371
ἔξεστι σφαλισθῆναι καὶ τί ὀφείλει περὶ αὐτῆς. Ἀπόκρισις. τοῦτο ὑφ' ἡμῶν οὐ λέλυται τὸ κεφάλαιον· ἐπισκόπου γάρ ἐστι, τοῦ λύοντος τὰς ἐκκλησίας. Ἐρώτησις. ἐὰν δὲ εἰσὶν ἄνδρες τε καὶ γυναῖκες λαϊκοὶ αἱρετικοί, εἴτε ἀπὸ χωρικίας εἴτε ἔμφυτον ἔχοντες τὴν αἵρεσιν, εἰ ἔξεστιν ἐσθίειν μετ' αὐτῶν ἢ λαμβάνειν ἐξ αὐτῶν τίποτε. Ἀπόκρισις. οὔτε εἰ ἐκ κακονοίας εἰσὶν αἱρετικοὶ οὔτε εἰ ἐξ ἀμαθίας ἔξεστιν ἢ ἐσθίειν ἢ λαμβάνειν τὰ παρ' αὐτῶν προσενηνεγμένα, οὐκ οἶδα εἰ μή τι οἱ ἀμαθεῖς βελτιωθέντες ὀρθοδοξεῖν ἐπαγγέλλονται. Ἐρώτησις. περὶ τοῦ πατρός μου, εἰ ἐστὶν ἄξιος εἰς λειτουργίαν μνημονεύεσθαι. Ἀπόκρισις. εἴτε πατὴρ εἴτε μήτηρ εἴτε ἀδελφὸς ἢ ὁστισοῦν ἄλλος κατελείφθη μέχρι θανάτου κοινωνῶν τῇ αἱρέσει, προείρηται ἐν τῷ ἀνωτέρω κεφαλαίῳ μὴ μνημονεύεσθαι ἐν τῇ λειτουργίᾳ, εἰ μή τι ἕκαστος κατὰ διάνοιαν ἕλοιτο εὔχεσθαι περὶ τῶν τοιούτων καὶ ὑπὲρ αὐτῶν ποιεῖν ἐλεημοσύνας· πῶς γὰρ ἂν ὁ ἔτι ζῶν μετέχων τε τῆς αἱρετικῆς κοινωνίας καὶ οὕτως ἐκκομισθεὶς ληφθήσεται ἐν μνημοσύνοις κατὰ τὴν μυσταγωγίαν τῶν ὀρθοδόξων; οὐδαμῶς. Ταῦτα οὐ κανονικῶς ἐφθεγξάμην (ἐπισκόπων γὰρ τοῦτο), ἀλλὰ συμβουλευτικῶς ἐξ ἀγάπης (οὐδὲν γὰρ ἀγάπης ἀναγκαιότερον) φθεγ ξάμενος· εἰ δέ τι τῇ εὐλαβείᾳ σου ἄλλως δοκιμάζεται οἰκονομεῖσθαι, ἡμεῖς γὰρ περὶ τούτου λόγον οὐκ ἔχομεν ἢ τὸ ἐξαιτεῖσθαι ὑμῶν τὰς ἁγίας προσευχάς, ὅτι ἁμαρτωλοὶ ἄνθρωποι τυγχάνομεν. 553 {1Πρὸς τὴν σπαθαρέαν, ἧς τὸ ὄνομα Μαχαρᾶ}1 Τί καλὴ ἡ ἐπιστολὴ τῆς εὐγενείας σου, τῇ ἐγχωρίῳ μὲν φωνῇ ὑπηγορευμένη, πολλῇ δὲ τῇ τῆς ταπεινοφροσύνης χάριτι κατηγλαϊσμένη καί, τὸ παράδοξον, ἐξάπινα τὴν ἐξαγόρευσιν φέρουσα ὥσπερ τι ἕδνον θεοχάριστον. ἀλλὰ πόθεν, ἡμῶν ὄντων ἁμαρτωλῶν, ἡ τοσαύτη σου πίστις καὶ εὐσεβὴς ἐπίχυσις; ἢ ἵνα καὶ ἡμῖν γνωσθείη τίς καὶ ποταπὴ ὑπάρχεις τὴν εὐσέβειαν, συλλαμβάνουσα μεθ' ἑαυτῆς τὸν κύριον καὶ κεφαλήν, ἀλλὰ μὴν καὶ συνεφελκομένη, καθάπερ τι ὀψώνιον θεοτράπεζον, καὶ τὰς κυρίας τὰς ἀδελφάς; Οὕτω