371
Ῥωμαίοις εἰς ἄκρον ἐληλακότας καὶ τὰ Ἀριστοτέλους κάλλιστα ἐξησκημένους. ἦν δὲ ὁ μὲν ἕτερος αὐτῶν ἐκ Σαβωΐας τῆς πατρῴας οἰκίας Ἄννῃ τῇ βασιλίδι, τῶν μενουρίων ἡγούμενος· διὸ καὶ τότε πρὸς βασιλέα παρὰ τῶν ὁμοφύλων ἐπέμφθη, ἵν' ὡς μάλιστα τὰς αἰτίας ἐξετάσῃ τοῦ πολέμου, τῇ πρὸς βασιλίδα τὴν Ἄνναν οἰκειότητι οὐ μόνον βασιλεῖ μὴ χαριζόμενος, ἀλλὰ καὶ ἀντιλέγων καὶ ἀπελέγχων, ὅσα δυνατά· ὁ δὲ λοιπὸς τῶν ἐξεταζομένων ἀκροατὴς ἐσόμενος μόνον ἥκει, ἵνα μὴ ἐκεῖνος αὖθις χαριζόμενος ἑαυτῷ, ἀποκρύπτειν ἐθελήσῃ τἀληθῆ. ἐλθόντες δὲ εἰς τὸ στρατόπεδον καὶ βασιλέα προσαγορεύσαντες, ἥκειν μὲν ἔφασαν καὶ ὁμιλίας ἕνεκα καὶ συντυχίας τῆς πρὸς αὐτὸν, οὕτως ἐγγὺς ἐστρατοπεδευμένου. τὸ μάλιστα δὲ πεῖσαν εἶναι ἀφικέσθαι, ὅτι χρόνον ἤδη συχνὸν τοῦ πρὸς ἀλλήλους Ῥωμαίοις πολέμου τουτουῒ κεκινημένου καὶ διαφθειρομένων ὁσημέραι τῶν πόλεων ὑπ' ἀλλήλων στασιαζόντων καὶ τῆς ἄλλης χώρας ὑπὸ Ῥωμαίων καὶ βαρβάρων τῶν κατατρεχόντων καὶ πλείστων καὶ ἀνηκέστων τελουμένων καὶ πολλῶν καθ' ἡμέραν κτεινομένων καὶ ἐξανδραποδιζομένων, οὔτε λύσις τῶν κακῶν 2.504 οὐδεμία ἐξευρίσκεται, οὐδ' αὐτὸ τοῦτο ἔξεστι τἀληθὲς μαθεῖν, ὅθεν τε ἤρξατο ὁ πόλεμος τὸ πρῶτον κἀκ τίνων τῶν αἰτίων οὔπω μέχρι νῦν καταλυθῆναι ἠδυνήθη, ἀλλ' οὕτως ἔπεισι πάντα ὥσπερ φλὸξ καταναλίσκων. καίτοι γε ἀκηκοέναι ἐκ πολλῶν, ἄλλων ἄλλως ὡς ἕκαστος ἀπεχθείας ἢ εὐνοίας πρὸς ὑμᾶς τοὺς βασιλέας ἔχουσι διηγουμένων· οἷς οὐ δίκαιον πιστεύειν κεκρικέναι, τοῖς σφετέροις αὐτῶν πάθεσι συμμεταβάλλεσθαι ἀξιοῦσι καὶ τὰ πράγματα. διὸ καὶ δεῖσθαι μάλιστα αὐτοῦ αὐτὸν ἐξηγήσασθαι, ὡς ἔσχεν ἕκαστα σαφέστατά τε εἰδότα τῶν ἄλλων μᾶλλον καὶ τἀληθὲς οὐ βουλησόμενον ἀποκρύπτειν, οἷα δὴ ἀληθείας τε ἐχόμενον, ὥσπερ ἀκούομεν, ἐξαρχῆς, ἄλλως τε καὶ πολλῶν ὄντων τῶν δυνησομένων ἀπελέγχειν, ἂν φαίνηται μὴ λέγειν ᾑρημένος τἀληθῆ. βασιλεὺς δὲ οὐ τοῦ παρ' αὐτὸν ἀφῖχθαι μόνον, ἀλλὰ καὶ τῆς αἰτήσεως ἐπῄνει καὶ χάριτας οὐ τὰς τυχούσας