367
συνηγμένον. Συνειλήχασι. συνηθροίσθησαν. Συνεισέφρησε. συνεισήνεγκε. Συνείπετο. συνηκολούθει. Συνειστιᾶτο. συνευωχεῖτο. †Συντελεσθείσ. ἀφανισθείς. καταποντισθείς.† Συντελεσθήτω. συμπληρωθήτω. *Συνοίσει. κομίσει. τὸ δὲ κομίσει ἀντὶ τοῦ ἐπιμελεθήσεται.* *Συνήδομαι. ὁμολογῶ, ὡς καλῶς εχον τι.* Συνδυάσω. συναυλισθῶ. Συνοχωκότεσ. συμπεπτωκότες. συνοχηκὼς καὶ τροπῇ τοῦ ητα εἰς ω συνοχωκότες καὶ συνοχωκότε. Συρμαΐζειν. βρωμάτιόν τι ἐστὶ διὰ στέατος καὶ μέλιτος, οπερ λέγεται συρμαϊσμός. καὶ εστι πρὸς κάθαρσιν ἐπιτήδειον. εστι δὲ καὶ πόμα δι' υδατος καὶ ἁλῶν. Αἰγυπτιακὴ δὲ ἡ λέξις. *Συμφειρόμενοσ. μιγνύμενος.* sigma.1694 *Συνοχωκότα. εἰσδεδυκότα.* *Συμπιλοῦσι. συσφίγγουσιν. οἱ δὲ χεῖρας καὶ γόνατα συμπιλοῦσι πρὸς ἑαυτούς.* Συσσείσει. ἐπὶ τοῦ ἐξακούστου ειρηται. Συνεργεῖν. τὸ συλλειτουργεῖν φησὶν ὁ Χρυσόστομος. καὶ ὁ ̓Απόστολος· ἀσπάσατε Πρίσκυλλαν καὶ ̓Ακύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ ̓Ιησοῦ. Συνίστησι. βεβαιοῖ· δικαιοῖ· δείκνυσι. καὶ ὁ ̓Απόστολος· συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεός. ( ̓Επίῤῥημα.) Συλλήβδην. ὁμοῦ· συντόμως· η συλλαβών· ἀθρόως. ἐκ τοῦ λήβω, λήψω, παθητικὸν λήψομαι, λήβδην ἐπίῤῥημα καὶ συλλήβδην. Συνεκδοχικῶσ. συλληπτικῶς. Συναΐγδην. ὁρμητικῶς. Συνεκτικῶσ. προδήλως, ἀληθῶς, η κεφαλαιωδῶς. Συνεπτυγμένωσ. ἡνωμένως· συνηγμένως. Συστάδην. ὁμοῦ. sigma.1695 Τὸ Σ μετὰ τοῦ Φ. ( ̓Αρσενικόν.) Σφακελισμόσ. διασπασμὸς σώματος. η σῆψις σώματος. η ἡ παραπληξία. η σῆψις τοῦ μυελοῦ. γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός. λέγεται δὲ καὶ σφάκελος ὁ μικρὸς τῆς χειρὸς δάκτυλος. λέγεται καὶ ὁ σφιγμὸς καὶ ὁ παλμός. Σφᾶσ. αὐτούς. Σφαιρωτήρ. ὁ ἱμὰς τοῦ ὑποδήματος· ὁ λῶρος. Σφέτεροσ. ὁ ἡμέτερος. Σφετερισμόσ. ἡ ἰδιοποίησις. Σφηκώδεισ. οἱ ευζωνοι. καὶ οἱ κάτισχνοι τοῖς σώμασι· καὶ γὰρ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνηγμένην εχουσι. καὶ σφῆκες καὶ σφηκίσκοι τὰ μικρὰ εἰς ὀξὺ συνημμένα ξύλα. καὶ σφὴξ, σφηκός. Σφηνοπώγων. ὁ σπανός. Σφήττιοσ. κύριον. Σφίσιν. αὐτοῖς. Σφόνδυλοσ. παρὰ τὸ ἐσφίχθαι. Σφοδρίασ. κύριον. Σφυγμόσ. ὁ παλμός. *η ζέσις φλεβός.* παρὰ τὸ σφύζω, τὸ ὁρμῶ. sigma.1696 Σφῶν. τῶν δύο, η ἀντὶ τοῦ αὐτῶν. Σφῶε. ὑμᾶς. Σφῶϊν. ὑμῖν. καὶ νῶϊν, ἡμῖν. Σφάκελοσ. φλεγμονή· φθορά· νέκρωσις· κάκωσις παντοία. (Θηλυκόν.) Σφακτηρία. πόλις. Σφαλερά. ἐπικίνδυνος. Σφαίρισισ. καὶ σφαιρίστρα, τὸ πῶμα. Σφηκία. ειδος σφηκῶν. Σφῇσιν. αὐταῖς. Σφενδόνη. παρὰ τὸ σπένδω, τὸ ἀναιρῶ, σπενδόνη καὶ σφενδόνη. η παρὰ τὸ σφάζω. η παρὰ τὸ σπεύδω. καὶ ἡ περιφέρεια τοῦ δακτύλου. (Οὐδέτερον.) Σφαγεῖον. εἰς ο τὸ αιμα τῶν σφαζομένων ἱερείων ἐδέχοντο. σφάγιον δὲ, τὸ θῦμα, ˉι. Σφεδανόν. σφοδρόν· εὐκίνητον· ἐπακτικόν· ἐπεστραμμένον. οιον σφενδονικὸν, ἀπὸ τῆς σφενδόνης. η σύντομον. ἀφ' ου καὶ σφὴν καὶ σφίγγα. οἱ δὲ σπευστικῶς. παρὰ τὸ σπεύδειν, σπεδανὸν καὶ σφεδανόν. †Σφεοβδόν. δασύ· πολυανθές.† Σφέτερον. τὸ ιδιον. sigma.1697 Σφέλασ. τὸ ὑποπόδιον. παρὰ τὸ φλᾶσθαι ἐν αὐτῷ τὰ γόνατα, ο ἐστι θλᾶσθαι καὶ κάμπτεσθαι. Σφυρά. τὰ περὶ τοὺς ἀστραγάλους ανω. παρὰ τὸ συνεσφίχθαι. Σφυροκοπεῖον. .... Σφωΐτερον. ἡμέτερον. ( ̔Ρῆμα.) Σφαλεῖεν. ἐκτραπεῖεν. Σφαδάζειν. διεγείρειν. βράζειν· διαπίμπρασθαι. η τὸ δυσθανατεῖν. καὶ ματαίως σπᾶσθαι. τὸ σφαδάζειν, καὶ ματάζειν, καὶ βοράζειν εχουσι τὸ ˉι προσγεγραμμένον, οτι ἀπὸ τοῦ σφαδαΐζειν καὶ ματαΐζειν καὶ βοραΐζειν γίνεται. Σφάζω. ἀπὸ τοῦ φῶ, τὸ δηλοῦν τὸ ἀναιρῶ, ου παράγωγον φημί. οθεν φατὸς καὶ ἀρηΐφατος, καὶ πέφαται, πεφάσθαι. φῶ, φάζω, καὶ προσθέσει τοῦ ς σφάζω. sigma.1698 Σφῶ. σφάζω. Σφακελίζοντεσ. διασπῶντες. πηδῶντες. ὑποτρέμοντες. †Σφεδανῶ. θανατῶ.† Σφενδονῆσαι. ἐκδιῶξαι. Σφῆλαι. πλανῆσαι. Σφηκόω, σφηκῶ καὶ σφηκῶσαι. τὸ δῆσαι. Σφηνούμενοσ. στρεβλούμενος· βασανιζόμενος. Σφριγᾷ. νεάζει· ἀκμάζει· αυξει. Σφύζω. ὁρμῶ. κινοῦμαι. ( ̓Επίῤῥημα.) Σφαιρηδόν. δίκην σφαίρας. Σφηττόθεν καὶ Σφηττοῖ. τοπικά. Τὸ Σ μετὰ τοῦ Χ. ( ̓Αρσενικόν.) Σχέτλιοσ.