367
πᾶσαν τὴν πόλιν ὑποχειρίαν εξει ἐκ τούτου προεῖπον. ὁ δὲ τά τε αλλα τὰ τῇ ἀρχῇ προσήκοντα προθυμότερον επραττεν, ὡς ἐθελόντων αρχων, καὶ ἐνομοθέτει. οὐ μέντοι πάντα ἐθελογνωμονῶν ἐνομοθέτει, ἀλλ' εστιν α καὶ ἐς τὸ δημόσιον προετίθει, οπως, αν τι μὴ ἀρέσῃ, ἐπανορθώσῃ· καὶ προετρέπετο πάντα συμβουλεύειν αὐτῷ ει τίς τι αμεινον γνοίη αὐτοῦ. καὶ τοὺς ὑπάτους, καὶ ἐκ τῶν αλλων ἀρχόντων ενα παρ' ἑκάστων, καὶ ἐκ τοῦ τῶν βουλευτῶν πλήθους πεντεκαίδεκα συμβούλους ἐς ἑξάμηνον παρελάμβανεν, ωστε δι' αὐτῶν καὶ πᾶσι κοινοῦσθαι τὰ βουλευόμενα. εστι δ' οτε καὶ ἐδίκαζε μετ' αὐτῶν. εκρινε μὲν γὰρ καὶ καθ' ἑαυτὴν ἡ βουλή, καὶ πρεσβείαις καὶ κηρυκείαις ἐχρημάτιζεν. ο τε δῆμος εἰς τὰς ἀρχαιρεσίας συνελέγετο, οὐ μέντοι ἐπράττετό τι ο μὴ ἐκείνῳ ηρεσκε. καὶ τοὺς αρξοντας τοὺς μὲν αὐτὸς προεβάλλετο, τοὺς δὲ ἐς τὸ κοινὸν ἐποιεῖτο, ἐπιμελούμενος ωστε μήτ' ἀνεπιτήδειοι μήτ' ἐκ παρακελεύσεως η καὶ ἐκ δεκασμοῦ ἀποδείκνυνται. καὶ εθνη τὰ μὲν δι' ἑαυτοῦ, τὰ δὲ δι' ἑτέρων τῇ ̔Ρωμαίων ἡγεμονίᾳ ὑπέταξεν. ̔Ο δὲ τῆς Αἰγύπτου αρχων Αιλιος Γάλλος ἐπὶ ̓Αραβίαν τὴν εὐδαίμονα καλουμένην, ης Σάβος ἐβασίλευεν, ἐστράτευσε τότε. καὶ οὐδεὶς μὲν αὐτοῦ ἐνώπιον εστη τῶν πολεμίων, οὐ μὴν ἀπόνως προυχώρει. η τε γὰρ ἐρημία καὶ ὁ ηλιος τά τε υδατα 2.440 φύσιν ατοπον εχοντα σφόδρα αὐτοὺς ἐταλαιπώρησεν, ωστε τὸ πλεῖον φθαρῆναι τῆς στρατιᾶς. τὸ δὲ νόσημα τῇ κεφαλῇ ἐνσκῆπτον ἐξήραινεν αὐτήν, καὶ πολλοὺς μὲν αὐτίκα ἀπώλλυε, τῶν δὲ περιγενομένων ἐς τὰ σκέλη κατῄει, απαν τὸ μεταξὺ τοῦ σώματος ὑπερβαῖνον, καὶ αὐτοῖς ἐλυμαίνετο. ιαμά τε οὐδὲν ην η ει τις ελαιον οινῳ μεμιγμένον ἠλείψατο· τὰ δὲ πάνυ ὀλίγοις ην· η τε γὰρ χώρα οὐδέτερον αὐτῶν φέρει, κἀκείνοις οὐκ αφθονα ταῦτα προπαρεσκεύαστο. κἀν τῷ πόνῳ τούτῳ καὶ οἱ βάρβαροι σφίσιν ἐπιτιθέμενοι τά τε χωρία α πρὶν ἀφῄρηντο ἐκομίσαντο, καὶ τοὺς περιλειφθέντας ἐκ τῆς χώρας ἐξήλασαν. ̔Ο δ' Αυγουστος ἑνδέκατον ὑπατεύσας ἐνόσησεν ωστε