369
ἀντὶ τοῦ δυσφημεῖ. Σχήσειν. κωλύσειν. Σχίνεσθαι. λευκαίνεσθαι. ἀπὸ τοῦ σχίνου, ος διαμασσώμενος λευκαίνει τοὺς ὀδόντας. Σχοίησ. λάβῃς. δύνασαι. καὶ σχεῖν. Σχῶ. τὸ κρατῶ. ( ̓Επίῤῥημα.) Σχεδόν. πλησίον· πέλας· η ἐκ χειρός. παρὰ τὸ σχέσιν εχειν αλλο πρὸς αλλο. Σχολῇ. βραδέως· μόλις. Τὸ Σ μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) †Σῶκοσ. Κουρήτων πατήρ.† sigma.1703 Σῶκοσ. †τὸ σωκάριον.† ἐπίθετον τοῦ ̔Ερμοῦ. ητοι ὁ ἰσχυρός. Σῶοσ. ὁ ὑγιής. ∆ίδυμος σὺν τῷ ˉι λέγει. ἀπὸ τοῦ ὁ σῶς τοῦ σῶς γίνεται σῷος. τὰ γὰρ ἀπὸ τῶν εἰς ˉωˉς διὰ τοῦ ῶος παραγόμενα σὺν τῷ ˉι γράφεται. οιον ηρως ἡρῷος, Μίνως Μινῷος. ουτως ουν καὶ σὼς σῷος. Σωπάτηρ· Σώπατρος· Σώπιθοσ. κύρια. Σώπολισ. κύριον. Σώρανος· Σωρᾶς· Σώρηξ. κύρια. Σωρόσ. τὸ πλῆθος. καὶ σωρεός. ἀπὸ τοῦ ἐν αὐτῷ σωρεύεσθαι τὰ σώματα. η παρὰ τὸ εσω ὠρεῖν, ο ἐστι φυλάσσειν, σωρεύω. σωρεύω, σωρεὸς, ὡς φωλεύω, φωλεὸς, καὶ λοχεύω, λοχεός. ωστε τὸ σωρεὸς οὐκ ἀπὸ τοῦ σωρὸς ἐν πλεονασμῷ, ἀλλὰ τὸ σωρὸς ἀπὸ τοῦ σωρεὸς κατὰ ενδειαν. σορὸς δὲ, ἡ τῶν λειψάνων, μικρόν. παρὰ τὸ σεσηρέναι τὰ σώματα ἐν αὐτῷ. η παρὰ τὸ ειρω, τὸ κωλύω, σορὸς, ὁ κωλυτικός. Σωρόσ. τὰ εἰς ˉρˉοˉς λήγοντα δισύλλαβα τῷ ˉω παραλήγοντα, μὴ οντα ἐπίθετα, βαρυτονεῖται. sigma.1704 Ωρος· ∆ῶρος· Φλῶρος· Βῶρος. σεσημείωται τὸ Σωρὸς ὀξυνόμενον. τὰ δὲ ὀξυνόμενα ἐπιθετικά εἰσι. χλωρός· μωρός· ψωρός. Σωσίας· Σωφάρ· Σωφάσ. ὀνόματα κύρια. Σωφρονιστήσ. νουθετητής. καὶ σωφρονιστῆρες οἱ εσωθεν τῶν αλλων ὀδόντων, διὰ τὸ φύεσθαι παρὰ τὴν τοῦ φρονεῖν ωραν, παρὰ τὸ εἰκοστὸν ετος. καὶ ̓Αριστοτέλης καλεῖ αὐτοὺς κρατῆρας. Σώφρων. ὁ ὑγιὴς τὸν νοῦν. καὶ ὁ ̓Απόστολος· ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν. (Θηλυκόν.) Σωλεά. ἡ τοῦ οικου. Σωρήχ. ἐκλεκτή. ὡς τὸ, αμπελος σωρήχ. *κατὰ Σύμμαχον ἐκλεκτήν.* Σώρα. πόλις. Σωρεῖτισ. διάνοια ἀπὸ ὀνόματος. Σωρεία. τὸ πλῆθος. Σωσάννα. κύριον. †Σώσπα. σωτηρία.