371
συμμετρία, γινομένη αἰτία κοινωνίας τῶν πρὸς αλληλα παντὸς τοῦ οντος.† Ταρφειαί. πυκναί. Ταραχή. παρὰ τὸ ῥᾷον χεῖσθαι. γίνεται παρὰ τὸ ταράσσω. tau.1712 Ταραντιναρχίαι. δύο ιλαι ἱππέων, ἀνδρῶν διακοσίων πεντηκονταέξ. Ταραντιναὶ βαφαί. οιμαι τὰ ἁλιουργὰ λέγειν. η ἀπὸ ὀστρέου. η ταραντεινὸν τὸ λεπτὸν υφασμα. οὐ πάντως πορφυροῦν, ως τινες ὑπέλαβον. Ταυτότησ. κατὰ τρεῖς τρόπους λαμβάνεται. εστι γὰρ ταυτὸν τῷ γένει, ὡς οταν ειπωμεν ταυτὸν ειναι τῷ γένει τὸν ανθρωπον καὶ τὸν ιππον, καθὸ ἀμφότερα ζῶα εἰσίν. εστι ταυτὸν καὶ τῷ ειδει, ὡς οταν τὸν Πέτρον καὶ τὸν ̓Ιωάννην ταυτὸν λέγωμεν ειναι τῷ ειδει, καθὸ ἀμφότεροι ανθρωποι εἰσί. πάλιν ταυτόν ἐστι καὶ τῷ ἀριθμῷ, ὡς οταν ειπωμεν τὸν Πέτρον ἑαυτῷ ταυτὸν ειναι. καὶ ἡ διαφορὰ γὰρ τριχῶς λαμβάνεται. εστι γὰρ διαφορὰ τῷ γένει, καὶ διαφορὰ τῷ ειδει, καὶ διαφορὰ τῷ ἀριθμῷ. ταυτότης πάλιν ἐστὶν ἀπαραλλαξία, καθ' ην ὁ τοῦ σημαινομένου λόγος τὸ πάντη κέκτηται μοναδικὸν, μηδενὶ τρόπῳ διαφορᾶς γνωριζόμενον. Ταλαεργόσ. ὁ τὴν γῆν ἐργαζόμενος. βοῦς ταλαεργούς. †Ταναόν. τὸ πῦρ. τὸ διὰ λεπτότητα τεινόμενόν τε καὶ διεκπίπτον διὰ τῶν σπέκλων.† Τάφροσ. τὸ παρὰ τὸ τεῖχος ορυγμα. πλεονασμῷ τοῦ τ, παρὰ τὸ ἀποφέρεσθαί τι ἐν τῷ σκάπτεσθαι. αφερος καὶ αφρος καὶ τάφρος. η παρὰ τὸ φέρω, αφρος καὶ τάφρος. Ταχυπλόων. γοργυπλόων. ταχυπλόων νηῶν. tau.1713 Τάγηνον. τοῦτο οἱ ̓Ιώνων τινὲς τήγανον λέγουσι. ἀπὸ τοῦ τήκω, τήκανον, καὶ τήγανον, καὶ καθ' ὑπέρθεσιν τάγηνον. Ταίναρον· καὶ Ταιρώνιον. ἀκρωτήριον. Τάλαντον. λίτραι ρκεʹ. παρὰ τὸ ταίνω ῥῆμα, ο κατὰ ἀναδιπλασιασμὸν τιταίνω. ὡς καὶ τὸ ταινία. καὶ ὡς φαίνω, φαντὸς καὶ αφαντος, καὶ χραίνω, χραντὸς καὶ αχραντος, ουτω ταίνω, ταντὸς καὶ τὸ οὐδέτερον ταντὸν, καὶ πλεονασμῷ τοῦ ˉαˉλ τάλαντον, καὶ ἐν συνθέσει ἀτάλαντον ἀντὶ τοῦ ὁμοτάλαντον. η παρὰ τὸ ταλαὸν καὶ ὑπομονητικὸν τοῦ βάρους. σημαίνει δὲ ζυγὸν καὶ αλλα πολλά. *Ταληθά. κοράσιον.