369
τετρὰς ἡ Τριάς, προσθήκην δεξαμένη, ὅπερ ἐστὶν ἀσεβές. εἰ δὲ καὶ ἰδιαζόντως ἔχει τὸ λατρευτὸν ἡ εἰκὼν Χριστοῦ, καὶ οὕτω δύο λατρεῖαι εὑρισκόμεναι εἰς κτισματολατρείαν ἡμᾶς ἀγάγοιεν ἐπ' ἴσης τῆς τῶν Ἀρειανῶν αἱρέσεως. Ἀλλ' ἄπαγε τοῦ ἀσεβοῦς φρονήματος. σὲ δὲ ὁ ἀγαθὸς θεὸς ἡμῶν περιφυλάξειεν ἀσινῆ καὶ ἀπρόσκοπον τῇ τε ὀρθοδόξῳ πίστει καὶ τῇ σεμνοπρεπεῖ πολιτείᾳ, ἣν διὰ παρθενίας προείλου πρὸς εὐαρέστησιν Κυρίου. 552 {1.................... [Λύσεις διαφόρων κεφαλαίων]}1 Ἐρώτησις. περὶ πρεσβυτέρου, διακόνου τε καὶ ἀναγνώστου, ἐσχηκότων φρόνημα ὀρθόν, τοῖς αἱρετικοῖς δὲ κοινωνησάντων ἐξ ἀνθρωπίνου φόβου, εἰ χρὴ προσφορὰν ὑπὲρ αὐτῶν ποιεῖν ἢ παννυχίδα ἢ εὐχήν. Ἀπόκρισις. εἰ μέχρις ἀποβιώσεως κοινωνοῦντες τοῖς αἱρετικοῖς διέμειναν, οὐδαμῶς· εἰ δὲ ἐν τῇ ἐξόδῳ καὶ μετεμελήθησαν καὶ ὡμολόγησαν φόβῳ κεκρατῆσθαι, καὶ τρίτον, εἰ ἐκοινώνησαν τῶν ὀρθοδόξων ἁγιασμάτων, συγχωρητέον γίνεσθαι ἐπ' αὐτοῖς τὰ προειρημένα. Ἐρώτησις. περὶ μοναχῶν καὶ μοναζουσῶν, ὁμοίως τῇ κοινωνίᾳ τῶν αἱρετικῶν ἀποβιωσάντων. Ἀπόκρισις. ἡ προειρημένη ἀπόκρισις φυλαττέσθω καὶ ἐπὶ τοῖσδε, ὁμοίως καὶ ἐπὶ λαϊκῶν, ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων, εἴρηται δὲ ταῦτα περὶ τῶν τεθνεώτων. εἰ γὰρ ἔτι ζῶν ἐστιν ἐκ πάντων τῶν προειρημένων καὶ μεταμέλοιτο, ἔξω ῥίπτων τὸν φόβον ἀπὸ τοῦ δεῦρο καὶ αἱρούμενος ὑπὲρ τοῦ ἀγαθοῦ κακοπαθεῖν, εἰ μὲν πρεσβύτερος ἢ διάκονος, εἰργέσθω τῆς ἱερουργίας ἕως συνόδου ὀρθοδοξίας, μετὰ δὲ ἐπιτιμίαν τὴν προσήκουσαν μετεχέτω τῶν ὀρθοδόξων ἁγιασμάτων, ἡ δὲ δύναμις τῆς ἐπιτιμίας ἀμεθεξία ἐστὶ τῶν ἁγιασμάτων καθ' ὃν καιρὸν ἢ καιροὺς ὁ ἐπιτιμῶν οἰκονομοίη· οὐ γὰρ ὁριστικῶς ἔστιν ἀποφήνασθαι διὰ τὸ ἄλλον ἄλλου διαφέρειν καὶ προσώπῳ καὶ γνώσει καὶ σπουδῇ καὶ ἡλικίᾳ. εἰ δὲ μονάζων εἴη ἢ ἀναγνώστης ἢ μονάζουσα, τοῦ ἐπιτιμίου πληρουμένου εὐθὺς διδόσθω ἡ θεία μέθεξις, ὡσαύτως καὶ ἐπὶ λαϊκῶν, ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων. δῆλον