367
ἀπόστολος· ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πόρνος ἢ πλεονέκτης ἤ εἰδωλολάτρης καὶ τὰ ἑξῆς, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἐρώτησις. περὶ τῶν πρεσβυτέρων τῶν βεβρωκότων μετὰ τῶν αἱρετικῶν ἅπαξ καὶ δὶς καὶ μὴ κοινωνησάντων ἢ ὑπογραψάντων ἢ συλλειτουργησάντων, εἰ χρὴ τοὺς τοιούτους δέχεσθαι εἰς συνεστίασιν καὶ ψαλμῳδίαν, χωρὶς σφαγῖδος ἢ μετὰ σφραγῖδος. Ἀπόκρισις. ἐπὶ τῶν τοιούτων ῥητέον· εἰ οἱ βεβρωκότες ἱερεῖς μετὰ ἱερέων αἱρετικῶν ἢ λαϊκῶν ἔφαγον καὶ ὁμολογουμένων ἤ, ὀρθοφρονούτων μέν, κοινωνούντων δὲ τοῖς αἱρετικοῖς (μεῖζον γὰρ τὸ κρίμα ἐπὶ τῶν ἱερωμένων), μετανοίᾳ δὲ ἀξιολόγῳ ἑκατέρους προσδεκτέον κοινωνῆσαι αὐτοῖς ἁλῶν τε καὶ προσευχῶν καὶ σφαγῖδος. Ἐρώτησις. περὶ τῶν ὑπογραψάντων κοσμικῶν ἐν τῇ αἱρέσει καὶ κοινωνούντων, εἰ χρὴ τοῖς τοιούτοις κοσμικοῖς ὀρθοδόξους κοσμικοὺς συνεσθίειν. Ἀπόκρισις. ἡ ἀδιαφορία τῶν κακῶν τὸ αἴτιον· ἀνὰ μέσον γὰρ καθαροῦ καὶ βεβήλου οὐ διέστελλον. χρὴ οὖν, εἴπερ ζηλωταί εἰσιν οἱ ὀρθοδοξοῦντες, μὴ προσίεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν, εἰ μὴ πρότερον ὑπὲρ τῆς πονηρᾶς ὑπογραφῆς ἐπιτιμηθεῖεν, εἶτα καὶ ἀπόσχοιντο τῆς αἱρετικῆς κοινωνίας. ἐπειδὴ δὲ κατὰ περίστασιν, φεύγοντες τοὺς κινδύνους, χραίνονται τῇ αἱρετικῇ κοινωνίᾳ τινές, ὁμολογοῦντας τὴν περιπέτειαν καὶ μετανοοῦντας προσδεκτέον εἰς συνεστίασιν, καὶ τοῦτο οὐκ ἀδιαφόρως, ἀλλὰ κατά τινα σύμβασιν περιστατικὴν καὶ φέρουσαν ἐντεῦθεν κέρδος ἀμφοτέροις, ἀλλ' οὐ ζημίαν ψυχικήν. Ἐρώτησις. περὶ τῶν θελόντων βαπτισθῆναι, ἐὰν μὴ εὑρεθῇ ὀρθόδοξος ἱερεὺς ἢ ἄμεμπτος, εἰ χρὴ βαπτισθῆναι ὑπὸ τῶν κοινωθέντων ἱερέων ἢ ἀκηρύκτων, μάλιστα ἐὰν θάνατος κατεπείγῃ. Ἀπόκρισις. τύπος τοιοῦτος ἐξεφωνήθη ἐνταῦθα παρά τε ὁμολογητῶν ἱεραρχῶν τε καὶ καθηγουμένων, τοὺς εἰργμένους πρεσβυτέρους τῆς λειτουργίας διὰ τὴν αἱρετικὴν κοινωνίαν συγχωρεῖσθαι, μὴ εὑρισκομένου