370
ἀπεχομένοις δὲ τῆς κοινωνίας αὐτῶν, ἄν τε πρεσβυτέρῳ, ἄν τε διακόνῳ, ἄν τε λαϊκῷ, ἄν τε γυναικὶ μεταδιδόναι τῶν ἁγιασμάτων τὸν ὀρθόδοξον ἱερέα. Ἀπόκρισις. τὸ μὲν οὖν μεταδιδόναι μεταδιδότω, τοῖς μὲν ἱερωμένοις οἰκονομικῶς μετὰ ἐπιτιμίου διὰ τὴν πρὸς τοὺς αἱρετικοὺς ἀπαγωγὴν ἐν τοῖς ἄλλοις, τοῖς δὲ λαϊκοῖς ἄνευ ἐπιτιμίου· περὶ δὲ τοῦ διετίαν ἔχοντος ἀναγνώστου ἐν τῇ ἀποχῇ τῆς αἱρετικῆς κοινωνίας, δίκαιον μετέχειν αὐτὸν τῶν ἁγιασμάτων, κἂν ἐν τοῖς ἄλλοις συναπάγηται. οἰκονομικῶς δὲ ταῦτα εἴρηται διὰ τὴν ἀσθένειαν τῶν ἀνθρώπων, ὡς ἂν μὴ πάντῃ ζητοῦντες αὐτοὺς καθαροὺς ποιεῖν τῆς αἱρετικῆς συμφύρσεως λάθωμεν εἰς αὐτὰ τὰ καίρια παραλύοντες αὐτούς. Ἐρώτησις. εἰ δεῖ συμψάλλειν τοῖς μὴ κοινωνοῦσι τοῖς αἱρετικοῖς, ἀδιαφοροῦσι δὲ ἐν τοῖς ἄλλοις, ἢ δέχεσθαι προσφορὰς παρ' αὐτῶν ἢ κηροὺς ἢ ἔλαιον. Ἀπόκρισις. εἰ μὲν ἱερωμένοι εἶεν καὶ οὐ τοῖς ἑτεροδόξοις προσφέρουσι, προσδεκτέον τὰ παρ' αὐτῶν προσενηνεγμένα μετ' ἐπιτιμίου τινός, εἰ δὲ λαϊκοί, ἄνευ ἐπιτιμίου προσιτέον· δεῖ γὰρ διαφορότητα εἶναι διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα. Ἐρώτησις. εἰ ἔξεστι ποιεῖν τοῖς αἰτοῦσιν ἡμῖν εὐχὴν ἢ εὐλογεῖν ἔλαιον ἢ κηροὺς ἀνάπτειν ἢ ἀπομυρίζειν ἅγια. Ἀπόκρισις. ἐὰν ἑτερόδοξοί εἰσιν, οὐδαμῶς, κἂν πίστει προσέρχωνται· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. Ἐρώτησις. ἐὰν μονάζων ἢ μονάζουσα ἥκοι πρὸς ἡμᾶς ἐπὶ τῇ θείᾳ κοινωνίᾳ, ποταπὴν ὁμολογίαν ἀπαιτητέον διὰ τὸ ἀδιάγνωστα εἶναι τὰ κατ' αὐτούς. Ἀπόκρισις. πάντα τὸν ἐρχόμενον κοινωνῆσαι, εἰ ἀγνοεῖται τὰ κατ' αὐτόν, ἐρωτητέον εἰ προσκυνεῖ τὴν σεπτὴν εἰκόνα Χριστοῦ καὶ τῶν ἁγίων, εἰ μὴ κοινωνεῖ τοῖς αἱρετικοῖς καὶ εἰς ὅ τι ἂν ἄλλο ὑποπτεύηται φρόνημα ἑτερόδοξον. καὶ ὅταν κατὰ πάντα ὁμολογήσῃ καὶ ἡ ὁμολογία σῴζοιτο ἐπὶ πάσης αἱρέσεως ἀπαγορευτική, τότε μεταδοτέον καὶ συγκοινωνητέον αὐτῷ τῶν ἁγιασμάτων. Ἐρώτησις. εἰ ἔξεστι μοναστρίᾳ ἀπομυρίζειν. Ἀπόκρισις. ἐξ ἀπορίας πάσης ἱερωμένου ἢ μονάζοντος