368
τὸν βασιλέα περὶ εἰρήνης, ὃ τῶν κινδύνων αὐτῷ ὁ φοβερώτατος ἐδόκει, ἐσκέψατο τρόπῳ δή τινι διαφθείρειν καὶ αὐτόν· καὶ τῶν συνειδότων τὰ ἀπόῤῥητα αὐτῷ τινας προσέπεμπε μηνύοντας δι' εὔνοιαν δῆθεν τῷ μεγάλῳ λογοθέτῃ, ὅτι βασιλὶς μάλιστα ὀργίζοιτο αὐτῷ, τὴν δὲ αἰτίαν ἀγνοεῖν. οἳ καὶ τοιαῦτα προσαγγέλλοντες ἐξε 2.495 φόβουν. ἔπειτα καὶ ὅρκους ᾐτοῦντο δῆθεν ὑπὲρ τοῦ μηθενὶ καταδήλους ποιεῖν τοὺς τὰ ἀπόῤῥητα μηνύσαντας. οὕτω μὲν οὖν ἐκεῖνοι ἐκακούργουν τὴν πεπλασμένην δήλωσιν τῶν ἀποῤῥήτων· Γαβαλᾶς δὲ οἰόμενος εἶναι ἀληθῆ τὰ εἰρημένα, πανταχόθεν ἐκυμαίνετο καὶ περιηντλεῖτο λογισμοῖς, καὶ σύννους καὶ ὠχρὸς ἐφαίνετο καὶ ταῖς φροντίσι συντετηκώς. δοὺξ δὲ ὁ μέγας, τῶν πραττομένων ἄγνοιαν ὑποκρινόμενος, ἠρώτα τὴν αἰτίαν τῆς συννοίας καὶ τῆς ὠχριάσεως. ὁ δὲ οὐδὲν ὑπωπτευκὼς περὶ ἐκείνου φαῦλον, οἷα δὴ κηδεστῇ καὶ ἀλγήσοντι ὑπὲρ ἐκείνου, πᾶν τὸ ἀπόῤῥητον ἐξέφαινε καὶ ἐπικουρίας τυχεῖν τινος ἐδεῖτο καὶ γνώμην εἰσηγεῖσθαι, ᾗ χρησάμενος ἔξω ἔσται τῶν κινδύνων. οὐδὲν γὰρ ἦν τὸ μέσον τοῦ ὑποπτευθῆναι τότε καὶ διαφθαρῆναι. δοὺξ δὲ ὁ μέγας ἔφασκε μὲν τοιαῦτα καὶ αὐτὸς ἀκηκοέναι περὶ αὐτοῦ, ἡγεῖσθαι δὲ μὴ ἀληθῆ, ὅμως ὑπετίθει τὴν οὐσίαν παρὰ τοῖς φίλοις ἐκτιθέναι. τὴν γὰρ πολιτευομένην νυνὶ παρὰ Ῥωμαίοις ἔφασκε συκοφαντίαν καὶ διαβολὴν πάντα ὁντινοῦν φυλάττεσθαι χρεών. καὶ γὰρ αὐτὸς τῶν κοινῶν ἁπάντων ἄρχων καὶ τῆς πρώτης παρὰ Ῥωμαίοις ἀπολαύων τιμῆς καὶ εὐπραγίας οὐ μάλιστα αὐτοῖς θαῤῥεῖν, ἀλλὰ τὰ πλείω καὶ πολυτελέστερα τῶν ὄντων, ἔν τε Ἐπιβάταις τῷ φρουρίῳ καὶ πρὸς τῷ ἐν Μαγκάνοις πύργῳ ἔχειν. αὐτὸν δὲ ἐπεὶ μὴ συμβαίη φρούριόν τι ἔχειν, ᾧ χρήσαιτο πρὸς τοιαύτας τῶν πραγμάτων μεταβολὰς, ἑτέρῳ τρόπῳ τινὶ τῆς οὐσίας προνο 2.496 εῖν, ἵν' εἴ τι συμβαίη δυσχερὲς, οὐ γὰρ μάτην παρὰ βασιλίδος ὑποπτεύεσθαι, τὴν γοῦν οὐσίαν ἔχῃ καὶ μὴ ἀμφοτέρων, οὐσίας τε ἅμα καὶ ἀρχῆς τῶν πραγμάτων, ἀποστερηθῇ. ὁ μὲν οὖν τοιαῦτα συνεβούλευε. λογοθέτης δὲ ὁ μέγας τὴν ἐπιβουλὴν