369
κοινόν τι τοῖς ̔Ρωμαίοις πένθος ἐγένετο. τά τε γὰρ αλλα αριστος τῶν καθ' ἑαυτὸν ἀνθρώπων ἐγένετο καὶ τῇ τοῦ Αὐγούστου φιλίᾳ πρὸς τὸ ἐκείνου καὶ πρὸς τὸ κοινῇ συμφέρον ἐκέχρητο, καὶ πᾶσαν τὴν ἑαυτοῦ σοφίαν καὶ ἀνδρείαν εἰς τὰ λυσιτελέστατα παρέχων τῷ Καίσαρι πᾶσαν τὴν παρ' ἐκείνου καὶ δύναμιν καὶ τιμὴν εἰς τὸ τοὺς αλλους εὐεργετεῖν ἀνήλισκεν· οθεν ουτ' αὐτῷ ἐπαχθὴς ουτε τοῖς αλλοις ἐπίφθονος ἐχρημάτισε. τούτου μεταλλάξαντος, ἐπεὶ συνεργοῦ πρὸς τὰ πράγματα ἐδεῖτο, τὸν Τιβέριον καὶ ακων προσείλετο· οἱ γὰρ τοῦ ̓Αγρίππου υἱοί, εγγονοι δ' αὐτοῦ, ἐν παισὶν ετι ἐτέλουν. καὶ ἀποσπάσας ἐκείνου τὴν γυναῖκα, θυγατέρα ουσαν ̓Αγρίππου ἐξ αλλης γαμετῆς, τὴν ̓Ιουλίαν αὐτῷ ἐνεγύησεν. ειτα διά τε τούτου καὶ διὰ τοῦ ∆ρούσου καὶ διὰ Πείσωνος Λουκίου πολλὰ τῶν ἐθνῶν ὑπηγάγετο. ἀργύριον δὲ τῆς τε βουλῆς καὶ τοῦ δήμου εἰς εἰκόνας αὐτοῦ συνενεγκόντων, ἑαυτοῦ μὲν οὐδεμίαν εστησεν, ̔Υγιείας δὲ δημοσίας καὶ ̔Ομονοίας καὶ Εἰρήνης εἰκόνας εἰργάσατο. καὶ ἐν αὐτῇ τῇ πρώτῃ τοῦ ετους ἡμέρᾳ αὐτῷ ἐκείνῳ προσιόντες οἱ μὲν πλεῖον, οἱ δ' ηττον ἐδίδοσαν, καὶ ος προστιθεὶς ετερον τοσοῦτον η καὶ πλέον ἀντεδίδου, οὐ μόνοις τοῖς βουλευταῖς, ἀλλὰ καὶ τοῖς αλλοις. τέθνηκε δὲ τότε καὶ ἡ ἀδελφὴ αὐτοῦ ̓Οκταβία, καὶ αὐτός τε ἐπ' αὐτῇ δημοσίᾳ προτεθείσῃ ἐπιτάφιον ειπε καὶ ὁ ∆ροῦσος· καὶ οἱ βου2.445 λευταὶ πενθήρεις χιτῶνας ελαβον, δημοσίᾳ τὸ πένθος ποιήσαντες. Τῷ δ' ἐχομένῳ ετει ὁ ∆ροῦσος ὑπατεύσας κατ' ἐθνῶν τινων ἐξεστράτευσε. καί τινα χειρωσάμενος προσωτέρω χωρεῖν ἐπεχείρησε. καὶ γυναικί τινι μείζονι η κατὰ ἀνθρώπου φύσιν ἀπήντησεν ἀπιών, η "ποῖ δῆτα ἐπείγῃ, ∆ροῦσε ἀκόρεστε" λέγειν αὐτῷ εδοξεν· "οὐ πάντα σοι ταῦτα ἰδεῖν πέπρωται. ἀλλ' απιθι· ηδη γάρ σοι καὶ ἡ τοῦ βίου καὶ ἡ τῶν εργων πάρεστι τελευτή." ὑποστρέφοντι δ' ἐκεῖθεν αὐτῷ νόσος ἐνέσκηψεν, ἐξ ης ἐτελεύτησε. πυθόμενος δ' ὁ αὐτοκράτωρ οτι νοσεῖ, τὸν Τιβέριον κατὰ τάχος επεμψεν· ος εμπνουν τε αὐτὸν ευρε καὶ θανόντα ἐς