δὲ κἀν τούτοις διαφορότης κατά τε πρόσωπον καὶ τὸ ἀξίωμα καὶ ἡλικίαν, ὡς καὶ μιᾷ τεσσαρακοστῇ ἱκανοῦσθαι τὴν ἐπιτιμίαν τῷ λαμβάνοντι· φανερὸν δὲ ὅτι τὸ ἐπιτίμιον τῆς ἀμεθεξίας τῶν ἁγιασμάτων συνεπιλαμβάνεται καὶ προσευχῶν καὶ γονυκλισιῶν καὶ ἐγκρατείας βρωμάτων κατὰ τὴν ὑποκειμένην φύσιν τοῦ ἐπιτιμωμένου. Ἐρώτησις. περὶ τοῦ διδόναι δῶρα ἐν μοναστηρίοις ἀνδρείοις τε καὶ γυναικείοις. Ἀπόκρισις. δοτέον, εἰ εἰσὶ πεφυλαγμένοι τῆς αἱρετικῆς κοινωνίας. Ἐρώτησις. περὶ τοῦ ἀφ' ἑαυτῶν κοινωνεῖν ἢ μονάζοντας ἢ μοναζούσας τῶν ἁγιασμάτων. Ἀπόκρισις. οὐκ ἐξὸν ἅπτεσθαι οὐδὲ τῶν θείων ἀναθημάτων τοὺς ἔξω ἱερωσύνης, πλὴν εἰ μή τι κατὰ πᾶσαν ἀνάγκην, μὴ εὑρισκομένου πρεσβυτέρου ἢ διακόνου, ἀφ' ἑαυτῶν μετέχειν τοῦ δώρου. τοῦτο δὲ πῶς; τιθεμένης βίβλου ἱερᾶς καὶ ἐφαπλουμένης ὀθόνης καθαρᾶς ἢ ἱερᾶς ἐπικαλυμματίδος, ἐκεῖσε τοῦ δώρου ἀπὸ χειρὸς σὺν φόβῳ προτεθέντος, μετὰ τὴν ὑμνῳδίαν ἀπὸ στόματος ληπτέον, εἶθ' οὕτως διακλύσεως οἴνου γινομένης τῷ μεταλαμβάνοντι. Ἐρώτησις. περὶ λαϊκῶν ἀνδρῶν τε καὶ γυναικῶν ὀρθοδόξων ἐξ ὀρθοδόξου κοινωνούντων, φόβῳ δὲ ἀνθρωπίνῳ τἆλλα πάντα τοῖς αἱρετικοῖς συναναμιγνυμένων, πῶς χρὴ τοὺς ἀκριβευομένους περὶ αὐτῶν ἔχειν. Ἀπόκρισις. ἀπὸ μὲν ἱερατικοῦ, ἤγουν πρεσβυτέρου καὶ διακόνου, μονάζοντός τε καὶ μοναζούσης, ἀφεκτέον συνεσθίειν τὸν ἠκριβωμένον, οὐκ οἶδα εἰ μή τι οἰκονομίας τρόπῳ, καὶ τοῦτο σπανιώτερον, ἀπὸ δὲ τῶν λαϊκῶν ἀδιάφορον τὸ συνεσθίειν. κἂν τύχῃ πολλάκις καὶ κοινωνεῖν αὐτὸν φόβῳ τῇ αἱρέσει, ἔχοντα δὲ ὅμως ὀρθόδοξον τὸ φρόνημα, πλὴν ἵνα μὴ ἀκόλαστον εἴη τὸ ἁμάρτημα, μικρὸν ἐπιτίμιον ἐπιδιδόσθω τοῖς ἀδιαφοροῦσιν ἐκ φόβου τοῖς αἱρετικοῖς· τὸ δὲ ἐπιτίμιον γονυκλισίαι πεντεκαίδεκα, εὐχαὶ ὡσαύτως "4Κύριε, συγχώρησόν μοι τὴν ἁμαρτίαν"5, "4Κύριε, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ"5, "4Κύριε, ἐλέησόν με"5 ἀπὸ πεντήκοντα ἤτοι ἑκατόν. Ἐρώτησις. εἰ χρὴ τοῖς συμψάλλουσι τοῖς αἱρετικοῖς,