ἀπομυριζέτω διὰ τὴν κατεπείγουσαν ἀνάγκην. Ἐρώτησις. εἰς ἐκκλησίαν κατὰ πάροδον ὑπὸ αἱρετικοῦ κρατουμένην εἰ δεῖ εἰσιέναι. Ἀπόκρισις. ἅπαξ εἰ ὑπὸ αἱρετικοῦ κρατουμένη ἐκκλησία ἐστίν, οὐ δεῖ εἰσιέναι προσευχῆς χάριν, εἰ μή τι κατὰ ἄλλην περιστατικὴν πρόφασιν. Ἐρώτησις. ἀββᾶν ἐρχόμενον πρὸς ἡμᾶς ἀγνώριστον, εἰ χρὴ πρὸ ἀνακρίσεως ἁγιολεκτεῖν αὐτὸν καὶ αἰτεῖσθαι πρὸς αὐτοῦ εὐχήν. Ἀπόκρισις. ἐπὰν ὁ καιρὸς αἱρέσεώς ἐστι, πρὸ ἀνακρίσεως οὐ δεῖ οὔτε "4εὐλογεῖτε ἅγιοι"5 λέγειν οὔτε εὐχὴν αἰτεῖν παρ' αὐτοῦ· τὸν δὲ κοινὸν ἀσπασμὸν οὐκ ἀπαγορευτέον κατὰ τὴν νομοθεσίαν τοῦ Ἁγίου Βασιλείου. Ἐρώτησις. περὶ φρέατος, ἐὰν μιανθῇ, εἰ δεῖ ποιῆσαι εὐχὴν τὸν ὀρθόδοξον ἱερέα. Ἀπόκρισις. ἐκεῖ δεῖ ποιεῖν τὴν εὐχήν, οὗ ἐστιν ἡ ὀρθόδοξος κοινωνία, πρὸς δὲ τοὺς κοινωνοῦντας τοῖς αἱρετικοῖς οὐκ ἰτέον· ἐν οἷς γὰρ μιαίνονται κατὰ ψυχὴν διὰ τοῦ ἄρτου αὐτῶν, μιανθήσονται καὶ κατὰ σῶμα. Ἐρώτησις. περὶ βαπτίσματος, εἰ οὐκ ἔστιν ἐκκλησία κρατουμένη ὑπὸ ὀρθοδόξου, ἐὰν αἰτήσηται ἡμᾶς τις ποῦ χρὴ σφραγίζειν, κατηχεῖν καὶ βαπτίζειν, ποταποὶ δὲ οἱ γονεῖς καὶ οἱ ἀνάδοχοι. Ἀπόκρισις. οὐκ εἰσιέναι, καθὰ προείρηται, εἰς ἐκκλησίαν κρατουμένην ὑπὸ αἱρετικοῦ εἰ δεῖ, πόσῳ γε μᾶλλον τὰ λελεγμένα πρᾶξαι· ἀλλὰ διὰ τὴν ἀπορίαν ἀναγκαῖον εἰς τόπον καθαρώτατον οἰκίας, ἐφ' ᾗ διὰ θυσιαστηρίου καθηγιασμένου, ἤτοι τραπέζης, τὴν ἱερουργίαν ὁ μέλλων ἐπιτελεῖν τὸ φώτισμα βαπτιζέτω. ἀναδόχους δὲ ἐκείνους προσιτέον, τοὺς οὐ τοῖς αἱρετικοῖς κοινωνοῦντας, καὶ γονέας τοὺς ὡσαύτως πεφυλαγμένους. Ἐρώτησις. εἰσὶν ἐκκλησίαι ἔχουσαι δύο κόγχας ἢ καὶ τρεῖς, ἔστι δὲ ἐξ αὐτῶν μία ἀνενθρονίαστος· χρὴ ἐκεῖσε λειτουργῆσαι ἢ οὔ; Ἀπόκρισις. ἐὰν ὑπὸ τὸν ἀναφερόμενον αἱρετικόν ἐστιν ἡ τοιαύτη ἐκκλησία, κἂν μία κόγχη οὐ καθιέρωται, οὐ χρὴ λειτουργεῖν ἐκεῖ· εἰ δὲ κρατεῖται ὑπὸ ὀρθοδόξου, ποιείτω λειτουργίαν εἰς τὴν κόγχην ἥτις οὐ καθιέρωται. Ἐρώτησις. εἰ δύναταί τις κρατῆσαι τὴν ἐκκλησίαν αὐτοῦ ἵνα μὴ λειτουργῆται ὑπὸ αἱρετικοῦ, πόσον χρόνον