* Τανυηκέσ. τὸ μακρόν. τὸ μέχρι πολλοῦ ηκον. τὸ τεταμμένην εχον τὴν ἀκὴν, η αἰχμὴν ἠκονημένην. Τανύφλοιον. μακρόφλοιον. Ταρπέϊνον. ορος. Ταριχευτόν. πᾶν τὸ παττόμενον αλατι. καὶ τάριχος παρὰ τὸ ἐν τῇ ταριχείᾳ ισχνεσθαι. η παρὰ τὸ γάρη εχειν, τροπῇ τοῦ ˉγ εἰς τὸ ταῦ. †Ταριχευτὸν οψον. ὁ καλούμενος λάρδος. η τὸ ἀπόκτιν.† tau.1714 Τάῤῥωμα. ἡ κωπηλασία. Ταυτόν. ομοιον. Ταῦ. τὸ στοιχεῖον. Τάγματι. ἀξιώματι. καὶ ὁ ̓Απόστολος· εκαστος ἐν τῷ ἰδίῳ τάγματι. τοῦτο δὲ λέγει, ἐν οις ἐστιν, αξιος εσται. ( ̔Ρῆμα.) Ταινιοῦται. στεφανοῦται. Ταλαντεύουσι. σταθμίζουσι. †ζυγοστατοῦσι.† Ταλαντουμένην. τὴν δὲ γῆν ταλαντουμένην ἀνωμάλως σείεσθαι μὲν ὑπ' ἐκείνων· μεταφορικῶς δὲ ἀπὸ τῶν ζυγῶν, ἐπεὶ ὁ ζυγὸς τάλαντον λέγεται. καὶ ὑπερταλαντᾷν τὸ ὑπερβαρεῖν. Τάλλω. κακοπαθῶ. Ταλανίζει. αθλιον ἀποκαλεῖ. Τάμῃσ. κόψῃς. Τανύσασ. ἁπλώσας. Τάρπημεν καὶ ταρπήομεν. ἀντὶ τοῦ ἐκορέσθημεν. Ταρχύσουσι. θάψουσιν. ἀπὸ τῆς ταραχῆς τῆς ἐν τοῖς νεκροῖς γενομένης ἐν τῷ θάπτειν αὐτούς. tau.1715 Ταρβῶ. τὸ φοβοῦμαι. παρὰ τὸ ταράσσειν τὴν βοήν. Ταράσσειν. παρὰ τὸ ῥῶ, τὸ φθείρω, ῥάσσω καὶ ταράσσω. Ταριχεύειν καὶ ταριχεύσειν. τὸ τήκειν καὶ ξηραίνειν. Ταφρεῦσαι. σκάψαι· ὀρύξαι. Ταφών. θαμβηθείς. ἐκπλαγείς. η θαυμάσας. εστι δὲ δεύτερος ἀόριστος ἐκ τοῦ θήπω, τὸ θαυμάζω, εθαπον, καὶ εταφον, καὶ ἰωνικῶς ταφών. ἡ μεταφορὰ ἐκ τῶν τάφων. καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα διὰ τὸ ἐπεισερχόμενον ἡμῖν δεινόν. καὶ τάφος, ἡ εκπληξις, ἀπὸ τῆς ὁμοίας ἐτυμολογίας. ( ̓Επίῤῥημα.) Ταυρηδόν. δίκην ταύρου. Ταύτητοι. ουτως, η διὰ τοῦτο. ταυτὶ δὲ ἀντὶ τοῦ διὰ ταῦτα, ˉι. Τάχα. ἀντὶ τοῦ ταχέως. tau.1716 Τὸ Τ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) †Τεινῳδόσ. παρὰ τὸ ἐκτείνειν τὴν ᾠδήν.† Τέκτων. λεπτουργός. Τεκτόσαγεσ. ἐθνικόν. Τέκμωρ. τέλος· τεκμήριον. *καὶ ὁ υἱός.* παρὰ τὸ τέκω, τέκωρ, καὶ πλεονασμῷ τοῦ ˉμ τέκμωρ. Τελλὴν, Τελλῆνος, καὶ Τέλις, Τέλιδοσ. ὀνόματα κύρια. Τελαμών. ὁ ἀναφορεὺς λῶρος τῆς ἀσπίδος. Τελχῖνεσ. φθονεροὶ δαίμονες. βάσκανοι. παρὰ τὸ θέλγειν καὶ ἐξαπατᾷν