ὡμολόγει. πάλαι γὰρ ἔφασκεν ἐπιθυμεῖν τῶν πρὸς ἀλήθειαν, ἀλλ' οὐ πρὸς ἔριν καὶ φιλονεικίαν ἀκούειν βουλησομένων. πρὸς γὰρ τοῖς ἄλλοις οἷς ἐπήνεγκεν ὁ πόλεμος αὐτῷ κακοῖς καὶ τοῦτο τῶν ἐπαχθῶν ἡγεῖσθαι, τὸ μηδέποτε συνετῶν τινων ἀκροατῶν τυχεῖν, οἳ δικάσουσιν αὐτῷ περὶ τοῦδε τοῦ πολέμου. νυνὶ δὲ αὐτοῖς κατὰ τύχην ἀφιγμένοις παρέχεσθαί τε δεομένοις, ὧν αὐτὸς τυχεῖν ἐν μεγίστης εὐχῆς ἦγε μέρει, ἄλλως τε καὶ δυναμένοις τόπον δικαστῶν κατέχειν παρ' αὐτῷ, οὐ μόνον 2.505 διὰ τὴν σοφίαν καὶ τὴν σύνεσιν, ἀλλ' ὅτι καὶ ἐπ' αὐτῷ τούτῳ ἥκοιεν, ἵν' ἐκ τῶν λεγομένων τἀληθῆ περὶ τοῦ πολέμου γνοῖεν, ἥδιστά τε ἅπαντα αὐτὸν ἐκθήσεσθαι καὶ χάριν εἰδήσειν τῆς αἰτήσεως. ἐδεῖτό τε αὐτῶν, μηδὲν ὑποστειλαμένους ἐξελέγχειν, ἂν φαίνηται ἐπιορκῶν καὶ ἀδικῶν καὶ ἢ τοῖς βασιλέως παισὶ τοῦ φίλου ἐπιβουλεύων, ἢ τοῦ πολέμου αἴτιος καὶ τῆς Ῥωμαίων ἀμυθήτου φθορᾶς γεγενημένος. ἀρξάμενός τε ἀπ' ἀρχῆς εὐθὺς διηγεῖτο ἕκαστα, τήν τε αὐτοῦ καὶ βασιλέως Ἀνδρονίκου εὔνοιαν καὶ φιλίαν πρὸς ἀλλήλους ἀκριβῆ, καὶ ὡς μετὰ τὴν ἐκείνου τελευτὴν πολλὴν πρόνοιαν αὐτὸς ποιήσαιτο, οὐ τῶν βασιλέως μόνον παίδων καὶ γυναικὸς τῆς βασιλίδος, ἀλλὰ καὶ τῆς Ῥωμαίων ὠφελείας, οὐ χρήματα μόνον ἕτοιμος ὑπὲρ ἐκείνων ἀναλίσκειν ὢν, ἀλλὰ καὶ ζωὴν τὴν φίλην, εἰ καιρὸς καλοίη, ῥᾷστα προησόμενος· ὅπως τε ὑπὸ παρακοιμωμένου ἐπιβουλευθείη οὐδεμιᾶς αἰτίας ἕνεκα, ἢ φθονήσαντος αὐτῷ καὶ φθείρειν διανοηθέντος, ἵν' αὐτὸς ἄρχῃ τῶν πραγμάτων· καὶ ὡς πατριάρχην καὶ τοὺς ἄλλους ἐξαπατήσειε, ψεύδη πλασάμενος καὶ συκοφαντίας, ἃ οὐδὲ ἐνεθυμήθη· καὶ ὡς ἐκεῖνοι τῶν ἰδίων ἕνεκα, ὡς ᾤοντο, διαφορῶν, σαφέστατα εἰδότες, ὅτι ψεύδονται καὶ συκοφαντοῦσιν, ὑπὲρ βασιλίδος δῆθεν καὶ τῶν παίδων τὸν πόλεμον κινοῖεν πολλὰ ἐξαπατήσαντες· καὶ οἵαν ἀγνωμοσύνην καὶ ἀπανθρωπίαν οὐ περὶ αὐτὸν μόνον καὶ μητέρα καὶ τοὺς οἰκείους ἐπιδείξαιντο, ὕβρεσιν ἀτόποις καὶ φαύλοις προσηκούσαις 2.506 καὶ ἀνελευθέροις χρησάμενοι ἀνθρώποις, καὶ τὸν οὐδ' ἐν