367
εἶχεν ἐν αὐτῇ, καὶ τῶν συγγενῶν καὶ τῶν οἰκείων ἐκεῖ πολλοὶ κατῴκουν, ὑφ' ὧν ἤγετο σχεδὸν ἡ πόλις. διὰ ταύτην δὴ τὴν οἰκειότητα πρὸς πρωτοστράτορα τὸν γαμβρὸν αὐτοῖς ἐπέστησεν ἄρχειν Ἀσάνην τὸν Μανουήλ. πρωτοστράτωρ γὰρ 2.492 μετὰ τὴν ἐν Γυναικοκάστρῳ τοῦ βασιλέως ἀναχώρησιν ὑπὸ μεγάλου δουκὸς πολλὰ φενακισθεὶς, καὶ εἰς τοὺς πρώτους τῶν φίλων τεταγμένος, πρωτοβεστιάριός τε ὀλίγῳ ὕστερον ἀναδειχθεὶς, ἔπειτα εἰς τὴν οἰκίαν κατεκλείσθη καὶ ζόφον κατεκρίθη τοῖς ἄλλοις ὁμοίως φίλοις, καὶ χρόνον οὕτω συχνὸν διανύσας φρουρούμενος ἐν τῇ οἰκίᾳ, ὕστερον ἐτελεύτησε, πένης καὶ ἄτιμος ἐξ εὐπόρου καὶ περιφανοῦς γεγενημένος. πατριάρχῃ δὲ τῷ Ἱεροσολύμων ἄρτι τότε ἐκ Βυζαντίου διαδράντι, ὑποπτευομένῳ καὶ πάσχειν μέλλοντι κακῶς καὶ ἀφιγμένῳ πρὸς αὐτὸν, ὁ βασιλεὺς τὴν Βιζύης ἐνεχείρησεν ἐκκλησίαν, ὥστε τὰ τοῖς ἱεροῖς κανόσιν ἐνδεδομένα πράττειν, ἐπεὶ ταύτης ὁ ἀρχιερεὺς ἀπεχώρει τὴν βασιλέως ἀποσειόμενος ἐπιδημίαν. ἐπεὶ δὲ πάντα διῴκητο τὰ κατὰ τὴν πόλιν βασιλεῖ, αὖθις ἀνέστρεφεν εἰς Χαριούπολιν καὶ τὰς μήπω προσχωρησάσας πόλεις τοῖς τε ὅπλοις ἐβιάζετο καὶ λόγοις πιθανοῖς ἐπεχείρει πείθειν προσχωρεῖν αὐτῷ. δοὺξ δὲ ὁ μέγας, ἐπεὶ τὸ διατρίβειν τειχῶν ἔξω ἀπηγόρευεν, αἱ μὲν γὰρ τῶν πόλεων Καντακουζηνῷ προσεχώρησαν τῷ βασιλεῖ, αἱ δὲ πολιορκούμεναι καὶ κακῶς πάσχουσαι ταῖς καθημεριναῖς ἐφόδοις ἀμφίβολοι ἤδη ἦσαν· ἐπικουρίας γὰρ οὐδεμιᾶς παρ' αὐτοῦ ἐτύγχανον, συχνὰς ποιούμενοι τὰς πρεσβείας καὶ τὴν κακοπραγίαν ὀδυρόμενοι, ἵνα μὴ δοκοίη, ὥσπερ ἐν μεγάλῳ κλύδωνι τοὺς οἴακας τῆς ἀρχῆς καταλιπὼν ἀργὸς καθῆσθαι πρὸς τὸ διασώζειν ἀπειπὼν, ἐσκέψατό 2.493 τι περιεργότερον, ἵνα τοῖς πολλοῖς δοκοίη ἀναγκαίων τινῶν πέρι Βυζαντίῳ ἐνδιατρίβειν· καὶ ὃς οὐδέπω πρότερον οὐδένα τοῦ ἀγαθοῦ καὶ δικαίου λόγον ἐποιήσατο, δικαιοσύνην ἐκήρυξε καὶ εὐθύτητα περὶ τὰς δίκας· καὶ καθήμενος ἐν τῇ μονῇ Χριστοῦ τοῦ σωτῆρος καὶ εὐεργέτου ἐδίκαζε διὰ πάσης τῆς ἡμέρας, περὶ συμβόλαια