τὴν ̔Ρώμην ἐκόμισε. καὶ ἐν τῇ ἀγορᾷ προτεθέντα ο τε Αυγουστος καὶ ὁ Τιβέριος ἐπιταφίοις ἐπῄνεσαν. Νόμους δὲ μετὰ ταῦτα ὁ Καῖσαρ εἰσήνεγκε, καὶ τοῖς βουλευταῖς αὐτοὺς ἀναγνῶναι ἐπέτρεψεν, οπως, εἰ μή τι ἀρέσκει η αμεινόν τι νοήσουσιν, ειπωσιν. ουτω γὰρ δημοκρατικὸς ἠξίου ειναι ωστε τινὸς τῶν συστρατευσαμένων αὐτῷ συνηγορήματος παρ' αὐτοῦ δεηθέντος, τῶν φίλων τινὰ συνειπεῖν αὐτῷ επεμψεν, ὡς αὐτὸς οὐκ αγων σχολήν, ἐπεὶ δὲ ὁ τῆς συνηγορίας δεόμενος ἀχθεσθεὶς εφη "ἐγὼ δ' ὁσάκις ἐπικουρίας ἐδεήθης οὐκ αλλον ἀντ' ἐμαυτοῦ επεμψα, ἀλλ' αὐτός σου προεκινδύνευσα," εἰς τὸ δικαστήριόν τε ἐφοίτησε καὶ αὐτῷ συνηγόρησεν. αἰτιαθέντων δέ τινων ἀρχόντων ὡς ἐκ δεκασμοῦ τὰς ἀρχὰς λαβόντων, ουτ' ἐξήλεγξε καὶ προσεποιήσατο μηδὲ γνῶναι τοῦτο· ουτε γὰρ κολάσαι τινὰς διὰ τοῦτο ουτε συγγνῶναι ἐλεγ2.446 χθεῖσιν ἠθέλησε. τὴν δ' ἡγεμονίαν καίπερ, ὡς ελεγεν, ἀφιείς, ἐπειδὴ καὶ τὰ δεύτερα δέκα ετη παρῆλθον, ακων δῆθεν αυθις ἐδέξατο, ὡς ἐπὶ τοὺς Κελτοὺς στρατεύσων. καὶ αὐτὸς μὲν οικοι κατέμεινεν, ἐπ' ἐκείνους δὲ τὸν Τιβέριον επεμψεν. ον ἐπανελθόντα αὐτοκράτορά τε ἀνεῖπε καὶ υπατον αυθις ἀπέδειξε καὶ τοῖς ἐπινικίοις ἐσέμνυνεν. αὐτὸς δὲ τὸν Σεξτίλιον καλούμενον μῆνα Αυγουστον ἀντωνόμασε. Τοῦ δὲ Μαικήνου τελευτήσαντος ηλγησε· πολλὰ μὲν γὰρ καὶ αλλα ὑπ' αὐτοῦ ωνητο, μάλιστα δὲ τῆς ὀργῆς, οτε ἀκρατέστερον αὐτῇ ἐκέχρητο, παρελύετο καὶ μετήνεκτο πρὸς τὸ ἠπιώτερον. τεκμήριον δέ, δικάζοντός ποτε καὶ πολλὰς ἀποφηναμένου ψήφους θανατικάς, ἐπεχείρησε μὲν ὁ Μαικήνας διώσασθαι τοὺς περιεστῶτας καὶ ἐγγὺς αὐτῷ προσελθεῖν, μὴ δυνηθεὶς δὲ εγραψεν ἐν χάρτῃ μικρῷ "ἀνάστα, δήμιε," καὶ αὐτὸ εἰς τὸν κόλπον αὐτοῦ ερριψεν· ο ἐπελθὼν ἐκεῖνος εὐθὺς ἀνέστη καὶ τὰς ψήφους ἠκύρωσεν ας τηνικαῦτα ην ψηφισάμενος. οὐ γὰρ ἠγανάκτει διορθούμενος ὑπὸ τῶν φίλων, ἀλλὰ εχαιρε. μέγιστον δὲ τῆς ἀρετῆς τοῦ Μαικήνου δεῖγμα, οτι τῷ τε Αὐγούστῳ πρὸς τὰς ὁρμὰς αὐτοῦ ἀνθιστάμενος ᾠκείωτο καὶ τοῖς αλλοις απασιν