μὲν οὖν θεοτερπὴς ἡ ἐπιστολὴ καὶ τὸν τῆς εὐσεβείας ὑμῶν χαρακτῆρα ὑποδεικνύουσα ὡραιότατον. ἐγὼ δὲ πρὸς τὸ λέγειν ἐπιδεδωκέναι ὑμᾶς ἑαυτοὺς τῇ ἐμῇ ταπεινώσει οὐχ ἱκανός εἰμι· πλὴν οὐχ ἡμῖν, ἀλλὰ θεῷ ἑαυτοὺς ἐπιδίδοιτε. διὰ τοῦτο ὀφειλέται ἐσμὲν καὶ χαίρειν ἐπὶ τῇ ἀγαθῇ ζωῇ ὑμῶν καὶ εὔχεσθαι ὑμῖν τὰ ὅσια καὶ νέμειν μόνον ὃ ἔχομεν, παρέχειν τὸν λεπτὸν ἡμῶν λόγον· ὃ καὶ νῦν ἐπιδιδοῦντες ἐρωτῶμεν, τίνι λόγῳ ἐπιζητείη σου ἡ τιμιότης φάναι με περὶ τῆς θείας κοινωνίας καὶ τίνος χάριν τοσαῦτα ἔτη σπανίως μετέχεις; τοῦτο γὰρ λόγον ὀφείλει τινὰ ἔχειν. οὐ γὰρ τὸ σπανίως ἢ τὸ καθ' ἑκάστην ἁπλῶς, ἀλλὰ τὸ μετὰ καθαρᾶς συνειδήσεως μεταλαμβάνειν δέον· ὁ γὰρ ἀναξίως, φησίν, ἐσθίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. εἰ οὖν τοιούτῳ τρόπῳ σκοποῦσα τὰ ἑαυτῆς καὶ εὐλαβουμένη ἀναμένεις τὸν καιρόν, εὖ ἂν ἔχοι, εἴτε συντομώτερον εἴτε χρονιώτερον, καὶ ὅρος ἐν τούτῳ ἄλλος οὐκ ἔστιν ἢ ἡ ἐν καθαρᾷ καρδίᾳ καθόσον δυνατὸν τῷ ἀνθρώπῳ προσέλευσις· ἂν δὲ διὰ πταῖσμά τις ἔχῃ τὸ ἀκοινώνητον, δῆλον ὅτι τότε ἐκεῖνος κοινωνήσῃ, ὁπότ' ἂν πληρωθῇ αὐτῷ τὸ ἐπιτίμιον. εἰ δὲ διακρίνεται αὖ πάλιν δι' αἵρεσιν, τοῦτο ἀναγκαῖον· τὸ γὰρ κοινωνεῖν παρὰ αἱρετικοῦ ἢ προφανοῦς διαβεβλημένου κατὰ τὸν βίον ἀλλοτριοῖ θεοῦ καὶ προσοικειοῖ τῷ διαβόλῳ. Σκέψαι οὖν, ὦ μακαρία, ᾧτινι τρόπῳ τῶν εἰρημένων εἴη σου ὁ σκοπὸς καὶ κατ' αὐτὸ πρόσιθι τοῖς μυστηρίοις. γνωστὸν δὲ πᾶσιν ὅτι νῦν αἵρεσις ἐν τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ κατακρατοῦσα τῶν μοιχειανῶν ἐστι· φείσαιο τοίνυν τῆς τιμίας σου ψυχῆς μετὰ τῶν ἀδελφῶν καὶ τῆς κεφαλῆς. ἔφης δέ μοι ὅτι δέδοικας εἰπεῖν τῷ πρεσβυτέρῳ σου μὴ ἀναφέρειν τὸν αἱρεσιάρχην. καὶ τί περὶ τούτου εἰπεῖν σοι τὸ παρὸν οὐ καθορῶ, πλὴν ὅτι μολυσμὸν ἔχει ἡ κοινωνία ἐκ μόνου τοῦ ἀναφέρειν, κἂν ὀρθόδοξος εἴη ὁ ἀναφέρων. ὁ δὲ Κύριος, ὁ ἐν τοσούτῳ μέτρῳ εὐσεβείας ὑμᾶς ἀγαγών, αὐτὸς ἐν πᾶσιν ἀπήμονας καὶ ὁλοτελεῖς σώματί τε καὶ ψυχῇ