Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς· βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν. Καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξαίφνης ἀπώλεια, καὶ οὐ μὴ γνῷς.9 Γράφεται πάλιν ἀλαζονείας αὐτὴν, καὶ ἀποστή- σασαν μὲν ὁλοτρόπως τὴν ἑαυτῆς καρδίαν τοῦ εἰδέναι φιλεῖν, ὡς ἐν ἀνθρώποις μὲν ἀραρὸς οὐδὲν, ἀπήρτη- ται δὲ τῶν θείων διανευμάτων τὸ εἶναι τυχὸν ἢ μὴ τοὺς ἐπὶ τῆς γῆς· ἀλλ' οἵ γε τοῦτο εἰδέναι μὴ ἀνα- σχόμενοι, ταῖς σφῶν αὐτῶν ἀνάπτουσι κεφαλαῖς τὸ πάντα δύνασθαι κατορθοῦν, καὶ ὅσαπερ ἂν τελεῖν δύναται πρὸς εὐημερίαν αὐτοὺς, οἱ τοιοῦτοι θαυμά- ζουσι, καὶ ῥάβδον ὥσπερ ἑαυτοῖς ὑποστήσαντες κα- λαμίνην ἁλοῖεν ἂν, πίπτουσι γὰρ ἀδοκήτως, καὶ τὸν παρ' ἐλπίδα θρηνοῦσιν ὄλεθρον. Οὐκοῦν ἐπειδήπερ ἔφης ἐν τῇ καρδίᾳ σου· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, καταλήψεταί σε πικρὸν τῆς οὕτω δεινῆς ἀλα- ζονείας τὸ πέρας. Ἥξει γὰρ ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς, τοῦτ' ἔστιν, ἀνόνητός σοι καὶ ἡ μαντεία πρὸς τοῦτο γενήσεται. Πείσει γὰρ ἃ οὐκ ἔγνως, καὶ συμβήσεταί σοι πικρὰ καὶ ἀδόκητος συμφορά. Ἥξει βόθυνος, καὶ ἐμπέσῃ εἰς αὐτόν· ὅμοιον ὡς εἰ λέγοι, δεινὸν καὶ δυσδιάφυκτον κακόν. Τοῖς γὰρ ἅπαξ εἰς βόθρον κατενεχθεῖσιν, εἴπερ τις εἴη βαθὺς, τὸ διαφυ- γεῖν δύνασθαι τῶν ἀνηνύτων ἔσθ' ὅτε. Ἥξει δὲ καὶ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· ἤξει καὶ ἀπώλεια, καὶ οὐ μὴ γνῷς. Οὐ γὰρ ἦν εἰδέ- ναι τοὺς μάγους τὸ ἐσόμενον ἁπλῶς· μαντευόμενοι δὲ τὰ πρὸς χάριν, καὶ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, κατὰ τὸ γεγραμμένον, ἀσύμβατον ταῖς προαγορεύσεσιν ἑώρων συμβεβηκὸς τῶν ἐλπισθέντων τὸ πέρας. 9Στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου, καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι. Κεκοπίακας ἐν ταῖς βου- λαῖς σου. Στήτωσαν, καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέ- ρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχε- σθαι. Ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατα- καήσονται, καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογὸς, ὅτι ἔχεις ἄνθρακας πυρὸς, καθίσαι ἐπ' αὐτούς· οὖτοι ἔσονταί σοι βοήθεια, 70.1012 ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος· ἄνθρωπος καθ' ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία.9 ∆ιαγελᾷ καὶ οἷον κατειρωνεύεται τῆς τῶν μάγων δεισιδαιμονίας, τὸ διάκενον ἄθυρμα, καὶ δὴ καὶ εἰσ- άπαν ἀνωφελὲς ἀποφαίνει τὸ ἐπιτήδευμα. Συναγηγερ- μένων γὰρ τῶν μαχίμων, φησὶ, Κύρου τε ὄντος κατὰ σοῦ, καὶ τῆς τῶν πολεμίων φάλαγγος κατευμεγε- θούσης τῶν παρὰ σοὶ τοξευμάτων, ἀσθενήσουσιν αἱ ἀσπίδες, καὶ τῆς τοξείας ἡ δύναμις ὠφελήσει μηδὲν, ὅταν ὁπλίταις ὁμοίως, καὶ τοῖς πεζομάχοις οἱ τῶν ἵππων πέσωσιν ἐμβάται. Στῆθι ἐν ταῖς ἐπαοιδαῖς σου, καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνηθῇς ὠφεληθῆναι. Ἀνάστησον, φησὶ, τοῖς πολιορκοῦσι τοὺς μάγους, τοῖς εὖ εἰδόσι τὰ τακτικὰ τῶν ἐπαοιδῶν τὰς ψυχρολογίας· ἀλλ' οὐ δυνήσῃ, φησί. Κεκοπίακας ἐν ταῖς βουλαῖς σου. Ὤνησαν γάρ σε παντελῶς οὐδὲν τὰ δοκοῦντά πως εἶναι σοφὰ τῶν μάγων βουλεύματα. Εἰ δὲ οἴει τὸν ἐμὸν τῆς ἀληθείας ἐφαμαρτῆσαι λόγον, στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι, τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. Ἕτερον τοῦτο βωμολόχων μὲν τάγμα τι, μετά γέ φημι τοὺς μάγους καὶ τοὺς ἐπαοιδούς. Προσεποιοῦντο γὰρ τῶν παρ' αὐτοῖς τινες, τάς γε ἀνατολὰς καὶ τὰς δύσεις τῶν ἄστρων εἰδέναι, καὶ τὴν ἑκάστου κίνησιν ἀναμετρεῖν ὅποι ποτέ εἰσι, καὶ πόθεν ἔρχονται, διετείνοντό τε διὰ τῆς εἰς τοῦτο ψευδοῦς ἀκριβείας τὴν τῶν ἐσομένων δέχεσθαι γνῶ- σιν. Οὐκοῦν εἴπερ εἰσὶν οὐ ψευδοεπεῖς, καὶ εἰς προφη- τῶν αὐτοῖς ἀποπληροῦσι τάξιν οἱ τὸ στερέωμα λα- χόντες ἀστέρες, λεγέτωσαν τὰ συμβησόμενα. Ἀλλ' οὐκ ἂν ἔχοιεν φράσαι, φησὶν, ἔσονται γὰρ ὁμοῦ τοῖς ἄλλοις, φρυγάνων δίκην, πυρὸς ἔργον καὶ τροφὴ, καὶ οὐκ ἄν τις αὐτῶν διαφύγοι. Εἶτα τρόπον τινὰ προσμειδιῶν τῇ Βαβυλωνίων, ὡς πεπλανημένῃ, ἐπι- φέρει καί φησιν, Ἔχεις ἄνθρακας πυρὸς, τοῦτ' ἔστι, θερμοὺς καὶ ζέοντας ἄνδρας τοὺς περὶ ὧν ὁ λόγος, ὅταν ἐπ' αὐτοῖς καθίσεις. Ἡ