371
νόμισμα εν, παρὰ δὲ τοῖς Ελλησιν εικοσι δραχμῶν ὁ ∆ίων φησὶ τὸ χρυσοῦν ἀλλάσσεσθαι νόμισμα. Μετὰ δὲ ταῦτα Κελτικοῦ πολέμου κεκινημένου, αὐτὸς ὑπό τε γήρους καὶ νόσου κεκμηκὸς εχων τὸ σῶμα καὶ ἐκστρατεῦσαι μὴ οιός τε ων, τὸν Τιβέριον πῇ μὲν ὑπὸ τῶν πραγμάτων ἀναγκασθείς, πῇ δ' ὑπὸ τῆς ̓Ιουλίας ἀναπεισθείς, ηδη γὰρ καὶ αυτη ἐκ τῆς ὑπερορίας κατήχθη, υἱοθετήσατο, καὶ τὴν ἐπὶ τοὺς Κελτοὺς ἐκστρατείαν ἐπέτρεψεν. ὑποπτεύσας δὲ μή τι νεοχμώσῃ ὁ Τιβέριος ὑπερφρονήσας, καὶ τὸν Γερμανικὸν τὸν ∆ρούσου παῖδα εἰσεποιήσατο. πράσσοντι δὲ ταῦτα αλλοι τε καὶ Γναῖος Κορνήλιος τοῦ μεγάλου Πομπηίου θυγατριδοῦς ἐπεβούλευσαν. μήτ' ουν ἀποκτεῖναι σφᾶς ἐθέλων, οὐδὲν γὰρ ἐκ τῶν ἀπολλυμένων ἑώρα πρὸς ἀσφάλειαν αὐτῷ κατορθούμενον, μήτ' ἀπολῦσαι θαρρῶν, ινα μὴ καὶ αλλους ἐκ τούτου ἐφ' ἑαυτὸν ἐπισπάσηται, ουθ' ἡμέρας ἀφροντιστεῖν ουτε νυκτὸς ἠδύνατο ἠρεμεῖν. ταῦθ' ἡ Λιβία 2.450 ὁρῶσα ηρετο αὐτὸν τί οτι οὐ καθεύδει. ὁ δέ "τίς αν" ειπεν "ω γύναι, καν ἐλάχιστον ἀτρεμήσειε, τοσούτους εχων ἐχθροὺς καὶ ουτω συνεχῶς ἐπιβουλευόμενος;" ἡ δὲ πολλὰ μὲν περὶ τούτου διειλέχθη αὐτῷ, τελευταῖον δὲ γνώμην εδωκε θανάτῳ μὲν μηδένα τῶν τοιούτων τιμωρεῖσθαι, ἑτέρως δέ πως αὐτοὺς σωφρονίζειν, ωστε μηκέτι τοιοῦτόν τι ἐξαμαρτεῖν, καὶ μάλιστα συγγνώμῃ καὶ εὐποιίαις. "οὐ γὰρ πείθειν η ἀναγκάζειν" εφη "φιλεῖν τινα τὸ ξίφος δεδύνηται, ἀλλὰ τὸν μὲν κολαζόμενον ἀπόλλυσι, τὰς δὲ δὴ τῶν αλλων ψυχὰς ἀλλοτριοῖ τοῦ κολάζοντος, ἐπεὶ μηδὲ φιλοῦσιν οτι ἐδικαιώθησαν ετεροι, ἀλλ' ἀπεχθάνονται μᾶλλον οτι φόβος καὶ αὐτοῖς ἐντεῦθεν ἐπήρτηται." τοιαῦτα πολλὰ τῆς Λιβίας εἰπούσης ὁ Αυγουστος ἐπείσθη αὐτῇ, καὶ πάντας ἀφῆκε τοὺς ὑπαιτίους, λόγοις νουθετήσας αὐτούς· τὸν δέ γε Κορνήλιον καὶ υπατον προσαπέδειξε. καὶ ὁ λοιπὸς δὲ τοῦ Αὐγούστου θυγατριδοῦς ὁ ἐκ τῆς ̓Ιουλίας τῷ ̓Αγρίππᾳ τεχθείς, ον καὶ ̓Αγρίππαν ἐκάλεσεν, εἰς ἐφήβους ἐγράφη. ̔Ο δέ γε Τιβέριος τά τε τῶν πολέμων διῴκει καὶ εἰς τὴν ̔Ρώμην