368
τολμῶν, ἐζήτει αὐτῇ ἐπιστῆσαί τινα. καὶ εκρινε μὲν τὸν ̓Αγρίππαν πρὸς αὐτὸ ἐπιτηδειότατον, βουληθεὶς δὲ καὶ μεῖζον αὐτῷ περιθεῖναι ἀξίωμα, ινα ἐκ τούτου ῥᾷον αὐτῶν αρχῃ, κατηνάγκασεν αὐτὸν τὴν γυναῖκα ἀφέντα τῇ αὐτοῦ θυγατρὶ συνοικῆσαι τῇ ̓Ιουλίᾳ, καὶ ἐς τὴν ̔Ρώμην αὐτίκα ἐπί τε τῷ γάμῳ καὶ ἐπὶ τῇ μεταχειρίσει τῆς πόλεως επεμψε, διά τε ταλλα καὶ οτι Μαικήνας ειπε τῷ Καίσαρι ὡς "τηλικοῦτον αὐτὸν πεποίηκας ωστε η γαμ2.442 βρόν σου γενέσθαι χρῆναι η φονευθῆναι." ̓Αγρίππας ουν οἰδοῦντα εὑρὼν ἐν τῇ ̔Ρώμῃ τὰ πράγματα κατεστήσατο. ὁ δ' Αυγουστος τὰ ἐν τῇ Σικελίᾳ διοικήσας εἰς τὴν ̔Ελλάδα ἐπεραιώθη, καὶ τὸ ̔Ελληνικὸν διαγαγὼν εἰς τὴν Σάμον επλευσε, κἀκεῖ χειμάσας εἰς τὴν ̓Ασίαν ἐν τῷ εαρι ἐκομίσθη, καὶ τά τε ἐκεῖ καὶ τὰ ἐν τῇ Βιθυνίᾳ διέταξε, καὶ τοὺς Κυζικηνοὺς ἐδουλώσατο, οτι ̔Ρωμαίους τινὰς μαστιγώσαντες εκτειναν· τὸ αὐτὸ δὲ καὶ τοῖς Τυρίοις καὶ τοῖς Σιδωνίοις ἐποίησεν, ἐν τῇ Συρίᾳ γενόμενος. ἡ ̓Ιουλία δὲ τὸν Γάιον ετεκε. καὶ ὁ Αυγουστος ἐθνῶν ἡγεμονίας τισὶ δεδωκὼς ἐπανῆλθεν εἰς Σάμον, κἀκεῖ καὶ αυθις ἐχείμασε καὶ πολλὰ διῴκησεν· ἀφίκοντο γὰρ ἐνταῦθα πρεσβεῖαι πλεῖσται· καὶ οἱ ̓Ινδοὶ τότε φιλίαν ἐποιήσαντο, δῶρα πέμψαντες αλλα τε καὶ τίγρεις, πρῶτον τότε ̔Ρωμαίοις ὀφθείσας. αυθίς τε στάσις ἐν τῇ ̔Ρώμῃ συνέβη καὶ σφαγαὶ γεγόνασι διὰ τὰς τῶν ὑπάτων ἀρχαιρεσίας. μαθὼν ουν ταῦθ' ὁ Καῖσαρ, καὶ συνιδὼν οτι οὐδὲν πέρας γενήσεται τοῦ κακοῦ, εἰς τὴν ̔Ρώμην ἠπείχθη καὶ αὐτὸς ἀπέδειξεν υπατον. ἐπεὶ δὲ ὑπαντῆσαι αὐτῷ πάντες παρεσκευάζοντο, νύκτωρ εἰς τὴν πόλιν ἀνεκομίσθη· ο καὶ πολλάκις ἐποίησε, καὶ ἐξιὼν τοῦ αστεος καὶ ἐπανιών, ινα μηδενὶ ὀχληρὸς ειη. ειτα τῶν τρόπων ἐπιμελητὴς καὶ τιμητὴς εἰς πενταετίαν παρακληθεὶς ἐχειροτονήθη, τὴν δὲ τῶν ὑπάτων τιμὴν διὰ βίου ελαβε. τινῶν δ' αἰτίας σχόντων ἐπιβουλεύειν αὐτῷ καὶ τῷ ̓Αγρίππᾳ, αλλους μέν τινας ἐδικαίωσε, τὸν δὲ Λέπιδον ἐμίσει μὲν καὶ δι' αλλα καὶ οτι ὁ υἱὸς αὐτοῦ ἐπεβούλευσεν αὐτῷ, οὐ μέντοι καὶ ἀποκτεῖναι ἠθέλησεν, ἀλλ' αλλοτε αλλως