368
αδικος· αθλιος. η καὶ ὁ δύσφημος. sigma.1699 Σχῖνοσ. ὁ τρώκτης. καὶ τὸ φυτὸν, ο γίνεται ἐν τοῖς καθύδροις τόποις. εστι δὲ τὸ ενδον αὐτοῦ εὐστόμαχον. Σχολαίῳ. ἀργῷ. σχολαίῳ ποδί. Σχοῖνοσ. ειδος χόρτου. καὶ σχοινοφόρον πεδίον. (Θηλυκόν.) Σχαδόνεσ. τὰ τῶν κηφήνων κηρία. καὶ ζῶον απτερον καὶ απουν. Σχέσισ. κοινωνία δύο η πλειόνων πραγμάτων κατά τι. οιον ὁ ανθρωπος καὶ τόδε τὸ ζῶον σχέσιν εχει, καθὸ ζῶα ἀμφότερα. κατὰ τρόπους δὲ τέσσαρας γίνεται ἡ σχέσις. η γὰρ κατὰ τύχην, ὡς δεσπότης πρὸς δοῦλον· η κατὰ πρός τι, ὡς φίλος πρὸς φίλον· η κατὰ φύσιν, ὡς πατὴρ πρὸς υἱόν· η κατὰ τέχνην, ὡς μαθητὴς πρὸς διδάσκαλον. Σχετικὴ διαφορὰ ἐστὶν ἡ τὸ εν θέλημα γνώμης ἑτερότητι διατέμνουσα κίνησις. η γνώμης ἑτερότης, η θελημάτων ὁμοιότης. καὶ διαίρεσις διαθέσεως. Σχετικὴ ενωσις ἐστιν ἡ τὰς διαφόρους γνώμας εἰς εν συνάγουσα, η φιλικὴ συνδιάθεσις, η θελημάτων ὁμονοητικὴ σύμπνοιά τε καὶ ἐπίνευσις. σχετικὴ ενωσις ἐστὶν ἡ ἐξ ὑποστάσεως εἰς ολου τινὸς κατὰ δύναμιν γενομένη σύνθεσις· ητις τὴν τῶν μερῶν ἑαυτῆς μετὰ τὴν ενωσιν ἐν ειδει καὶ σχήματι σωζομένην οὐκ εχει τὸ σύνολον υπαρξιν, ἀλλ' ἠφανισμένην ὁμοῦ καὶ πεφυρμένην καὶ αγνωστον, καὶ τῶν κατ' αὐτὴν sigma.1700 συνδεδραμηκότων οὐδεμίαν οὐδαμῶς κέκτηται διαφορὰν, τὴν οὐσιώδη τούτων ἰδιότητα διασημαίνουσαν· οιον ὡς ἐπὶ τῶν κατὰ τάξιν ηχων η πραγμάτων ἐστὶν ἰδεῖν, καὶ πάντων ἁπλῶς ων κατὰ τέχνην ειρηται λόγος. ἐκεῖνα γὰρ ὑποστατικῶς οντα καὶ καθ' ἑαυτὰ γνωριζόμενα· πᾶν γὰρ τὸ αἰσθήσει ὑποπίπτον οὐσία πάντως μετά τινος η τινῶν ἰδιωμάτων ἐστὶν, οπερ ὑπάρχει σαφῶς ἡ ὑπόστασις· καὶ τὴν πρὸς αλληλα κατὰ σύνθεσιν ποιούμενα συνδρομὴν ἐξαφανίζει πάντῃ τὸ ἐν ῳ καθ' ἑαυτὰ οντα τὸ πρὶν ἐγνωρίζετο τὸ σχῆμα καὶ ειδος τῶν ὑποστατικῶν ἰδιωμάτων τελείως ἀπογινόμενον· καὶ αλλο παρ' ἐκεῖνο διὰ τῆς ἐν τῷ πυρὶ χώνης καὶ τήξεως ἀποτελεῖ, μηδεμίαν τοῦ προτέρου σημείωσιν η δήλωσιν καθ' ὁπωσοῦν παρεχόμενον. †ὁ γοῦν θεήλατος Νεστόριος τὴν μὲν καθ' ὑπόστασιν