370
εἰπεῖν «ἕτερον, καὶ εἶπον αὐτῷ· ἀνάβηθι, φάγε σάρκας πολλάς.» μετὰ τοῦτο δὲ ὁ βασιλεὺς σφραγῖδα πράσινον ἑτέραν παρεῖχε τῷ υἱῷ καὶ ἐκέλευε ταύτῃ σφραγίζειν τὸν κηρόν· καὶ σφραγίσαντος, ἐξῆλθε πελαργὸς ζῶν, σκύφον ἔχων ὑέλινον τῷ ποδί· ἐδόκει δὲ ὁ σκύφος ὄξος ἔχειν. ὁ τὸ βιβλίον δὲ κατέχων εἶπεν «ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος· ὄψονται εἰς ὃν ἐξεκέντησαν.» αὖθις δὲ ὁ τοῦ βασιλέως υἱὸς ἐσφράγισε κελευσθείς· καὶ ἱπποκένταυρος ἐξῆλθε, τῇ δεξιᾷ χειρὶ δόρυ κατέχων. ὁ δὲ τὰς προφητείας λέγων «ἰδοὺ καὶ ἕτερον θηρίον» εἶπεν «ἔκθαμβον καὶ περισσῶς ἰσχυρόν.» μετὰ τοῦτο δὲ ὁ βασιλεὺς «εὐλογητὸς ὁ θεὸς ἡμῶν» εἶπε «πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. δόξα σοι, ὁ θεὸς, ὅτι ζῶντες εἴ 2.501 δομεν τὰς προφητείας ἀποβάσας.» ἐδόκει δὲ κελεύειν τῷ υἱῷ συγκρύπτειν τὰ ζῶα. τὰ δὲ εὐθὺς ἐδόκουν σφραγῖδες γεγενῆσθαι ἐκ κηροῦ, ἃς ὡς ἐνῆν συγκρύπτων ταῖς χερσὶ, μετὰ βασιλέως ἐξῄει τοῦ πατρὸς, τὸ ἱερατικὸν ἐπιτραχήλιον ἀποθεμένου· ἐν τούτοις δὲ τοῦ ὕπνου ἀποστῆναι. τοιαῦτα μὲν ἡ ὄψις τῷ βασιλέως υἱῷ ἐδήλου· περὶ οὗ δὲ ἦν, οὐδέπω μέχρι νῦν ἐγένετο φανερόν. ταῦτα μὲν οὖν ὁ βασιλέως υἱὸς πρὸς τὸν πατέρα ἔγραφεν ἑωρακέναι κατὰ τοὺς ὕπνους. βασιλεὺς δὲ ὀλίγον ∆ιδυμοτείχῳ ἐνδιατρίψας, σύμπασαν Ῥωμαίων, ὅσοι ὑπ' αὐτῷ ἦσαν, στρατιὰν συναγαγὼν καὶ Περσικὴν ὀλίγην ἐπαγόμενος, ἐπεστράτευσεν αὖθις Βυζαντίῳ, καὶ πρὸς τὴν Γυρολίμνης λεγομένην πύλην ἐλθὼν, οὐκ ὀλίγον μέρος τῆς ἡμέρας διετέλεσεν. ἐκ Βυζαντίου δὲ οὐδεὶς ἐξῆλθε τῶν πυλῶν, ἀλλ' ἐπὶ τῶν τειχῶν ἦσαν παρατεταγμένοι, ὡς ἀμυνούμενοι, ἂν ἐπίωσι. δοὺξ δὲ ὁ μέγας μόνος ἅμα ὀλίγοις πρὸ τῶν πυλῶν ἔστη ἐξελθών. γνωρίσας δὲ ὁ βασιλεὺς, ὡς ἐκεῖνος εἴη, ἔπεμπε τοὺς διαλεξομένους. ὁ δ' εἰσῄει πρὸς τὴν πόλιν, αἰσθόμενος ὡς ἐγνωρίσθη, καὶ οἱ πρὸς αὐτὸν ἐρχόμενοι ἀνέστρεφον. βασιλεὺς δὲ, ἐπεὶ περὶ δείλην ἡ ἡμέρα ἤδη ἦν, παρὰ τὴν τῆς Καμήλου καλουμένην γέφυραν ἐστρατοπεδεύσατο ἐλθών· καὶ εἰς τὴν ὑστεραίαν ὀλίγοι μὲν εἰς τὸ στρατόπεδον μετὰ βασιλέως ὑπελείποντο, τὸ πολὺ δὲ τῆς στρατιᾶς καὶ Ῥωμαίων καὶ Περσῶν ἐτράποντο ἐπὶ λεηλασίας. καὶ Ῥωμαῖοι μὲν βοσκήματα καὶ ἄλλην λείαν ἤλαυνον, τὸ Περσικὸν δὲ ἠνδραπόδιζον καὶ τοὺς ἀνδρώπους. 