366
ὑπερορίους χειροτονίας ἀμφότεροι ποιησάμενοι. καὶ νῦν δὲ τὸ αὐτὸ ὁρᾶται πραττόμενον ἐν τῇ παρούσῃ αἱρέσει. ὥστε οἱ ὑποδηλωθέντες, εἰ οὐ προδήλως εἰσὶ κατεγνωσμένοι, οὐδαμῶς ἐκ τοῦ οὕτως χειροτονηθῆναι ἀποτροπιαῖοι, ἀλλὰ προσδεκτέοι κατὰ τέσσαρας προτάσεις. Ἐρώτησις. περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ὑπερορίᾳ ἐν Σικελίᾳ, εἰ χρὴ τούτους δέχεσθαι. Ἀπόκρισις. τοῦτο τὸ ἐρώτημα, ὅμοιον τοῦ προτεθέντος, εἰ καὶ καθ' ὕφεσιν τόπου ἀνομοιοῦν, ὁμοίαν δῆλον ὅτι ἕξει καὶ τὴν ἀπόκρισιν. Ἐρώτησις. περὶ τῶν κοινωθέντων ἐκκλησιῶν ἐκ τῶν ἱερέων τῶν κοινωνησάντων τῇ αἱρέσει καὶ κατεχομένων ὑπ' αὐτῶν, εἰ χρὴ ἐν αὐταῖς εἰσιέναι χάριν εὐχῆς καὶ ψαλμῳδίας. Ἀπόκρισις. οὐ χρὴ τὸ καθόλου εἰς τὰς τοιαύτας ἐκκλησίας εἰσιέναι κατὰ τοὺς εἰρημένους τρόπους, ἐπειδὴ γέγραπται, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος· ἅμα γὰρ τοῦ εἰσαχθῆναι τὴν αἵρεσιν ἀπέπτη ὁ ἔφορος τῶν ἐκεῖσε ἄγγελος κατὰ τὴν φωνὴν τοῦ Μεγάλου Βασιλείου καὶ κοινὸς οἶκος ὁ τοιόσδε χρηματίζει ναός. καὶ οὐ μὴ εἰσέλθω, φησίν, εἰς ἐκκλησίαν πονηρευομένων· καὶ ὁ ἀπόστολος· τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; Ἐρώτησις. περὶ τῶν κοινωθέντων ἐκκλησιῶν ὑπὸ τῶν αὐτῶν ἱερέων καὶ μὴ κατεχομένων ὑπ' αὐτῶν, εἰ χρὴ ἐν αὐταῖς ψάλλειν καὶ εὔχεσθαι. Ἀπόκρισις. χρὴ μὲν οὖν εἰσιέναι ἐν ταῖς τοιαύταις ἐκκλησίαις εἰς τὸ ψάλλειν καὶ εὔχεσθαι, ἀλλ' εἴπερ ἀσφαλῶς μηκέτι χραίνονται ὑπὸ τῶν αἱρετικῶν, ἀλλὰ κατέχονται ὑπὸ τῶν ὀρθοδόξων εἰς τὸ ἀεί. τετύπωται δὲ ἐνταῦθα ὑπὸ σεσωσμένου ἐπισκόπου τὰ ἀνοίξια τῆς ἐκκλησίας γίνεσθαι, ὑποφωνουμένης εὐχῆς· ὥστε, εἰ τοῦτο γένοιτο, καὶ τοῦ λειτουργεῖν ἐκεῖσε οὐκ ἀπᾷδον. παράδειγμα, τὸ τὸν Ἅγιον Ἀθανάσιον, ὑπὸ Κωνσταντίου τοῦ βασιλέως παρακαλούμενον μίαν ταύτην χάριν παρασχέσθαι, τοῦ ἐν Ἀλεξανδρείᾳ ἕνα ναὸν παραδοῦναι τοῖς Ἀρειανοῖς εἰς τὸ συνάγεσθαι, κατανεῦσαι, ἄνπερ ἐν Κωνσταντινουπόλει λήψοιτο