370
ηρεσκε, καὶ οτι πλεῖστον παρ' αὐτῷ δυνηθείς, ωστε πολλοῖς καὶ τιμὰς καὶ ἀρχὰς δοῦναι, αὐτὸς ἐν τῷ τῶν ἱππέων τέλει κατεβίω καὶ οὐχ ὑπερεφρόνησεν. ̔Ορῶν δὲ ὁ Αυγουστος τόν τε Γάιον καὶ τὸν Λούκιον τοὺς ἐγγόνους αὐτοῦ, ους καὶ υἱοθετήσατο, μὴ τὰ ηθη ζηλοῦντας αὐτοῦ, οὐ γὰρ ἁβρότερον διῆγον μόνον, ἀλλὰ καὶ ἐθρασύνοντο, καὶ βουληθεὶς αὐτοὺς σωφρονεστέρους θέσθαι ὡς ἰδιώτας, τῷ Τιβερίῳ εἰς πέντε ετη τὴν δημαρχικὴν ἐξουσίαν ἀπέ2.447 νειμε καὶ τὴν ̓Αρμενίαν ἀλλοτριουμένην μετὰ τὸν τοῦ Τιγράνου θάνατον προσεκλήρωσεν. οὐδὲν δ' ἐκ τούτου ἀπώνατο. οἱ μὲν γὰρ παῖδες παρορᾶσθαι δόξαντες ηχθοντο, ὁ δὲ Τιβέριος τὴν ὀργὴν αὐτῶν ἐφοβήθη· διὸ οὐδ' εἰς ̓Αρμενίαν ἀπεληλύθει, ἀλλ' εἰς ̔Ρόδον ἀφίκετο. τῷ δ' ἐφεξῆς ετει δωδέκατον ὑπατεύων ὁ Αυγουστος εἰς τοὺς ἐφήβους τὸν Γάιον εταξε καὶ ἐς τὸ βουλευτήριον αμα εἰσήγαγε καὶ πρόκριτον ἀπέφηνε τῆς νεότητος ιλαρχόν τε φυλῆς γενέσθαι ἐπέτρεψε. καὶ μετ' ἐνιαυτὸν καὶ ὁ Λούκιος τὰς τιμὰς οσαι τῷ Γαΐῳ τῷ ἀδελφῷ αὐτοῦ ἐδέδοντο ελαβεν. ἀθροισθέντος δὲ τοῦ δήμου καὶ ἐπανορθωθῆναί τινα ἀξιοῦντος καὶ τοὺς δημάρχους διὰ τοῦτο πρὸς τὸν Αυγουστον πέμψαντος, ηλθεν ἐκεῖνος καὶ περὶ ων ἐδέοντο σφίσι συνδιεσκέψατο· καὶ ἐπὶ τούτῳ ησθησαν απαντες. τὴν δὲ θυγατέρα ̓Ιουλίαν ἀσελγαίνουσαν φωράσας ὑπερωργίσθη· καὶ ἐκείνην μὲν εἰς νῆσον ἀπήγαγεν ὑπερόριον, ῃ καὶ ἡ μήτηρ ἡ Σκριβωνία ἑκοῦσα συνεξέπλευσε, τῶν δὲ δὴ χρησαμένων αὐτῇ τὸν μὲν ̓Ιούλιον ̓Αντώνιον εκτεινεν αλλους τέ τινας ἐπιφανεῖς ανδρας ὡς τῆς μοναρχίας ἐφιεμένους, τοὺς δὲ λοιποὺς εἰς νήσους τινὰς ὑπερώρισε. Τῶν ̓Αρμενίων δὲ νεωτερισάντων καὶ τῶν Πάρθων αὐτοῖς συνεργούντων ἀλγῶν ἐπὶ τούτοις ὁ Αυγουστος ἠπόρει τί αν πράξῃ. ουτε γὰρ αὐτὸς στρατεῦσαι οιός τε ην διὰ γῆρας, ο τε Τιβέριος, ὡς ειρηται, μετέστη ηδη, αλλον δέ τινα πέμψαι τῶν δυνατῶν οὐκ 2.448 ἐτόλμα· ὁ Γάιος δὲ καὶ ὁ Λούκιος νέοι καὶ πραγμάτων ἐτύγχανον απειροι. ἀνάγκης δ' ἐπικειμένης τὸν Γάιον ειλετο, καὶ τήν τε ἐξουσίαν αὐτῷ τὴν ἀνθύπατον καὶ γυναῖκα εδωκεν, ινα κἀκ τούτου τι προσλάβῃ ἀξίωμα, καί οἱ καὶ συμβούλους προσέταξε. καὶ ὁ μὲν ἀφωρμήθη ἐντίμως παρὰ πάντων ὑποδεχόμενος οια τοῦ αὐτοκράτορος εγγονος η καὶ παῖς νομιζόμενος, καὶ ὁ Τιβέριος δ' ἐς Χίον ἐλθὼν αὐτὸν ἐθεράπευσε, τὰς ὑποψίας ἀποτριβόμενος, ὑποπίπτων τε διὰ τοῦτο καὶ ταπεινούμενος· ἀπελθὼν δὲ εἰς τὴν Συρίαν καὶ μηδὲν μέγα κατωρθωκὼς ἐτρώθη. Αδδων γάρ τις τὰ ̓Αρτάγειρα κατέχων ὑπηγάγετο παρὰ τὸ τεῖχος τὸν Γάιον ως τι φράσων ἀπόρρητον, καὶ αὐτὸν ετρωσεν. ὁ μὲν ουν πολιορκηθεὶς ηλω, ὁ δὲ Γάιος ἐνόσησεν ἐκ τοῦ τραύματος, καὶ αλλως μέντοι μὴ ων ὑγιεινός, διὸ καὶ τὴν διάνοιαν ἐξελέλυτο, πολλῷ μᾶλλον ἀπημβλύνθη, καὶ ἰδιωτεύειν ἠξίου· ωστε τὸν Αυγουστον περιαλγήσαντα προτρέψασθαι αὐτῷ ἐς τὴν ̓Ιταλίαν ἐλθόντι πράττειν ο βούλοιτο. ὁ δὲ ἐς Λυκίαν ἐν ὁλκάδι παρέπλευσεν, ενθα δὴ καὶ μετήλλαξεν. ὁ δὲ Λούκιος ὁ ἀδελφὸς αὐτοῦ προαπέσβη, ἐξαίφνης νόσῳ ἀποθανών. η τε ουν Λιβία ἐπὶ τῷ θανάτῳ τούτων ὑπωπτεύθη καὶ ὁ Τιβέριος, οὐ πολλῷ πρότερον ἐκ τῆς ̔Ρόδου πρὸς τὴν ̔Ρώμην ὑπονοστήσας. αὐτός τε γὰρ τῆς διὰ τῶν αστρων μαντικῆς ἐμπειρότατος ην καὶ Θράσυλλον ειχεν ανδρα τὴν ἀστρολογίαν ἀκρότατον· οθεν καὶ τὰ ἑαυτῷ καὶ τὰ ἐκείνοις μέλλοντα συμβαίνειν ἠπίστατο. λέγεται γοῦν οτι βουληθείς ποτε ὁ Τιβέριος ἐν τῇ ̔Ρόδῳ τὸν Θράσυλλον ἀπὸ τοῦ τείχους ωσειν, ὡς μόνον συνειδότα οσαπερ ἐνενόει, σκυθρωπάσαντά τε ἰδὼν αὐτόν, ηρετο δι' ο,τι συννένοφε· τοῦ δὲ 2.449 κίνδυνόν τινα προορᾶν ἐπηρτημένον αὐτῷ φήσαντος ἐθαύμασεν ὁ Τιβέριος, καὶ φυλάξαι αὐτὸν ἑαυτῷ διὰ τὰς ἐλπίδας ἠθέλησεν. ̓Αλλὰ ταῦτα μὲν ουτω· ὁ δὲ Αυγουστος δεσπότης ὑπὸ τοῦ δήμου ὀνομασθείς, καὶ ἀπειπάμενος μηδένα πρὸς αὐτὸν κεχρῆσθαι τούτῳ δὴ τῷ προσρήματι, χιλίας τε καὶ πεντακοσίας μυριάδας δραχμῶν ἀτόκους τοῖς δεομένοις δανείσας ἐπ' ετη τρία, ἐπῃνεῖτο παρὰ πάντων καὶ ἐσεμνύνετο. δύνανται δὲ παρὰ ̔Ρωμαίοις αἱ εικοσι καὶ πέντε δραχμαὶ χρυσοῦν