μηδ' ἐλπίδα σχεῖν σωτηρίας, καὶ ὡς τελευτήσων διέθετο, καὶ διάδοχον μὲν οὐδένα ἀπέδειξε, τῷ Πείσωνι δὲ τάς τε δυνάμεις καὶ τὰς κοινὰς προσόδους εἰς βιβλίον ἐγγράψας εδωκε, τῷ δ' ̓Αγρίππᾳ τὸν δακτύλιον ἐνεχείρισεν. ̓Αντώνιος δέ τις Μούσας ουτω κακῶς αὐτὸν διακείμενον ψυχρολουσίαις καὶ ψυχροποσίαις ἀνέρρωσε. διὸ καὶ χρήματα παρ' αὐτοῦ τε καὶ παρὰ τῆς βουλῆς ελαβε, καὶ δακτυλίοις χρυσοῖς, ἀπελεύθερος ων, ἐπετράπη κεχρῆσθαι, ἀτέλειάν τε αὐτῷ καὶ τοῖς ὁμοτέχνοις τοῖς ουσί τε καὶ τοῖς ἐσομένοις παρέσχοντο. ουτω δὲ σωθεὶς εἰς τὸ συνέδριον τὰς διαθήκας εἰσήνεγκε, καὶ ἀναγνωσθῆναι ἐπέτρεπεν, ἐνδεικνύμενος οτι οὐδένα τῆς ἀρχῆς διάδοχον καταλέλοιπεν· οὐ μέντοι καὶ ἀνέγνω αὐτάς τις. Λιμοῦ δὲ τῷ ἑξῆς ετει καὶ λοιμοῦ γενομένου ἐν πάσῃ τῇ ̓Ιταλίᾳ, νομίσαντες οἱ ̔Ρωμαῖοι οὐκ αλλως ταῦτα συμβεβηκέναι η οτι μὴ καὶ τότε ὑπατεύοντα τὸν Αυγουστον εσχον, δικτάτωρα αὐτὸν ἠθέλησαν 2.441 προχειρίσασθαι, καὶ τὴν βουλὴν εἰς τὸ συνέδριον κατακλείσαντες ἠνάγκασαν τοῦτο ψηφίσασθαι. καὶ αὐτῷ προσῆλθον δεόμενοι λεχθῆναι δικτάτωρα καὶ τῆς τοῦ σίτου συναγωγῆς ἐπιμελητήν. καὶ ος τὴν μὲν τοῦ σίτου φροντίδα ἐδέξατο, τὴν δικτατωρείαν δὲ οὐ προσήκατο, ἀλλ' ἐπεὶ μήτε διαλεγόμενος αὐτοῖς μήτε δεόμενος επειθε, τὴν ἐσθῆτα διέρρηξεν· ὀρθῶς γὰρ καὶ συνετῶς τὸ μισητὸν τῆς ἐπικλήσεως ἐφυλάξατο καὶ ἐπίφθονον, ὑπὲρ τοὺς δικτάτωρας εχων τὴν ἐξουσίαν καὶ τὴν τιμήν. ἐπιβουλὴν δὲ κατ' αὐτοῦ συστησαμένων τινῶν, αὐτοί τε καὶ οἱ συνωμόται ἐρήμην ηλωσαν ὡς φευξόμενοι, οὐ πολλῷ δ' υστερον ἀπεσφάγησαν. Μετὰ ταῦτα δ' εἰς Σικελίαν ηλθε. κἀκεῖ οντος ὁ δῆμος τῶν ̔Ρωμαίων τοὺς ὑπάτους χειροτονῶν ἐστασίασεν, ὡς κἀντεῦθεν δειχθῆναι οτι ἀδύνατον ην δημοκρατουμένους αὐτοὺς σωθῆναι. ουτω γὰρ ἐθορύβησαν καὶ απαντα συνετάραξαν ωστε καὶ τὸν Αυγουστον ὑπὸ τῶν ἐμφρόνων ἀνακληθῆναι. καὶ ἀγανακτήσας ἐπὶ τούτῳ ὁ Αυγουστος, καὶ μήτε ἀεὶ τῇ ̔Ρώμῃ σχολάζειν δυνάμενος μήτ' αυ αναρχον αὐτὴν καταλείπειν