καὐτὸς τὴν αὐτὴν χάριν, τοῦ συνάγεσθαι τοὺς ὀρθοδόξους ἐν ἑνὶ ναῷ προκατεχομένῳ ὑπὸ Ἀρειανῶν. Ἐρώτησις. περὶ τῶν ἐν σώματι ἁγίων, εἰ χρὴ εἰσιέναι εἰς τὰ κοιμητήρια αὐτῶν καὶ εὔχεσθαι καὶ προσκυνεῖν αὐτοῖς, κατεχομένων ὑπὸ τῶν μιανθέντων ἱερέων. Ἀπόκρισις. οὐ παραχωρεῖ ὁ κανὼν κατὰ τὰ προδηλωθέντα εἰσιέναι εἰς τὰ τοιαῦτα κοιμητήρια (γέγραπται γάρ, ἱνατί ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;), εἰ μή τι ἂν ἐξ ἀνάγκης κατὰ μόνον τὸ ἀσπάσασθαι τὸ τοῦ ἁγίου λείψανον ἡ εἴσοδος γένοιτο. Ἐρώτησις. περὶ τῶν λαβόντων τὸ μοναχικὸν σχῆμα ἐκ τῶν κοινωθέντων ἱερέων, πῶς χρὴ τούτους δέχεσθαι. Ἀπόκρισις. ὁμολογοῦντας ἡμαρτηκέναι καὶ ἐπιτιμηθέντας χρόνῳ τινί, εἶθ' οὕτως σφραγῖδα δεχομένους παρὰ σεσωσμένου πρεσβυτέρου προσδεκτέον. Ἐρώτησις. περὶ τῶν ὑπογραψάντων καὶ κοινωνησάντων μοναχῶν καὶ κληρικῶν ἐν τῇ αὐτῇ αἱρέσει, πῶς χρὴ τούτους δέχεσθαι, χωρὶς ἐπιτιμίου ἢ μετὰ ἐπιτιμίου, ἐὰν ὁμολογῶσιν μηκέτι ἐνεργεῖν ἐν τῇ ἱερατείᾳ· καὶ εἰ ἔξεστιν ἡμῖν διδεῖν ἐπιτίμια τοῖς τοιούτοις. Ἀπόκρισις. δῆλον ὅτι μετὰ τῶν προσηκόντων ἐπιτιμίων· πῶς γὰρ ἄν μὴ τοὺς καρποὺς τῆς μετανοίας ἐπιδεικνύμενοι εἶεν ἄξιοι συναφθῆναι τῷ ὀρθοδόξῳ σώματι; διδεῖν δὲ καὶ ὑμᾶς ἐπιτίμια τοῖς τοιούτοις οὐκ ἀποκριτέον· γέγραπται γάρ, ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Ἐρώτησις. περὶ τῶν μοναχῶν τῶν ἀδιαφόρως παραβαλλόντων τοῖς τυχοῦσι καὶ συνευχομένοις καὶ συνεσθίουσιν αὐτοῖς, εἰ χρὴ δέχεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν καὶ ψαλμῳδίαν. Ἀπόκρισις. τοῦ ἀποστόλου λέγοντος, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ' ἡμῶν, πῶς οὐχὶ καὶ ἀφ' ἑαυτῶν τὸ καλὸν κρίνετε; εἰ μὲν οὖν ἀπόσχοιντο τῆς ἐφαμάρτου συνηθείας καταδεχόμενοί τε καὶ ἐπιτιμίαν τὴν προσήκουσαν, δεκτέοι. ἐπιτηρητέον δέ, τίνες εἰσὶν οὓς φῆτε "4τυχόντας"5, ἆρα αἱρετικοὶ ἢ προδήλως κατεγνωσμένοι ἐπὶ τοῦ βίου; περὶ τῶν τοιούτων γὰρ φησὶν ὁ