μὴ συνιδὼν ἐπείθετό τε καὶ τὰ ὄντα πρὸς τοὺς φίλους ἐξετίθει. ὁ δ' αὐτίκα προσέπεμπε τοὺς βασιλίδι τὰ πραττόμενα μηνύσοντας, ὡς αὐτοῦ μὴ συνειδότος. παρῄνουν τε οἱ προσαγγέλλοντες, μὴ τοιαῦτα περιορᾷν· οὐ γὰρ ἐπ' ἀγαθῷ τὴν οὐσίαν τὸν μέγαν λογοθέτην ἐκτιθέναι, ἀλλ' ἢ στάσιν βουλεύεσθαι ποιεῖν ἐπὶ τῷ Καντακουζηνὸν βασιλέα δέχεσθαι, ἢ ἀφίστασθαι διανοεῖσθαι πρὸς ἐκεῖνον. ἡ βασιλὶς δὲ τὰ περὶ μεγάλου λογοθέτου εἰρημένα ἐξετάζουσα, ὡς ἐπυνθάνετο παρὰ πολλῶν εἶναι ἀληθῆ, κρύφα γὰρ παρὰ τῶν συνειδότων πρὸς πολλοὺς διεδόθη τὸ ἀπόῤῥητον, τοῦ μεγάλου δουκὸς οὕτω συσκευάσαντος, ἠγανάκτει καὶ ἀποστασίαν εἶναι ᾤετο τὸ πρᾶγμα φανερῶς, καὶ ἐβουλεύετο ὅ,τι δέοι χρῆσθαι τῷ μεγάλῳ λογοθέτῃ. ἐπεὶ δὲ ἤδη πέρας εἶχεν ἡ ἐπιβουλὴ, καὶ λογοθέτης τε ὁ μέγας πᾶσαν ἐκθέμενος τὴν οὐσίαν ἐκάθητο δεσμωτήριον περιμένων, καὶ ἡ βασιλὶς ὠργίζετο πρὸς τὴν ἀποστασίαν, πλασάμενος ὁ μέγας δούξ τινα τῶν δημοσίων χρείαν, εἰς Ἱερὸν τὸ πρὸς ἐμβολὰς τοῦ Πόντου ἀπέπλεε τριήρει, τοὺς δὲ πρῶτον τὴν βασιλίδος δῆθεν ὀργὴν μηνύσαντας τῷ μεγάλῳ λογοθέτῃ κατέλιπεν ἐπιθεῖναι τέλος τῇ ἐπιβουλῇ· προσελθόντες γὰρ ἐκεῖνοι αὖθις δεδα 2.497 κρυμένοι καὶ κατηφεῖς, ἐμήνυον ὡς ἐκείνῃ τῇ νυκτὶ πρὸς ἔσχατον κινδύνου ἥξει, βασιλίδος μάλιστα ἐξωργισμένης, καὶ πρόνοιάν τινα αὑτοῦ ἐκέλευον ποιεῖσθαι. τῆς αὐτῆς δὲ ὥρας καὶ ἑτέρους ἐκ συνθήματος παρεσκεύαζον, ἀφικνουμένους παρὰ τὴν οἰκίαν τὴν ἐκείνου, ἀνωνύμως οὕτως εἰ αὐτὸς αὐτόθι εἴη ἐρωτᾷν, ὥς τι δεινὸν τοῦ λόγου προσημαίνοντος. οὐ γὰρ εἰώθεσαν ἐκείνῳ πρότερον οὕτω προσφέρεσθαι Ῥωμαῖοι, ἀλλὰ πολλὴν τὴν θεραπείαν προσῆγον καὶ τὴν κολακείαν. Γαβαλᾶς δὲ ἤδη τὸν ὄλεθρον ἐκ πάντων τεκμαιρόμενος καὶ δείσας, μὴ καὶ παραπόλοιτο, τινῶν πρὸς ἔχθραν ἐπελθόντων, ὑπότρομος καὶ περιδεὴς εἰς τὸν τῆς θεοῦ Σοφίας γενόμενος νεὼν, οὐδ' οὕτω σώζεσθαι ἐπείθετο, ἀλλὰ φιλοψυχῶν πολλὰ, τὴν ἐσθῆτα ἀποδὺς, σχῆμα μοναχῶν περιεβάλετο, οὕτως οἰόμενος μόλις ἑαυτῷ τὴν σωτηρίαν