καὶ ἰδιωτικὰς ἀμφισβητήσεις ἀσχολούμενος. ἐφρόνει δὲ Ῥαδαμάνθυος οὐδὲν ἧττον ἐπὶ τούτοις, ὃς καὶ τὴν νεκρῶν δίκην ἐλέγετο ἐπιτετράφθαι διὰ τὴν δικαιοσύνην, ἀγνοῶν ὡς οὐδὲν ἀγεννέστερον καὶ καταγελαστότερον στρατηγοῦ ὑπὸ πολέμου τοσούτου περιῤῥεομένου καὶ συμβολαίοις σχολάζοντος, ἵνα τοὺς καθ' ἕκαστον ἰδιώτας ὠφελοίη τῶν κοινῶν καταμελῶν. πʹ. Γαβαλᾶς δὲ ὁ μέγας λογοθέτης, τοῦ χρόνου τριβομένου, ἐπεὶ τὸν γάμον τῆς θυγατρὸς ὁ μέγας δοὺξ κατὰ τοὺς ὅρκους οὐκ ἀπεδίδου, ἐδυσχέραινέ τε οὐ μετρίως τὴν τριβὴν καὶ μεγάλῳ δουκὶ περὶ τοῦ γάμου διελέγετο, ἀξιῶν ποιεῖν κατὰ τοὺς ὅρκους. ὁ δ' ἔφασκε μὲν καὶ αὐτῷ διὰ σπουδῆς εἶναι καὶ προὔργου παντὸς, τὴν νύμφην δὲ καὶ τὴν μητέρα ἀπαναίνεσθαι διὰ τὴν πολυσαρκίαν. συνεβούλευέ τε φαρμακείαις χρήσασθαί τισιν, εἴ πως γένοιτο, τῶν ἐγκάτων συνεσταλμένων, λεπτότερον φανῆναι καὶ ἐπέραστον τῇ νύμφῃ· πάνυ γὰρ ἔχειν ἀηδῶς πρὸς τὴν ἀσυμμετρίαν 2.494 τῶν σαρκῶν. ὁ δ' ὑπώπτευε μὲν σκήψεις εἶναι καὶ προφάσεις τὰ τοιαῦτα καὶ εἰρωνείαν ἀκριβῶς· τῷ δὲ κατάκρας ἡττῆσθαι τῷ τῆς κόρης ἔρωτι, ἃ καὶ ὀλίγα φρενῶν μετέχων συνῆκεν ἄν τις, αὐτὸς ἐβούλετο ἀγνοεῖν καὶ ἐδόκει δεῖν τοῖς καταγελαστοτάτοις ἐπιχειρητέα εἶναι διὰ τὴν κόρην. διαλεχθεὶς δέ τινι ἰατρῷ ἐξ Ἰταλίας ἀφιγμένῳ περὶ τῆς πολυσαρκίας, ἔπειθε μεγάλοις μισθοῖς ἐπαγγελλόμενον καὶ αὐτὸν, εὐσταλὲς τὸ σῶμα καὶ σύμμετρόν τισι ποιήσειν φαρμακείαις, καὶ δὴ τἆλλα πάντα δεύτερα ἡγούμενος, λουτροῖς ἐσχόλαζε καὶ ἐμέτοις καὶ κενώσεσι γαστρὸς, ᾗ τῷ ἰατρῷ ἐδόκει. ὀλιγοσιτία τε προσεῖχε καὶ τἆλλα πάντα ἐπετήδευεν, ὅσα πρὸς λεπτότητα συναίρεται. ἐξ ὧν ἠτόνει μὲν καὶ ἀδρανὴς ἦν, καὶ παρελύετο τὴν ῥώμην, ἡ γαστὴρ δὲ ὀλίγα πρὸς τὸν ὄγκον ἐνεδίδου. ὑποπτεύσας δὲ ὁ μέγας δοὺξ, ὡς ὕστερόν ποτε ἀπαγορεύσας πρὸς τὰς φαρμακείας εἴσεται σαφῶς τὴν εἰρωνείαν, καὶ δείσας, μὴ διὰ τὸ περιορᾶσθαι πρὸς τὸν κατ' αὐτοῦ πόλεμον αὖθις ἐκτραπῇ καὶ πείσῃ βασιλίδα τίθεσθαι σπονδὰς πρὸς Καντακουζηνὸν