σεσωσμένου ἱερέως, καὶ βαπτίζειν καὶ μεταδιδόναι τῶν ἁγιασμάτων, προτετελεσμένων ἐξ ἀκρατήτου ἱερέως, σχῆμά τε διδόναι μοναχοῦ, εὐχήν τε ποιεῖν ἐπὶ ἐκκομιδῆς, εὐαγγέλιόν τε ἐκφωνεῖν ἐπὶ ὄρθρου καὶ τὸ τῶν Θεοφανίων ὕδωρ εὐλογεῖν, ὡς εἴρηται, κατὰ περίστασιν διὰ τὸ μὴ ἐναπομένειν τοὺς λαοὺς παντάπασιν ἀνηκόους τοῦ εὐαγγελίου καὶ ἀφωτίστους. εἰ οὖν συναρέσκει ὑμῖν, κρατείτω ὁ τοιοῦτος τύπος καὶ ἐν τοῖς αὐτόθι. Ἐρώτησις. περὶ τῶν ἀποσχισάντων καὶ τῇ μετανοίᾳ προστρεχόντων, εἰ ἔξεστιν ἡμῖν τοῖς τοιούτοις ἐπιτίμια διδόναι ἢ δέχεσθαι αὐτούς. Ἀπόκρισις. ἤδη ἐν τοῖς ἀνωτέρω δεδήλωται ὅτι χρὴ διδόναι· καὶ παρέλκον δὶς τὸ αὐτὸ ἐπικυκλοῦν. Ἐρώτησις. ἐὰν ἐπίσκοπος, εἰς ἔγκλημα περιπεσών, ὑπὸ συνόδου καθαιρεθῇ, εἶτα πάλιν μετὰ καθαίρεσιν χειροτονήσῃ πρεσβύτερον, ὁ δὲ αὐτὸς πρεσβύτερος, ἐν μοναστηρίῳ παραγενόμενος, ὑπὸ τοῦ ἰδίου ἡγουμένου δέξηται ἐπιτίμιον πρὸς χρόνον καὶ μετὰ ταῦτα ἐνεργῇ ἐν τῇ ἱερωσύνῃ, εἰ χρὴ δέχεσθαι τὸν τοιοῦτον ἱερέα, εἰ ἀνέγκλητόν ἐστι, διδαχθῆναι δεόμεθα. Ἀπόκρισις. προφανοῦς οὔσης τῆς ἀτοπίας, οὐδὲ ἐπερωτῆσαι ὑμᾶς ἐχρῆν περὶ τοῦ τοιούτου ἐγκλήματος· εἴρηκε γὰρ ὁ Χριστός, οὐ δύναται σαπρὸν δένδρον καρποὺς καλοὺς ποιεῖν. ὥστε οὐχ ὅτι ὑπὸ τοῦ ἰδίου ἡγουμένου ἀλλὰ κἂν ὑπὸ ἁγίου τινὸς ἐπιτιμηθεὶς ὁ τοιοῦτος ἀπολέλυται τοῦ λειτουργεῖν, οὐχ ἱερεὺς οὐδὲ ὁ λύσας ἅγιος, ἐπεὶ οὕτω περιτραπήσεται πάντα κανονικὰ παραγγέλματα καὶ οἰχήσεται. Ἐρώτησις. περὶ τῶν πρεσβυτέρων τῶν ὑπὸ ὀρθοδόξων χειροτονηθέντων, μὴ ὑπογραψάντων δὲ μηδὲ κοινωνησάντων, συμφαγόντων δὲ μόνον μετὰ Γρηγορίου τοῦ μητροπολίτου. Ἀπόκρισις. ἐν τοῖς ἀνωτέρω προαπεδόθη ὁ περὶ τούτου λόγος. εἴτε οὖν μετὰ Γρηγορίου εἴτε μεθ' οἱουδήποτε τῶν ἑτεροδόξων ἡ συνεστίασις γέγονε, μετανοίᾳ ἀξιολόγῳ ὁ συνεστιαθεὶς τοῦ ἐγκλήματος ἀπολέλυται, οὐ μόνον πρὸς συνεστίασιν τῶν πεφυλαγμένων, ἀλλὰ καὶ πρὸς ἣν ἠξιώθησαν ἱερωσύνην. τὸ δὲ μέτρον τοῦ