προεπηλάκιζε καὶ ἐχλεύαζεν. εθετό τε καὶ αλλους νόμους, καὶ τὸ τοὺς δεκάσαντάς τινας ἐπὶ 2.443 ταῖς ἀρχαῖς ἐς πέντε ετη αὐτῶν ειργεσθαι· τοῖς τε ἀγάμοις καὶ ταῖς ἀνάνδροις ἐπιτίμια εταξε, τοῦ δὲ γάμου καὶ τῆς παιδοποιίας αθλα εθηκε. κἀπειδὴ πολὺ πλεῖον τὸ αρρεν τοῦ θήλεος τοῦ εὐγενοῦς ην, ἐπέτρεψε καὶ ἀπελευθέρας τοῖς ἐθέλουσι πλὴν τῶν βουλευτῶν αγεσθαι, εννομον τὴν τεκνοποιίαν αὐτῶν ειναι κελεύσας. ἐπεὶ δὲ βρέφη τινὲς μνηστευόμενοι τὰς μὲν τῶν γεγαμηκότων ἐκαρποῦντο τιμάς, τὸ δ' εργον αὐτῶν οὐ παρείχοντο, προσέταξε μηδεμίαν ἰσχύειν μνηστείαν μεθ' ην οὐ δύο διελθόντων ἐτῶν γαμήσει τις, τοῦτ' εστι δεκέτιν πάντως ἐγγυᾶσθαι· δώδεκα δὲ ταῖς κόραις ετη εἰς τὴν τοῦ γάμου ωραν πλήρη νομίζεται. ὁ δὲ ̓Αγρίππας καὶ ετερον υἱὸν ἐκ τῆς ̓Ιουλίας ἐγείνατο, Λούκιον ὀνομασθέντα· ον Αυγουστος καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν Γάιον εἰσεποιήσατο, καὶ διαδόχους τῆς ἀρχῆς αὐτόθεν ἀπέδειξεν, ιν' ηττον ἐπιβουλεύηται. ἑστιώμενος δέ ποτε παρὰ Πωλίωνι, ἀνδρὶ πλουσίῳ μὲν σφόδρα, ὠμῷ δὲ λίαν καὶ ἀπηνεῖ, ἐπεὶ ὁ οἰνοχόος ἐκείνου κύλικα κρυσταλλίνην κατέαξε καὶ ἐς τὰς μυραίνας ὡρίσθη παρὰ τοῦ δεσπότου ἐμβληθῆναι, ετρεφε γὰρ ἐν δεξαμεναῖς τοιαύτας, ἀνθρώπους δεδιδαγμένας ἐσθίειν, καὶ τοὺς δούλους αὐταῖς ους ἐθανάτου παρέβαλλε, παρῃτεῖτο τὴν τιμωρίαν ὁ Καῖσαρ τοῦ οἰνοχόου· ὡς δ' οὐκ επειθε τὸν Πωλίωνα, "φέρε" φησίν "οσα τοιαῦτα εχεις ἐκπώματα η καὶ ετερα εντιμα, ιν' αὐτοῖς χρήσωμαι." κομισθέντα δὲ συνέτριψεν, εἰπὼν ινα μὴ διὰ ταῦτα ουτως κολάζοιντο ανθρωποι. ὁ δὲ Πωλίων πρὸς τὸ πλῆθος τῶν ἀπολωλότων τῆς μιᾶς ἐπελάθετο κύλικος, καὶ τὸν οἰνοχόον τιμωρήσασθαι μὴ δυνάμενος, οτι ἐπὶ πολλοῖς τὸ αὐτὸ ἐπεποιήκει ὁ Αυγουστος, καὶ ακων ἡσύχασεν. 2.444 ̓Αγρίππας δὲ νοσήσας ἐν Καμπανίᾳ ἀπέθανεν· ου ὁ Καῖσαρ παραγενόμενος τό τε σῶμα αὐτοῦ εἰς τὴν ̔Ρώμην ἐκόμισε καὶ ἐν τῇ ἀγορᾷ προθέμενος λόγον ἐπ' αὐτῷ ἀνέγνω καὶ τὴν ἐκφορὰν αὐτοῦ πολυτελῆ ἐποιήσατο καὶ ἐν τῷ ἑαυτοῦ μνημείῳ εθαψεν. ὁ δὲ τοῦ ̓Αγρίππου θάνατος