συνεχῶς εἰσεφοίτα, φοβούμενος μὴ ὁ Αυγουστος αλλον τινὰ ἀπόντος αὐτοῦ προτιμήσῃ. κινηθέντων δὲ τῶν ∆ακῶν καὶ Σαυροματῶν καὶ αλλων Παννονικῶν ἐθνῶν, ὁ Τιβέριος πρὸς αὐτοὺς ἀνέστρεψεν ἐκ τῆς Κελτικῆς. καὶ τὸν Γερμανικὸν δὲ ὁ Αυγουστος ἐκεῖ επεμψεν, ὡς τάχα τοῦ Τιβερίου ταχέως αὐτῶν κρατῆσαι δεδυνημένου, ἑκουσίως δὲ τὸν καιρὸν τρίβοντος, ιν' ἐν τοῖς οπλοις ειη διὰ τὸν 2.451 πόλεμον. επεμψε δὲ τὸν Γερμανικόν, οτι ὁ ̓Αγρίππας ἀπεκηρύχθη ὡς μὴ σωφρονιζόμενος· καὶ η τε οὐσία αὐτοῦ τῷ στρατιωτικῷ ταμείῳ ἀπενεμήθη, κἀκεῖνος εἰς νῆσον περιωρίσθη. πολλὰ μέντοι καὶ ποιήσαντες οἱ ̔Ρωμαῖοι ἐν τοῖς τῶν ἐθνῶν τούτων πολέμοις, οὐ μείω δὲ καὶ παθόντες, τέλος τὰ μὲν ὁμολογίᾳ ὑπηγάγοντο, τὰ δὲ μάχαις ἐνίκησαν. ὁ δὲ Τιβέριος ἐς τὴν ̔Ρώμην ἐπανελήλυθε, καὶ αυθις παρὰ τοῦ Αὐγούστου εἰς ∆αλματίαν ἐστάλη ἀνταιρόντων ἐκεῖ τινων· ους μόλις μὲν καὶ σὺν κινδύνοις, τέως δ' ουν ἐχειρώσατο, καὶ ὁ Γερμανικὸς ὁμοίως ἑτέρους. Καὶ ὁ μὲν πόλεμος ουτος τοῦτο εσχηκε τέλος, ἐκ δὲ Γερμανίας ἀγγελία κομισθεῖσα ἑορτάσαι τὰ νικητήρια τοὺς ἐν τῇ ̔Ρώμῃ ἐκώλυσεν. ἐν γὰρ τῇ Κελτικῇ ειχον αὐτῆς τινα οἱ ̔Ρωμαῖοι, οὐχ ὁμοῦ συγκείμενα, ἀλλὰ σποράδην ὡς ετυχε χειρωθέντα. καὶ στρατιῶται ησαν ἐκεῖ, καὶ πόλεις συνῳκίζοντο, καὶ οἱ βάρβαροι πρὸς εθη ̔Ρωμαϊκὰ καὶ εὐκοσμίαν μετερρυθμίζοντο. εως μὲν ουν κατὰ βραχὺ καὶ ὁδῷ τινι ἐκ τῶν πατρίων μετήγοντο, οὐκ ηχθοντο τῇ τοῦ βίου μεταβολῇ· ἐπεὶ δ' ὁ Ουαρος ὁ Κυντίλιος τὴν ἡγεμονίαν τῆς Γερμανίας λαβὼν εσπευσεν αὐτοὺς ἀθρόον μεταστῆσαι, καὶ ὡς δουλεύουσι σφίσιν ἐπέταττε καὶ χρήματα επραττεν, οὐκ ἠνέσχοντο, ἀλλὰ δεξάμενοι τὸν Ουαρον, ὡς τὰ προσταττόμενα ποιήσοντες, πόρρω τοῦ ̔Ρήνου προήγαγον, καὶ πίστιν αὐτῷ παρέσχον ὡς καὶ ανευ στρατιωτῶν δουλεύσοντες. ὁ δὲ πιστεύσας ουτε τὰ στρατεύματα ὡς ἐν πολεμίᾳ συνεῖχε καὶ αλλους ἀλλαχοῦ επεμπε. θαρροῦντος ουν αὐτοῦ καὶ μή τι δεινὸν ὑποπτεύοντος ἐπανίστανται, καὶ ἀποκτείναντες τοὺς παρὰ σφίσι στρατιώτας