366
εστι μέρος τοῦ σώματος, καὶ ἀδύνατον τὸ λευκὸν χωρὶς τοῦ σώματος ειναι. sigma.1689 Συμβεβηκὸσ ἐστὶν, ο ουτε γένος, ουτε ειδος, ουτε διαφορὰ, ουτε ιδιον, ἀεὶ δὲ ἐν ὑποκειμένῳ ἐστὶν ὑφιστάμενον. συμβεβηκός ἐστι τό τε χωριστὸν καὶ ἀχώριστον· οιον θερμότης, ψυχρότης, λευκότης, μελανότης, ἡ ἐν ῥινὶ γρυπότης καὶ ἡ ἐν ὀφθαλμῷ γλαυκότης. συμβεβηκός ἐστι τὸ γινόμενον καὶ ἀπογινόμενον· οιον ἡ νηπιότης γίνεται καὶ ἀπογίνεται διὰ τελειότητα· ἡ ὑγεία ὁμοίως μεταβάλλεται καὶ ἡ νόσος, καὶ ἡ θερμότης καὶ ἡ ψυχρότης· καὶ ἁπλῶς τὸ παραλλαγῆναι δυνάμενον συμβεβηκὸς λέγεται. Συμβόλαιον. τὸ γραμματεῖον. ἀφ' ου καὶ συμβολαιογράφος. Σύμβολον. συμβαλλόμενον πρᾶγμα πράγματι, καὶ ἐξομοιούμενον κατά τι, διαφέρον δὲ κατὰ πολλά. Σύμβολον. συγκατάθεσις λογισμοῦ πρὸς τὰ ὑφ' ἑτέρου τεινόμενα, η ἀφ' ἑαυτοῦ ὁμολογούμενα. οθεν καὶ σύμβολον λέγομεν τὸ πιστεύω εἰς ενα θεόν. σύμβολα νίκης λέγομεν καὶ τοὺς κλάδους τῶν ἐλαιῶν. Συμπέρασμα. δύο ακρων ἁρμοδίων πρὸς αλληλα συνέλευσις· οιον ινα θελόντων ἡμῶν δεῖξαι, οτι ὁ ανθρωπος οὐσία ἐστὶ, ποιῶμεν συλλογισμὸν τοιοῦτον· ὁ ανθρωπος ζῶον ἐστί· τὸ ζῶον εμψυχον· τὸ εμψυχον οὐσία· ὁ ανθρωπος αρα οὐσία ἐστίν. ἰδοὺ τὸ ανθρωπος οὐσία, δύο ακρα εἰσὶν, ἀλλὰ καὶ ἁρμοδίως συνελθόντα. ἐὰν δὲ ειπωμεν, οτι ὁ ανθρωπος λευκός ἐστι, τὸ λευκὸν χρῶμα ἐστὶν, ανθρωπος χρῶμα ἐστὶ, τοῦτο τὸ συμπέρασμα ἀνάρμοστόν ἐστιν, ἐπειδὴ ἀπὸ συμβεβηκότος καὶ οὐσίας συνεπέρανε. δῆλον δὲ, οτι ἀπὸ τῶν κακιζομένων συμπερασμάsigma.1690 των αἱ ἀρχαὶ πταίουσι. καὶ δῆλον ἡμῖν ἐστι τοῦτο καὶ ἀπὸ τῆς περὶ τοῦ ὀργάνου καὶ τοῦ κινοῦντος ̓Απολλιναρίου τοῦ δυσσεβοῦς χρήσεως· ἐπειδὴ γὰρ ἀπὸ ἐμψύχου καὶ ἀψύχου ηρξατο, διὰ τοῦτο κακῶς συνεπέρανε. Συνωδά. ομοια, σύμφωνα. Σύνθημα. γνώρισμα, σημεῖον, φλάμουλον. βάνδον. Συνηρεφῆ. σύσκια, η ἐστεγασμένα. ἀπὸ τοῦ ἐρέφω, τὸ σκέπω, τὸ στέγω καὶ κοσμῶ. Σύντριμμα. θραῦσις. Συνέδριον. τὸ δικαστήριον. Συνεκτικώτατον. κεφαλαιωδέστατον. η