366
αὐτὸς αὐτεπάγγελτος πράττεις, ουτε τι ἁμαρτήσεις καὶ πάντα κατορθώσεις, ηδιστά τε καὶ ἀκινδυνότατα ζήσεις." Οἱ μὲν ουν ταῦτα τῷ Καίσαρι συνεβούλευσαν, ὁ δὲ αμφω μὲν καὶ ἐθαύμασε καὶ ἐπῄνεσεν, ειλετο δὲ τοῦ Μαικήνου τὴν συμβουλήν· καὶ ουτε τὴν μοναρχίαν ἀπέθετο καὶ τὴν τοῦ αὐτοκράτορος προσειλήφει ἐπίκλησιν, οὐ τὴν ἐπὶ νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισί, ταύτην γὰρ πολλάκις ἐπεκλήθη, ἀλλὰ τὴν τὸ κράτος σημαίνουσαν τὸ βασίλειον. τῷ δ' ἑξῆς ετει εκτον ὑπάτευσεν, ̓Αγρίππα οἱ συνάρχοντος, ον ὑπερβαλλόντως ἐτίμα, καὶ τὴν ἀδελφὴν αὐτῷ τὴν ̓Οκταβίαν συνῴκισε. καὶ τῆς γερουσίας πρόκριτος ἐπεκλήθη ὁ Καῖσαρ, ὡς ἐν τῇ ἀκριβεῖ δημοκρατίᾳ 2.437 νενόμιστο, αλλα τε πολλὰ πεποίηκεν εἰς τιμὴν τῆς ̔Ρώμης καὶ τῶν πολιτῶν καὶ χρήματα πολλοῖς τῶν βουλευτῶν ἐχαρίσατο λαμπρῶς πενητεύσασι, τά τε παλαιὰ συμβόλαια τῶν εἰς τὸ κοινὸν ὀφειλόντων κατέκαυσε· καὶ οσα ἐπὶ Λεπίδου καὶ ̓Αντωνίου ἀδίκως ἐγένοντο, δι' ἑνὸς προγράμματος κατέλυσεν απαντα. καὶ ἐπὶ τούτοις ὑμνούμενος, ινα μᾶλλον τιμηθείη, καὶ παρ' ἑκόντων τὴν μοναρχίαν λαβεῖν ἐπεθύμησεν, ὡς μὴ δοκοίη ἀκόντων αρχειν. καὶ τοὺς αὐτῷ μάλιστα ἐπιτηδείους παρασκευάσας εἰς τὴν γερουσίαν εἰσῆλθεν εβδομον ὑπατεύων· καὶ παραιτεῖσθαι λέγων τὴν μοναρχίαν καὶ πάντα ὑπὸ τοῖς ἀρίστοις ποιεῖν, ἐδέετο τούτων δέξασθαι αὐτοῦ τὴν τῆς μοναρχίας ἀπόθεσιν. οἱ δὲ τῆς βουλῆς, οἱ μὲν εἰδότες τὴν γνώμην αὐτοῦ, οἱ δ' ὑποπτεύοντες, οἱ μὲν ἐλέγξαι αὐτὸν οὐκ ἐβούλοντο, οἱ δ' ἐδεδοίκεσαν. οθεν καὶ πιστεύειν αὐτῷ οἱ μὲν ἐπλάττοντο, οἱ δὲ ἠναγκάζοντο· καὶ ἐβίασαν δῆθεν αὐτὸν αὐταρχεῖν. καὶ τὴν μὲν ἡγεμονίαν ουτως παρά τε τῆς γερουσίας καὶ τοῦ δήμου ἐβεβαιώσατο, καὶ τὴν φροντίδα τῶν κοινῶν πᾶσαν ὑπεδέξατο. τῶν δ' ἐθνῶν τὰ μὲν ἀσθενέστερα ὡς εἰρηναῖά τε καὶ ἀπόλεμα ἀπέδωκε τῇ βουλῇ, τὰ δ' ἰσχυρότερα ὡς ἐπικίνδυνα τάχα καὶ σφαλερὰ κατέσχεν αὐτός, δοκήσει μὲν οπως ἡ γερουσία τὰ κάλλιστα τῆς ἀρχῆς καρποῖτο, αὐτῷ δ' οἱ πόνοι ἐπίκεινται, τῇ δ' ἀληθείᾳ ινα ἐκεῖνοι μὲν καὶ αοπλοι καὶ αμαχοι ωσιν, αὐτὸς δὲ καὶ οπλα εχῃ καὶ στρατιώτας τρέφῃ. ινα δὲ μή τι μοναρχικὸν δοκοίη φρονεῖν, ἐς δέκα ετη τὴν ἀρχὴν τῶν ἀπονεμηθέντων αὐτῷ κατεδέξατο. τοσούτῳ γὰρ χρόνῳ αὐτὰ καταστήσειν ὑπέσχετο, λόγῳ ταῦτα ἐπαγγελλόμενος. τῆς γὰρ δεκαετίας περανθείσης ετερα πέντε ετη, ειτ' αυθις πέντε 2.438 καὶ μετὰ τοῦτο δέκα καὶ ετερα πάλιν, πεντάκις αὐτῷ ἐψηφίσθη, ωστε τῇ τῶν δεκαετηρίδων διαδοχῇ διὰ βίου μοναρχῆσαι αὐτόν. κἀντεῦθεν καὶ οἱ μετ' αὐτὸν αὐτοκράτορες, καίτοι διὰ βίου ἀποδεικνύμενοι, ομως διὰ τῶν δέκα ἐτῶν ἀεὶ ἑώρταζον, ὡς αυθις τότε τὴν ἡγεμονίαν ἀνανεούμενοι. Πολλὰ δὲ καὶ τότε εἰς τιμὴν ἐψηφίσθη τῷ Καίσαρι, καὶ Αυγουστος ἐπεκλήθη. ἐφίετο μὲν γὰρ ̔Ρωμύλος ὀνομασθῆναι, αἰσθόμενος δὲ ὑποπτεύεσθαι ἐκ τούτου τῆς βασιλείας ἐπιθυμεῖν, οἱ γὰρ ̔Ρωμαῖοι πράγματι μὲν τὰ τῶν βασιλευομένων ὑπέμενον, τῷ δ' ὀνόματι ηχθοντο, ἀπέσχετο τοῦ ὀνόματος, καὶ Αυγουστος καλεῖσθαι ἠθέλησεν, ὡς καὶ πλεῖόν τι η κατὰ ἀνθρώπους ὑπάρχων. πάντα γὰρ τὰ ἱερώτατα καὶ σεβάσμια αυγουστα προσαγορεύεται. ἐξ ουπερ καὶ σεβαστὸν προσεῖπον αὐτόν, ἀπὸ τοῦ σεβάζεσθαι, ἐξελληνίζοντές πως, ωσπερ τινὰ σεπτόν. ἡ δὲ τῶν αὐτοκρατόρων κατοικία παλάτιον ὠνομάσθη, οτι εν τε τῷ Παλατίῳ λεγομένῳ ορει, ἐν ῳ Φαυστοῦλος ῳκει ὁ τὸν ̔Ρωμύλον θρεψάμενος, ὁ Καῖσαρ ῳκει καὶ ἐκεῖ τὸ στρατήγιον ειχε. καὶ διὰ τοῦτο καν αλλοθί που ὁ αὐτοκράτωρ καταλύῃ, τὴν τοῦ παλατίου κλῆσιν ἡ καταγωγὴ αὐτοῦ εχει. πᾶσα δὲ ἐξουσία, η τε τοῖς ὑπάτοις τὸ παλαιὸν διδομένη καὶ ἡ τοῖς δημάρχοις καὶ ἡ τοῖς τιμηταῖς καὶ τοῖς αλλοις απασι, τοῖς αὐτοκράτορσι δέδοται· καὶ προσέτι καὶ λελύσθαι τῶν νόμων ἐδόθη αὐτοῖς, τοῦτ' εστιν ἐλευθέρους ἀπὸ πάσης τῶν νόμων ἀνάγκης ειναι καὶ μηδενὶ τούτων ἐνέχεσθαι. 2.439 Οτε δὲ Αυγουστος ἐπεκλήθη ὁ Καῖσαρ, σημεῖον οὐ μικρὸν τότε κατὰ τὴν νύκτα ἐκείνην ἐγένετο· ὁ γὰρ Τίβερις πελαγίσας πᾶσαν τὴν πεδιάδα τῆς ̔Ρώμης κατέλαβεν ωστε πλεῖσθαι. καὶ οἱ μάντεις οτι τε ἐπὶ μέγα αὐξήσει καὶ οτι