369
ἐκπορίσειν· τοσοῦτον ἐξεπέπληκτο ταῖς ἀπειλαῖς καὶ τὰς φρένας κατεσείσθη. ὁ μέγας δὲ δοὺξ ἐπεὶ πύθοιτο πᾶσαν κατὰ νοῦν τὴν κακουργίαν ἀποβᾶσαν, ἐκ τοῦ Ἱεροῦ ἐπανελθὼν, αὐτίκα πρὸς τῆς τοῦ θεοῦ Σοφίας τὸν νεὼν ἀφῖκτο, καὶ τὸν μέγαν λογοθέτην εὑρηκὼς τὰ μοναχῶν ἠμφιεσμένον, ἐκόπτετο πολλὰ καὶ τὴν χηρείαν ἀπωδύρετο τῆς θυγατρὸς καὶ ἀπαραμύθητα ἐπένθει. λογοθέτης δὲ ὁ μέγας πολλοῖς παρεμυθεῖτο λόγοις, οὐδὲν καινὸν συμβεβηκέναι φάσκων, εἰ τῶν ἀνθρωπίνων ἀεὶ πραγμάτων ἄλλοτε ἄλλως φερομένων καὶ ἀστατούντων, νῦν 2.498 μὲν βελτιόνων, νῦν δὲ χειρόνων ἐπειράθη καὶ αὐτός· καὶ ἐδόκει τὸ πολὺ τῆς λύπης διὰ τὴν ἐκείνου παραμυθίαν ἀποτίθεσθαι. ὕστερον δὲ ὀλίγῳ πρὸς τὴν τῆς παμμακαρίστου μονὴν ὁ μέγας ἀφῖκτο λογοθέτης, τῆς βασιλίδος κελευούσης· φωραθεὶς δὲ διαδιδράσκειν μέλλων καὶ τὰ μοναχῶν ἀπαμφιέννυσθαι, εἰς δεσμωτήριον ἐνεβλήθη. οὕτω μὲν οὖν καὶ τοῦτον ἀπεσκευάσατο ὁ μέγας δοὺξ, μεγάλα μὲν πρὸς τὸν Καντακουζηνοῦ συναράμενον τοῦ βασιλέως πόλεμον, ἀξίων δὲ ἀπολελαυκότα παρ' ἐκείνου ἀμοιβῶν, ἧς ἐπήγαγεν ἀμυθήτου φθορᾶς ὁ πόλεμος Ῥωμαίοις. παʹ. Βασιλεὺς δὲ ὁ Καντακουζηνὸς πυθόμενος, ὡς βασιλὶς πρεσβείαν ποιοῖτο πρὸς Ὀρχάνην ἐπὶ συμμαχίᾳ, πέμψας καὶ αὐτὸς ἔπραττεν, ὅπως αὐτῷ μᾶλλον, καὶ μὴ Βυζαντίοις πρόσθοιτο. καὶ εἵλετο Ὀρχάνης τὴν πρὸς Καντακουζηνὸν τὸν βασιλέα μᾶλλον συμμαχίαν, καὶ πέμψας Χατζὴν τὸν εὐνοῦχον, ἐτέλει τὰς σπονδάς. ὄντος δὲ οὐ μακρὰν αὐτοῦ, ἀλλὰ τῆς ἐκ Παφλαγονίας ἄχρι Φρυγίας παραλίου ἄρχοντος, ῥᾳδίως μετεπέμπετο Καντακουζηνὸς ὁ βασιλεὺς τὴν συμμαχίαν ἡνίκα ἔδει· ὃ καὶ μάλιστα ἐκάκωσε τὰ πράγματα Ῥωμαίων. ὡς ἐπιπλεῖον γὰρ, καὶ βασιλέως μὴ δεομένου, περαιούμενοι οἱ Πέρσαι τὰς μήπω βασιλεῖ προσχωρησάσας πόλεις ἐκάκουν ὡς πολεμίας. τότε δὲ ἐκ τῆς Ὀρχάνη στρατιᾶς ἔχων συμμαχίαν, ταῖς πρὸς τὸν Πόντον πόλεσιν ἐπεστράτευσε καὶ εἷλε πάσας πλὴν Σωζοπόλεως. εἷλε δὲ καὶ τὴν ἐν 2.499 τῇ ∆έρκῃ τῇ λίμνῃ πόλιν καὶ φρούριόν τι ἕτερον οὐ μακρὰν Βυζαντίου, Ἐμπυρίτην προσαγορευόμενον· εἶτα ἀνέστρεφεν εἰς τὴν