Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
Βαβυλῶνος ἐπὶ Ἱερου-σαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς, καὶ ἄξει αὐτοὺς πρὸς αὐτὸν εἰς Βα- βυλῶνα. Καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασι- 70.1000 λείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην, καὶ εἰσ- άξει αὐτὸν ἐν ἀρᾷ, καὶ τοὺς ἡγουμένους τῆς γῆς λήψεται τοῦ γενέσθαι βασιλείαν ἀσθενῆ, καὶ τὸ καθ- όλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐ- τοῦ, καὶ ἱστάνειν αὐτήν. Ὡς γὰρ ἐν βίβλῳ τῶν Βασι- λειῶν ἀνέγνωμεν, μετὰ τὸ ἁλῶναι τὴν ἁγίαν πόλιν, τὸν Σεδεκίαν αἰχμάλωτον, καί τινας τῶν ἐπιφανῶν σὺν αὐτῷ δεδεμένους, ἀπεκόμισεν εἰς τὴν Χαλδαίων ὁ Βαβυλώνιος· καὶ ταῦτά ἐστι τὰ ἐκλεκτὰ τῆς κέδρου. Εἰμὶ τοίνυν ἐγὼ, φησὶν, ὁ καλῶν ἀπὸ ἀνατολῶν πε- τεινόν. Περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, οὐ διέψευσμαι, φησί. Προαπήγγελκα μὲν γὰρ ὡς ἥξει κατὰ καιροὺς, ἀλλ' εἰς πέρας ἤχθη τὸ προειρημένον. Ἔκτισα, τοῦτ' ἔστι, κατεσκεύασα κακὰ, δηλονότι γοῦν τὰ κακωτικὰ, καὶ τὰς τοῦ πολέμου συμφορὰς τοῖς τὴν ἐμὴν ἀτιμάσασι δόξαν, καὶ εἰδώλοις ἀψύχοις προσνενευκόσι. Καὶ ἐποίησα, ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Οὐ γὰρ τῆς ἐκείνου χειρὸς ἦν ἔργον τὸ κατισχύσαι τοῦ Ἰσραὴλ, εἴπερ ἦν ἐπίκουρος αὐτῷ Θεός. Ἀλλ' αὐτὸς σώζων καὶ προεστηκὼς, εὐώδωσα αὐτοῦ τὴν ὁδὸν αὐτοῦ, ἵνα ὑπαγάγῃ ταῖς δίκαις τοὺς τῆς εἰς αὐτὸν εὐσεβείας ὀλίγα πεφροντικό- τας, μᾶλλον δὲ καὶ εἰσάπαν ἀποσκιρτήσαντας, ὥστε, καὶ ξύλοις, καὶ λίθοις τὴν αὐτῷ τε καὶ μόνῳ πρεπωδε- στάτην ἀναθεῖναι τιμήν τε καὶ δόξαν. 9Ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, ὡς μακρὰν ἀπὸ τῆς δικαιοσύνης. Ἤγγισα τὴν δι- καιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμοῦ οὐ μὴ βραδύνω. ∆έδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα.9 Ἰδοὺ δὴ πάλιν σωτηρίαν αὐτοῖς ἐπαγγέλλεται, καὶ ἀπογινώσκειν οὐκ ἐᾷ, μὴ ἄρα πως ταῖς ἐπέκεινα μέτρου δυσθυμίαις κεκρατημένοι, μακρὰν γένοιντο τῆς ἐλπίδος τοῦ ὅτι σωθήσονται, μετανοεῖν ᾑρημέ- νοι. Ἀκάρδιοι μὲν οὖν οἱ πλανώμενοι, καὶ ἀληθὴς ἐπ' αὐτοὺς ὁ λόγος. Ποίῳ γὰρ νῷ κεχρημένοι δη- μιουργοῦσιν αὐτοὶ τοὺς προσκυνουμένους, ξύλοις τε καὶ λίθοις ἀνατιθέντες τὸ σέβας, παρ' αὐτῶν αἰτοῦσι τὸ σώζεσθαι; Πλὴν καὶ οὕτως ἀνέχεται Θεὸς, καὶ κατοικτείρει μᾶλλον ἠπατημένους, καὶ πεσόντας ἐλεεῖ, καὶ ὑποσχέσεσιν ἀγαθαῖς ἀνακομίζει πρὸς σύνεσιν, καὶ ἀνανήφειν κελεύει, καὶ μακρὰν ὄντας διεσχοινισμένους τε τῆς δικαιοσύνης, τοῦτ' ἔστι, Θεοῦ, πρὸς αὐτὸν ἰέναι κελεύει. Ἔοικε δὲ ταῖς ὑποσχέσεσι τῆς μερικῆς σωτηρίας, καὶ τῆς καθόλου καὶ γενι- κωτάτης συναναπλέκειν τὴν δήλωσιν. Σέσωκε μὲν γὰρ ἐκ γῆς Χαλδαίων τοὺς ἐν τάξει δορυκτήτων εἰς αὐτὴν ἀπενηνεγμένους, καὶ μερικὸν ἐπικούρημα φαίη ἂν, οἶμαι, τὶς τουτὶ, γενικώτατον δὲ τὸ διὰ Χριστοῦ, ὃ καὶ ἀναδείξειν οὐκ εἰς μακρὰν τοῖς πάλαι κατεπηγγέλλετο. Ἤγγισα γὰρ, φησὶ, τὴν δικαιοσύ- νην μου, καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμοῦ οὐ μὴ βραδύνω. Ἐοικέναι δὲ τοῦτό φαμεν τῷ, Ἔτι μικρὸν ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. ∆έδοται δὲ ἐν Σιὼν ἡ σωτηρία τῷ Ἰσραὴλ εἰς δόξασμα. Καὶ Σιὼν ἐν τούτοις τὴν νοητὴν ὀνομάζει, τοῦτ' ἔστι, τὴν Ἐκ- κλησίαν Χριστοῦ, ἐν ᾗ τὴν αὐτοῦ σωτηρίαν ἐν δόξῃ δεχόμεθα πάντες ὅσοι τελοῦμεν εἰς τὸν νοητὸν Ἰσ- ραήλ. Ὥσπερ γὰρ Ἰουδαῖός ἐστιν οὐχ ὁ κατὰ σάρκα μόνον, ἀλλὰ γὰρ εἴ τις καὶ τῆς ἐν πνεύματι περιτο- 70.1001 μῆς ἠξίωται· οὕτως καὶ Ἰσραὴλ, οὐχ οἱ ἐξ αἵματος μόνον τοῦ Ἰσραὴλ γεγονότες, ἀλλὰ γὰρ καὶ ὅσοι νοῦν ἐσχήκασιν ὁρῶντα Θεὸν, οἳ καὶ εἰς τέκνα τέ- θεινται, καὶ κατ' ἐπαγγελίαν του Ἀβραὰμ, καὶ τούτους εἶναί φαμεν τὸν ἀληθέστερον Ἰσραήλ. 9Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, παρθένος θυ- γάτηρ Βαβυλῶνος· κάθισον εἰς τὴν γῆν [οὐκ ἔστι θρόνος· εἴσελθε εἰς τὸ σκότος], θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ, καὶ τρυφερά. Λάβε μύλον, ἄλεσον ἄλευ- ρον, ἀποκάλυψον τὸ κατακάλυμμά σου, ἀνακά- λυψαι τὰς πολιὰς, ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς. Ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου· φανήσονται οἱ ὀνειδισμοί σου. Τὸ δίκαιον ἐκ σοῦ λήψομαι.9 Εἰπὼν ὅτι ∆έδωκα τῷ Ἰσραὴλ σωτηρίαν εἰς δό- ξασμα, καὶ τὴν ἐκ τῆς