† Σώτειρα. ἡ σώζουσα. Σωφανηνή. τόπος. sigma.1705 Σωφροσύνη. καθαρότης. ἐγκράτεια. σωφροσύνης εργον ἐστὶ τὸ βλέπειν ἀπαθῶς τὰ πράγματα, κινοῦντα ἐν ἡμῖν φαντασίας ἀλόγους. (Οὐδέτερον.) Σωκάριον. ἡ σχοῖνος. Σώμανα. τόπος. Σῶμα. κατὰ μὲν τοὺς εξω πᾶν τὸ τριχῆ διάστατον, ηγουν τὸ εχον μῆκος καὶ πλάτος καὶ βάθος ητοι πάχος. κατὰ δὲ τὴν ἐκκλησιαστικὴν παράδοσιν πᾶν τὸ ἐκ μὴ οντος εἰς τὸ ειναι γινόμενον. καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια. τὰ ουν ἐπουράνια οὐκ εχουσι πάχος. καὶ πᾶσα μὲν σὰρξ σῶμα λέγεται, οὐ πᾶν δὲ σῶμα σὰρξ ὀνομάζεται· οἱ γὰρ ἀστέρες σώματα ἐπουράνια ειρηνται, οὐ μὴν καὶ σάρκες ἐπουράνιαι. διττῶς δὲ ειρηται τὸ σῶμα· ποτὲ μὲν ὑλικὸν, ποτὲ δὲ λεπτόν. σῶμα ὑλικόν ἐστι τὸ δι' ἁφῆς καὶ κρατούμενον καὶ φθορᾷ ὑποκείμενον· σῶμα δὲ λεπτόν ἐστι τὸ ἀνέπαφον καὶ ἀψηλάφητον. δεῖ δὲ εἰδέναι, οτι πᾶν σῶμα ἀνθρώπινον ἐκ τῶν τεσσάρων στοιχείων συνίσταται, τὰ δὲ τῶν ζώων σώματα ἐκ τῶν τεσσάρων χυμῶν. στοιχεῖα δέ εἰσι ταῦτα· γῆ, ητις ἐστὶ ξηρὰ καὶ ψυχρά· υδωρ, οπερ ἐστὶ ψυχρὸν καὶ ὑγρόν· ἀὴρ, ος ἐστι θερμὸς καὶ ὑγρός· πῦρ, ο ἐστι θερμὸν καὶ ξηρόν. χυμοὶ δὲ τέσσαρες ουτοι εἰσίν· μέλαινα χολὴ, αιμα, φλέγμα, καὶ ξανθὴ χολή. ἀναλογοῦσι δὲ τοῖς τέσσαρσι στοιχείοις· ἡ μὲν μέλαινα χολὴ τῇ γῇ· ξηρὰ γάρ ἐστι καὶ ψυχρά· τὸ φλέγμα τῷ υδατι· ψυχρὸν γάρ ἐστι καὶ ὑγρόν· τὸ αιμα τῷ ἀέρι· ὑγρὸν γάρ ἐστι καὶ θερμόν· ἡ δὲ ξανsigma.1706 θὴ χολὴ τῷ πυρί· θερμὴ γάρ ἐστι καὶ ξηρά. ἰστέον δὲ καὶ τοῦτο, οτι οἱ μὲν καρποὶ ἐκ τῶν στοιχείων συνίστανται, οἱ δὲ χυμοὶ ἐκ τῶν καρπῶν· τὰ δὲ τῶν ζώων σώματα ἐκ τῶν χυμῶν, καὶ εἰς αὐτὰ ἀναλύεται· πᾶν γὰρ συντιθέμενον εἰς τὰ αὐτὰ ἀναλύεται, ἐξ ων συνετέθη. Σῶμα. πᾶν τὸ θεωρούμενον η καὶ κρατούμενον ὑπὸ τῆς ἁφῆς τοῦ ἀνθρώπου σῶμα λέγεται· οιον λίθος. πᾶν δὲ θεωρούμενον, μὴ κρατούμενον δὲ, λέγεται πρᾶγμα· ὡς ὁ ἀὴρ, ὁ καπνὸς, ὁ αἰθήρ. καὶ πᾶν τὸ μήτε θεωρούμενον μήτε κρατούμενον ὑπὸ τῆς ἁφῆς τοῦ ἀνθρώπου, ἀλλὰ τὸ νῷ, λέγεται πνεῦμα, οιον θεὸς, αγγελος, ψυχή. Σῶμα μαθηματικόν. τὸ μῆκος καὶ τὸ πλάτος καὶ βάθος εχον, μὴ μέντοι ἁφῇ καὶ θέᾳ ὑποπίπτον. Σῶμα. πᾶν τὸ τεθνηκός. τὸ δὲ ζῶν