2.502 καὶ ἦν οὐ τοῖς πάσχουσι μόνον τὸ κακὸν ἀπαραμύθητον, ἀλλὰ καὶ βασιλεῖ καὶ τοῖς συνοῦσιν ἅπασι Ῥωμαίοις ἔλεος δεινὸς εἰσῄει, τοιαῦτα τῶν ὁμοφύλων δυστυχούντων· ἀναγκαίως δὲ τοῦ πολέμου εἴχοντο. πράττειν γὰρ ἑτέρως οὐκ ἐνῆν, τῶν ἐν Βυζαντίῳ τὴν εἰρήνην οὐ παραδεχομένων. πβʹ. Οἱ ἐν Γαλατᾷ δὲ τῷ φρουρίῳ ὄντες Λατῖνοι, ὁρῶντες μὲν τὴν ὑπὸ τοῦ ἐμφυλίου πολέμου τοῖς Ῥωμαίοις ἐγγινομένην ἀμύθητον φθορὰν, ἀγνοοῦντες δὲ, εἰ μᾶλλον οἱ ἐν Βυζαντίῳ, ἢ Καντακουζηνὸς ὁ βασιλεὺς παρέχεται τὰς αἰτίας τοῦ πολέμου, καὶ τοῖς μὲν ἐν Βυζαντίῳ συνόντες ὁσημέραι καὶ πολλὰ Καντακουζηνοῦ τοῦ βασιλέως ἀκούοντες κατηγορούντων, ὅτι βασιλεύειν ἐπιθυμήσας τοῖς βασιλέως ἐπιβουλεύσειε παισὶ, πατριάρχης δὲ μετὰ τῶν ἐπιλοίπων ἀντισταίη καὶ κωλύσειε, μὴ τὸν παῖδα διαφθείρειν πολεμήσας, ἢ οὐδὲν ἂν ἐκεῖνον ἐκώλυε πάλαι διεφθάρθαι, Καντακουζηνοῦ δὲ τοῦ βασιλέως οὐ μόνον τὴν πρὸς βασιλέα τὸν Ἀνδρόνικον ἐννοοῦντες σύμπνοιαν, ἀλλὰ καὶ τὴν προσοῦσαν ἐπιείκειαν καὶ ἡμερότητα, καὶ τὸ πᾶσιν ἑαυτὸν παρέχεσθαι ἡδύν τε ἐν ὁμιλίαις καὶ φιλότιμον πρὸς τὰς εὐεργεσίας καὶ τῆς εἰς αὐτὸν εὐνοίας τῶν φίλων μνημονευτικὸν, καὶ νομίζοντες, οὐκ ἂν οὕτω ῥᾳδίως περὶ βασιλέα τὸν φίλον ἠγνωμονηκέναι, πιστεύειν μὲν οὐκ εἶχον τοῖς αὐτοῦ κατηγοροῦσι τὰ τοιαῦτα, οὔτε μὴν παντάπασιν ἀπιστεῖν τοῖς θρυλλουμένοις οὕτως ὑπὸ πολλῶν· διὰ 2.503 δὴ ταῦτα περὶ πλείστου τιθέμενοι σαφές τι περὶ τοῦ παρὰ Ῥωμαίοις κεκινημένου πολέμου γνῶναι, δεῖν ἔγνωσαν, ἐπεὶ ἐγγὺς ἦν ἐστρατοπεδευμένος, πέμπειν πρὸς αὐτόν τινας, οἳ διαλεξόμενοι τὰς αἰτίας εἴσονται σαφῶς, ἐξ ὧν ὁ πόλεμος κεκίνητο. καὶ πέμπουσι δύο τινὰς, τῆς τῶν μενουρίων τάξεως μοναχοὺς, συνετοὺς μὲν καὶ ἄλλως, οὐ μὴν ἀλλὰ καὶ σοφίας τῆς παρὰ