προδηλότατον καὶ ἀληθέστατον. Σύνθετον. τὸ ἐξ ἑτεροειδῶν πραγμάτων συγκείμενον. Σύντονον. δυνατόν. Συνεκφαντικόν. τὸ συνεκφαῖνον τῇ τέχνῃ ειτε γραμματικὸν ειτε φιλόσοφον. Συνώνυμον. τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν. οιον ξίφος, μάχαιρα, φάσγανον, σπάθη. *οπερ καλεῖται καὶ πολυώνυμον.* Συνώνυμα. ων τό τε ονομα κοινὸν καὶ ὁ κατὰ τουνομα λόγος τῆς οὐσίας ὁ αὐτός. οιον ζῶον ο τε ανθρωπος καὶ ὁ βοῦς. καὶ πάλιν συνώνυμος κατηγορία λέγεται, οταν καὶ τὸ ονομα δέχεται καὶ τὸν ὁρισμὸν ἀπαραλλάκτως. Σύρβον. ἡ ὀπώρα. Σύστημα. πλῆθος, συναγωγή. η τὸ ἐκ πολλῶν καὶ διαφόρων γινόμενον εν. Σύρτισ. πέλαγος. Συσσήμιον. .... sigma.1691 Σύστρεμμα. στασιαστῶν πλῆθος. Σύφαρ. οὐχ ἁπλῶς τὸ γῆρας, ἀλλ' ὡς ἐπιγέννημα γήρως καὶ τῆς ἐσχάτης ἡλικίας, τὸ κατερυσσομένον. Σύμφυτον. τὸ συμμέτοχον. καὶ ὁ ̓Απόστολος· εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Σύμμορφον. τὸ ἰσόμορφον. καὶ ὁ ̓Απόστολος· συμμόρφους τοῦ υἱοῦ αὐτοῦ. κατὰ χάριν δὲ λέγει συμμόρφους. ( ̔Ρῆμα.) Συγγενειάζω. συγγενιῶ δὲ, τὸ γνησίως εχω, ˉι. Συγκαταθέσθαι, οὐχὶ συνθέσθαι χρὴ λέγειν. †Συγκρίναι. παραβαλεῖν. ἀντιθῆναι.† †Συγκρίνον. συγχέον.† Συηνεῖν. τὸ ἀμαθῶς καὶ σκαιῶς καὶ αἰσχρῶς ἀναστρέφεσθαι. Συθείσ. ὁρμήσας. καὶ σύω, τὸ ὁρμῶ. sigma.1692 Συμπαρομαρτήσασ. συνακολουθήσας. Συμπτύσσει. συγκλείει. ἀπὸ τῆς πτυχός. Συμπεριφέρεσθαι. συγκινεῖσθαι, αγεσθαι. Συνιέντεσ. γνόντες. καὶ συνιείς. Συνιῶν. ὁ νοῶν. καὶ συνιὼν, ὁ συνελθών. Συνεῖμεν. ἀντὶ τοῦ συνέγνωμεν. Σύνεσ. νόησον· γνῶθι. Συνῆκαν. ἀντὶ τοῦ συνέγνωσαν. Συνῆκεν. ἐνόησε. Συνιζῆσαι. συγκαθεσθῆναι· συνελθεῖν. Συναποῤῥωγότα. συνδιασπασθέντα. Συνάψω. ἁρμόσω. Συναίρομαι. ἀντὶ τοῦ συλλαμβάνομαι καὶ συμβοηθῶ. Σύνθεο. ἐπάκουσον. Συνελόντα φάναι. συντόμως εἰπεῖν. Συνεπόδισασ. ἐσκέλλισας. Συνεῤῥάγησαν. διεκόπησαν. Συναιρόμενοσ. συνεργούμενος. sigma.1693 Συνέτισον. σόφισον. Συνεστηκόσ. τὸ