παρῄνει ἑκουσίως προσχωρεῖν καὶ μὴ τὴν ἀνάγκην περιμένειν· τότε γὰρ οὐκ αὐτοῖς, τῇ ἀνάγκῃ δὲ τὴν χάριν εἰδήσειν τῆς αὐτῶν καταδουλώσεως. καὶ πρότερον γὰρ ἐπιστρατεύσας, ὅτι σωφρόνως ἀπεκρίναντο, ταχέως ἀπεχώρησε, καιρὸν αὐτοῖς παρέχων τοῦ τὰ δέοντα συμβουλεύσασθαι ὑπὲρ αὐτῶν· καὶ νῦν εἰ προσχωροῖεν ἑκουσίως, οὐδεμίαν ὑποστήσεται κάκωσιν ἡ χώρα. εἰ δ' ἀγνωμονοῖεν ἔτι, τὴν ἐπαγωγὴν αὐτῷ μὴ προσλογίζεσθαι τῶν κακῶν. Βιζύϊοι δὲ ἐπεὶ ἐδέξαντο τὴν 2.490 πρεσβείαν, ἐκκλησίαν συναθροίσαντες ἐβουλεύοντο ὅ,τι δέοι πράττειν. καὶ ἐδόκει πᾶσι ψήφῳ κοινῇ προσχωρεῖν τῷ βασιλεῖ, ἀδίκως τε πολεμουμένῳ καὶ ἀπελαυνομένῳ τῶν Ῥωμαίων τῆς ἀρχῆς καὶ δυναμένῳ βλάπτειν· καὶ Παλαιολόγον Γεώργιον τὸν ἄρχοντα αὐτῶν ἐκέλευον, εἰ μὴ βούλοιτο σὺν αὐτοῖς προσιέναι βασιλεῖ, πᾶσαν ἔχοντα τὴν ἀποσκευὴν εἰς Βυζάντιον ἀποχωρεῖν. κἀκεῖνος αὐτοῖς πολλὴν ὁμολογήσας τῆς εὐγνωμοσύνης χάριν, ἀπεχώρει μὴ βουλόμενος προσιέναι βασιλεῖ, συνείπετο δὲ καὶ ὁ μητροπολίτης δείσας πατριάρχην. Βιζύϊοι δὲ δύο τε τῶν ἀρίστων ἀπολεξάμενοι καὶ τοῦ δήμου καὶ τῆς ἐκκλησίας τοσούτους ἑτέρους, πρὸς βασιλέα πρέσβεις ἔπεμπον καὶ τὴν πόλιν παρεδίδουν· ἔφασαν δὲ καὶ αὐτοὶ πρότερον μὲν ὑπὸ τῶν ἀρχόντων ἐξηπατημένοι, ἀγνωμοσύνην τε αὐτοῦ κατηγορεῖν καὶ ἐπιβουλὴν καὶ προδοσίαν ἐγκαλεῖν τῶν βασιλέως παίδων. ἐπεὶ δὲ τοῦ χρόνου τριβομένου, ἐκεῖνοι συκοφαντοῦντες ἀπεδείκνυντο καὶ τὰ μέγιστα ἠδικηκότες, αὐτὸς δὲ ἀδικούμενος καὶ ἐπιβουλευόμενος καὶ οὐδὲν ἐπιεικὲς ἀκούων, ἔπειτα καὶ τὴν κοινὴν ὁρῶντες πανωλεθρίαν, ἣ ὀλίγου δεῖν Ῥωμαίους ἅπαντας διέφθειρεν, ἀκούοντές τε καὶ αὐτὸν ἀεὶ δεόμενον περὶ εἰρήνης, ἐκείνους δὲ αἱρουμένους τὸν τοσούτων αἴτιον πόλεμον κακῶν, δεινὰ μὲν ἡγεῖσθαι τὰ πραττόμενα καὶ προθυμεῖσθαι, εἴ τις δύναμις ἐνῆν, λύσιν τινὰ ἐξευρίσκειν τῶν κακῶν. ἐπεὶ δ' αὐτοῖς τοῦτο οὐκ ἐν ἐφικτῷ, τοὺς μὲν ἄλλους ἅπαντας τῆς συμφο 2.491 ρᾶς οἰκτείρειν, αὐτοὺς δὲ τὰ λυσιτελῆ βουλευομένους ἑαυτοῖς, ψήφισμα ποιήσασθαι προσχωρεῖν ἑκόντας καὶ τὴν πόλιν παραδιδόναι καὶ μὴ τῆς ἑτέρων ἀνοίας ἀποτίνειν αὐτοὺς δίκας. τοιαῦτα μὲν οἱ Βιζύϊοι ἐπρέσβευον. βασιλεὺς δὲ τῆς εὐβουλίας ἐπαινέσας, τοῖς τε πρέσβεσι δῶρα παρασχὼν, ἦλθε πρὸς τὴν πόλιν, ἑπομένους ἔχων καὶ τοὺς πρέσβεις, καὶ ὁ δῆμος ἅπας μετὰ τῶν ἀρίστων ἐξῆλθεν ὑπαντήσων. ἐπεὶ δὲ ἐγένετο ἐγγὺς πυλῶν, πρῶτα μὲν ἐκέλευεν Ἄνναν τὴν βασιλίδα εὐφημεῖν, καὶ μετ' ἐκείνην βασιλέα τὸν υἱὸν, τρίτους δὲ μετ' ἐκείνους αὐτόν τε καὶ Εἰρήνην βασιλίδα τὴν γυναῖκα, καὶ ἐτελεῖτο ἡ εὐφημία κατὰ τὰ κεκελευσμένα. τὸν ἴσον δὲ τρόπον κἀν ταῖς ἄλλαις πόλεσιν ἐποίει· καὶ κατὰ τὰς ἱερὰς μυσταγωγίας ὁμοίως τὴν τῶν βασιλέων μνήμην ἐκέλευε ποιεῖσθαι. εὐθὺς μὲν οὖν προσεχώρουν καὶ τὰ περὶ Βιζύην πολίχνια ὄντα οὐκ ὀλίγα, καὶ πᾶσιν ὁ βασιλεὺς ἐφίστη ἡγεμόνας καὶ διῴκει, ᾗ αὐτῷ ἐδόκει ἄριστα. Βιζύης δὲ ἄρχοντα κατέστησε τὸν γυναικὸς ἀδελφὸν Ἀσάνην τὸν Μανουήλ. ἦν γάρ τινα καὶ οἰκειότητα πρὸς τὴν πόλιν ἀρχαίαν ἔχων. πρωτοστράτωρ γὰρ ὁ τούτου πενθερὸς ἐκεῖ τὴν οἰκίαν ἔχων ἐξαρχῆς κτήσεις τε πλείστας καὶ μεγάλας