οἰκείαν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ Μανουὴλ ὁ νεώτερος τῶν βασιλέως υἱῶν Βεῤῥοίᾳ ἐνδιατρίβων, ὄναρ ἔγραφεν ἰδεῖν τοιοῦτον. ἐδόκει ἐπὶ κλίνης αὐτὸς ἑστάναι· βασιλέα δὲ τὸν πατέρα τήβεννον ἔχοντα καὶ χιτῶνα περιπόρφυρα καὶ ἱερατικὸν ἐπιτραχήλιον χρυσοῦν, πρὸς αὐτὸν ἐλθεῖν, δύο δὲ ἑτέρους ἑκατέρωθεν αὐτῷ παρέπεσθαι, ὧν ἅτερος μὲν οὐ γνώριμος ἦν, εἶχε δὲ τὸ προφήτου Ἠσαΐου βιβλίον ἀνεῳγμένον· Λαντζαρέτος δὲ ὁ δεύτερος τὸ βασιλέως ξίφος εἶχεν ἐν χερσί. βασιλέα δὲ κηρὸν αὐτῷ παρεσχημένον καὶ σφραγῖδα, ἄμφω ἐρυθρὰ, «σφράγισον» πρὸς τὸν υἱὸν εἰπεῖν. τοῦ δὲ σφραγίσαντος, ζῶντα λέοντα ἐντυπωθῆναι τῷ κηρῷ, ἄστρον λαμπρότατον τῷ δεξιῷ κατέχοντα ποδὶ καὶ πρὸς τῷ ὤμῳ ἕτερον μικρὸν ἔχοντα ἐγκεκολαμμένον ἄστρον. βασιλέα δὲ εἰπεῖν «ἀνάστησον αὐτόν.» ἀναστήσαντος δὲ τοῦ υἱοῦ, τὸν τὸ βιβλίον Ἠσαΐου κατέχοντα εἰπεῖν, «ὁ θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξαν μονοκέρωτος αὐτοῦ ἔδεσθαι ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ ταῖς βολίσιν αὐτῶν κατατοξεύσει καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ. ἀνακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οἱ εὐλογοῦντές σε εὐλογημένοι, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» ταῦτα δὲ ἐδόκει τῷ βιβλίῳ ὄντα ἐγγεγραμμένα ἀναγινώσκειν. βασιλεὺς δὲ αὖθις τῷ υἱῷ προσ 2.500 έταττε σφραγῖσαι. σφραγίσαντος δὲ, πάρδαλις ἐξῆλθε ζῶσα, καὶ χάρτην εἶχε θατέρῳ τῶν ποδῶν, ᾧ ἐνεγέγραπτο, ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλις, καὶ ἐξουσία ἐδόθη αὐτῷ. κελεύσαντος δὲ βασιλέως τῷ κατέχοντι τὸ βιβλίον τοῦ θηρίου τὴν προφητείαν λέγειν, τὰ ἴσα εἶπε. βασιλεὺς δὲ καὶ τρίτον ἐκέλευε σφραγῖσαι τῷ υἱῷ· καὶ σφραγίσαντος, ἐξῆλθε γαλῆ ζῶσα καὶ αὐτὴ, τὴν γλῶτταν δὲ τῶν ὀδόντων προβεβλημένη, ἐδόκει λείχειν τὴν γῆν. τοῦ βασιλέως δὲ υἱοῦ εἰς ὕψος αἴροντος, ἡ γλῶσσα τῆς γαλῆς μηκύνεσθαι ἐδόκει καὶ τὴν γῆν ὡσαύτως περιλείχειν. ὁ τὸ βιβλίον δὲ κατέχων, βασιλέως κελεύοντος, τὴν προφητείαν λέγειν· «ἰδοὺ θηρίον»