Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
χεῖρα πεσεῖν ἐχθρῶν, ἐλεῆσαι γὰρ ὡς ἰσοστάθμους τῶν αὐτῷ πεπλημμελημένων ἐκτετικό- τας δίκας, μᾶλλον δὲ καὶ πέρα τούτου κεκολασμέ- νους. Ἔφη γάρ που περὶ αὐτοῦ· "6Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου τὰ ἁμαρτή- ματα αὐτῆς."6 Οὐκοῦν Ὁ ῥυσάμενός σε, φησὶ, Κύ- ριος Σαβαὼθ, ᾧ καὶ ὄνομα Ἅγιος Ἰσραὴλ, εἶπεν, Οὐκέτι παραδοθήσῃ πονηροῖς, καὶ ἀφιλοικτείρμοσιν ἀνθρώποις, δῆλον δὲ ὅτι τοῖς πάλαι νικήσασιν, ἐπεί- τοι Θεὸς ὠργίζετο, καὶ φειδοῦς καὶ ἀγάπης ἔρημον ἠφίει τὸν Ἰσραὴλ, τραπομένους ὁρῶν εἰς ἀπόστασιν καὶ ἀσχέτως ἰόντας ἐπὶ τὸ χρῆναι δρᾷν, ἃ τοῖς θείοις αὐτοῦ διαβέβληται νόμοις. 9Κάθισον, κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων· οὐκέτι μὴ κληθήσῃ Ἰσχὺς βασιλείας. Παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμία- νας τὴν κληρονομίαν μου. Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν 70.1005 σφόδρα, καὶ εἶπας· Εἰς τὸν αἰῶνα ἔσομαι ἄρ- χουσα. Οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατά σου.9 ∆ικαίᾳ ψήφῳ πανταχοῦ κεχρημένον ἑαυτὸν δει- κνύει, καὶ δίκας ἐπάγοντά τισιν οἷς ἂν πλημμελεῖεν, τὰς ἰσοῤῥόπους. Πλεῖστα γὰρ ἦν ὅσα τὰ ἐγκλήματα τῶν Βαβυλωνίων, καὶ γράφεται μὲν αὐτοὺς ἐπὶ πολλῇ λίαν ὠμότητι καὶ ἀπανθρωπίᾳ, καταδείκνυσι δὲ καὶ ἀλαζόνα, καὶ ταῖς ἰδίαις δυνάμεσιν ἀσυνέτως ἐπιθαρ- σήσασαν, ὥστε καὶ οἴεσθαι τὴν ἐπὶ τὰ χείρω μετα- βολὴν κατ' οὐδένα τρόπον ὑποστήσεσθαί ποτε. Οὐκ- οῦν ὅταν, φησὶν, ὑπομείνῃς τὴν ἅλωσιν, τότε κατα- νενυγμένη κάθισον. Τὸ δὲ, κατανενυγμένη, φησὶν, ἀντὶ τοῦ, νοήσασα, κἂν γοῦν ὀψέ ποτε, καὶ μάλιστα κατὰ σαυτήν· δέχου δὲ σκοτοδινίαν. Ἔφη γὰρ ὅτι τὰ ἀνήκεστα τῶν κακῶν σκότον ὥσπερ τινὰ καταχέει τοῦ νοῦ, καὶ οἷον κόνις ἐμπίπτει ταῖς ψυχαῖς. Οὐκέτι τοίνυν, φησὶ, κληθήσῃ Ἰσχὺς βασιλείας. Ὠνομάζετο γὰρ οὕτως ἡ Βαβυλὼν, ἅτε δὴ καὶ πληθὺν ἔχουσα τὴν ἀριθμοῦ κρείττονα, καὶ χεῖρα μαχιμωτάτην, καὶ ἀποχρῶσαν εἰς ἀντίστασιν, εἰ δή πού τινες εἶεν οἱ ἀνθιστάμενοι, καὶ ἀντεξάγοντες τοῖς τὸ κρατεῖν ἔχουσι παρ' αὐτοῖς. Εἶτα ποία τις ἦν ἡ πρόφασις τοῦ κατ- επαχθῆναι τῶν Βαβυλωνίων τὰ ἐκ θείας ὀργῆς ἐπ- ενηνεγμένα, διατρανοῖ λέγων· Παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου. Ἐγὼ ἔδωκα αὐ- τοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος. Τοιοῦτόν τι καὶ διὰ φωνῆς Ζαχαρίου φαίνεται λέγων· "6Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά."6 Παιδεύει μὲν γὰρ ἐξ ἀγάπης ἔσθ' ὅτε Θεὸς, καὶ ἀνουθετήτους τινὰς γεγονότας, καὶ γαῦρον αὐτῷ στήσαντας τὸν αὐχένα μεθίστησι διὰ πόνων εἰς εὐήνιον, ἢ χεῖρας ἐχθρῶν ἐπαγαγὼν αὐτοῖς, ἢ καὶ ἑτέραις πη λύπαις ἐνιεὶς αὐτούς. Ὥσπερ γὰρ τὰ δυσίατα τῶν τραυμά- των πῦρ ἢ σίδηρος ἐξιᾶται πολλάκις, ἅτε δὴ τῆς τῶν φαρμάκων συμμετρίας οὐκ ἀνεχόμενα, τὸν αὐ- τὸν δὴ τρόπον, οἶμαι, καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς, ὅταν ἴδῃ ψυχὴν ἀσχέτοις ἰοῦσαν ὁρμαῖς κατὰ πετρῶν, καὶ τῶν τῆς φαυλότητος τρόπων ἀπρὶξ ἀντεχομένην, πικροῖς αὐτὴν ἐξιᾶται πόνοις. Εἰσὶ δὲ οἳ κολαστῶν ἐν τάξει παρειλημμένοι, δεινοῖς καὶ ἀκράτοις κέ- χρηνται θυμοῖς, καὶ πέρα φέρονται τοῦ εἰκότος, ἀφο- ρήτως καταφορτίζοντες τοὺς ὑπ' αὐτοὺς γεγονότας. Παγχάλεπον τοίνυν τὸ χρῆμά ἐστι, καὶ παροξύνεται Θεὸς ἐπὶ τοῖς τοῦτο δρᾷν εἰωθόσιν. Ἀφεκτέον δὴ οὖν τοῦ κακοῦ, κἂν εἴ πού τινες πράττοιντο δίκας, Θεοῦ παιδεύοντος, ἐπὶ τὸ ἥμερον βλέπωμεν, εὖ εἰδό- τες ὅτι παροξύνεται λίαν ὁ παιδευτὴς, εἰ παρὰ μέ- τρον τὰ τῆς δίκης αὐτοῖς ἐπιφέροιτο πρὸς ἡμῶν. Οὐκ ἠλέησας τοίνυν, φησὶ, πρεσβύτην, καὶ εἷλες μὲν αὐτοὺς οὐκ ἀπὸ τῆς σῆς ἰσχύος, δόντος δὲ μᾶλλον ἐμοῦ. Γέγονας δὲ σκληρός τε καὶ ἀγριόθυμος, καὶ τὸ ἔτι τούτου φορτικώτερον εἰς τοῦτο προῆλθες ἀλα- ζονείας, ὥστε οἴεσθαί τε καὶ λέγειν, ὡς ἀκατάληκτον 70.1008 ἕξεις τὴν ἀρχὴν, καὶ τὸ ἐν