ενωσιν ἀπηρνεῖτο, ἐφλυάρει δὲ, οτι ἡ ἁγία Μαρία ἐγέννησε ψιλὸν ανθρωπον, πρὸς ον ειχεν ὁ θεὸς ἐξ αὐτῆς γεννήσεως φιλικὴν διάθεσιν. καὶ ὡμολόγει μὲν ενωσιν, οὐχ ὑποστατικὴν δὲ, ἀλλὰ σχετικήν. οθεν οὐ μίαν ὑπόστασιν ὁ δείλαιος ἐδογμάτιζεν, ἀλλὰ δύο διῃρημένας μετ' ἀλλήλων καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ τὴν ὑπόστασιν, ἡνωμένας δὲ ἀλλήλαις κατὰ φιλίαν, η ταυτοβουλίαν, η γνωμικὴν διάθεσιν, η οσα τοιαῦτα ἐληρῴδει ἐκεῖνος.† Σχίδαξ. τὸ σχίσμα. Σχίσισ. ἡ χώρισις. σχῆσις δὲ, ἡ κράτησις, ˉη. ἐκ τοῦ σχῶ, τὸ κρατῶ. sigma.1701 Σχοῖνοσ. τὸ σχοινίον. καὶ μέτρον γεωμετρικὸν ἑξήκοντα σταδίων, ως φησιν ̔Ηρόδοτος. Σχολή. ἡ φροντὶς, η τὸ μηδὲν δρᾷν, η καὶ τὸ περί τι σχολάζειν. καὶ ἀντὶ τοῦ βραδέως. σχολῇ γ' αν αλλό τι φανείη μέγα καὶ σπουδῆς αξιον. Σχέσισ. δύναμις συνδετικὴ τῶν ὁμογενῶν. Σχίδαξ. τὸ ἐσχισμένον ξύλον. παρὰ τὸ σχίζω. (Οὐδέτερον.) Σχέδοσ. παρὰ τὸ χέω, χέδος καὶ σχέδος, οἱονεὶ τὸ διαχέον καὶ διαμερίζον τὰς λέξεις. Σχέδιον. τὸ ἐξ ἑτοίμου πρόχειρον. η τὸ ἐν ὀλίγῳ καὶ σύντομον. †Σχέμα. τὸ οχημα.† Σχέτλιον. ὀδυνηρόν· λύπης αξιον. Σχετλιαστικὰ ἐπιῤῥήματα. τὰ ἐξ αὐτοπαθείας γινόμενα ἐπιφθέγματα. οιον, παπαὶ, ο ἐστι φεῦ. Σχῆμα. †τῶν μαθηματικῶν, σωμάτων ἀποπεράτωσις.† λέξεων ποσότης, ὑφ' ενα τόνον καὶ εν πνεῦμα ἀδιαστάτως ἀγομένη ἐν ἁπλότητι η συνθέσει. Σχιστά. οσα κατὰ μῆκος διαιρεῖσθαι δύνανται. Σχόλιον. ἡ ἑρμηνεία. διὰ τὸ κατὰ σχολὴν περιτίθεσθαι πρὸς σαφεστέραν ἑρμηνείαν τῶν δυσνοήτων νοημάτων η ῥημάτων. Σχοινίσματα. τὴν σκηνήν. τὴν ἐξ ἐθνῶν ἐκκλησίαν. τὸν κλῆρον. sigma.1702 Σχῆμα. τὸ μὴ μόνιμον η καὶ βέβαιον, ἀλλ' αχρις οψεως. καὶ ὁ ̓Απόστολος· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. ο ἐστι παρέρχεται. ( ̔Ρῆμα.) Σχεδιασθεῖσα. παραχρῆμα ῥηθεῖσα. Σχέθε. ἐκ τοῦ σχῶ γίνεται σχέθω. ὡς φλέγω φλεγέθω, ἀμύνω ἀμυνάθω. ὁ παρατατικὸς εσχεθον, εσχεθες, εσχεθε, καὶ τὸ προστακτικὸν σχέθε. καὶ κλίνεται αχρι τοῦ παρατατικοῦ. Σχετλιάζει. δυσφορεῖ. καὶ