372
ἐσχατιαῖς γῆς ἀγνοούμενον αὐτοῦ πλοῦτον εἰς ἀξιόχρεων οὐδὲν, ἀλλ' εἰκῇ καὶ μάτην διαφθείραντες, ἀλλὰ καὶ περὶ τοὺς φίλους καὶ τοὺς ὁπωσδήποτε ἐπιτηδείους· καὶ ὅσους αὐτῶν ἀπέκτειναν, τοὺς δὲ ἐν δεσμωτηρίοις ἔχουσιν ἄχρι νῦν, μεγάλῃ δυσπραγίᾳ καὶ δεσμοῖς ἀφύκτοις προσταλαιπωροῦντας· καὶ ὡς κοινοὶ πολέμιοι φανεῖεν αὐτοῦ τε καὶ τῶν παρὰ Ῥωμαίοις ἀρίστων πάντων, οὐ μόνον ὅσον ἐν εὐγενέσιν ἦν, ἀλλὰ καὶ μονάζουσι καὶ ἐπισκόποις, ἔτι δὲ καὶ στρατιώταις καὶ τοῖς τῶν πολιτειῶν ἑκάστης πόλεως προέχουσιν. ὧν δὴ πάντων ἔφασκεν αὐτοῦ διὰ τὴν περισχοῦσαν τοὺς Ῥωμαίους συμφορὰν ἀμνημονοῦντος καὶ τιθεμένου παρ' οὐδὲν, καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς καὶ τρὶς, ἀλλὰ καὶ πολλάκις τοσαυτάκις ἐξαρχῆς τε εὐθὺς καὶ μέχρι νῦν πρεσβείας ποιουμένου καὶ δεομένου περὶ εἰρήνης, οὐ μόνον ἐπιεικὲς οὐδὲν ἀποκρίνασθαι ἐκείνους, ἀλλὰ τούς τε πρέσβεις αἰκίζεσθαι καὶ ἀτιμοῦν καὶ δεσμοῖς κατέχειν, καὶ αὐτοῦ πολλὰς καταχέειν ὕβρεις καὶ διὰ τοιούτων τὰς ἀπολογίας ποιεῖσθαι πρὸς τοὺς πρέσβεις, πάντα μᾶλλον ἀνεκτὰ ἡγουμένους, ἢ περὶ εἰρήνης διαλέγεσθαι ἢ ἀκούειν. τῆς τε βαρβαρικῆς πρὸς τοὺς ὁμοφύλους, ἔφασκεν, ἐπαγωγῆς οὐκ ἐκεῖνον ἦρχθαι, ἀλλ' αὐτοὺς, πρώτους ἐπ' αὐτὸν ἐπενεγκόντας· καὶ οὐ μόνον τούτου ἕνεκα, ἀλλὰ καὶ τρόποις ἑτέροις χρῆσθαι τοῖς βαρβάροις καταναγκάζοντας. χρήματα γὰρ ἐκεῖνοι παρεχόμενοι καὶ πόλεις 2.507 προϊέμενοι καὶ τὴν Ῥωμαίων ἡγεμονίαν μεγάλων καὶ θαυμασίων τινῶν ἀποστεροῦντες, οὐ Κράλην μόνον ἔπεισαν τὸν Τριβαλῶν δυνάστην, ἀλλὰ καὶ Ἀλέξανδρον τὸν βασιλέα Μυσῶν αὐτῷ πολεμίους εἶναι, ἕκαστον καθ' ἑαυτὸν ἀξιόχρεων πρὸς μάχην ὄντα σύμπασιν ὁμοῦ Ῥωμαίοις, ὑφ' ὧν πρὸς ἀνάγκην καὶ αὐτὸν συνελαυνόμενον, τῇ συμμαχίᾳ χρῆσθαι τῇ βαρβαρικῇ, ἄλλως τε σαφῶς εἰδότα, ὡς εἰ ἀπώσοιτο αὐτὸς, ἐκείνους χρησομένους ἐπ' αὐτόν. οὐ γὰρ διὰ τὸ μὴ βούλεσθαι ἐκείνους μὴ χρῆσθαι τοῖς βαρβάροις, ἀλλὰ διὰ τὸ μὴ πείθειν δύνασθαι μᾶλλον ἐκείνῳ αἱρουμένους συμμαχεῖν. οὔπω γὰρ χθὲς καὶ πρώην πρὸς Ὀρχάνην τὸν Πέρσην πρεσβείαν πεποιημένοι, ἐδέοντο σφίσι συμμαχεῖν, πολλὰ ἐπαγγελλόμενοι παρέξειν χρήματα. τὸν δὲ μᾶλλον ἑλέσθαι τὸ ἐκείνῳ προῖκα συμμαχεῖν, ἢ πολλὰ παρ' ἐκείνων χρήματα λαμβάνειν. οὐ μὴν ἀλλὰ καὶ πρότερον ὀλίγῳ τὸν Ἀσάνην Ἰσαάκιον τὸν πανυπερσέβαστον πρὸς Σουλιμᾶν τὸν Καρασῆ Φρυγίας σατράπην ἀφικέσθαι καὶ δεῖσθαι αὐτοῦ χρήματα πολλὰ λαβόντα συμμαχεῖν ἐπ' ἐκεῖνον. τὸν δὲ μηδὲ αὐτὸν πεπεῖσθαι. καὶ αὖθις τὸν παρακοιμώμενον τῆς αὐτῆς ἕνεκα αἰτίας ἐπὶ τὸν αὐτὸν ἐλθεῖν· τὸν δὲ τοσοῦτον δεῆσαι πείθεσθαι αὐτῷ, ὥστ' οὐδὲ θέας γοῦν ψιλῆς ἠξιωκέναι. ἐκείνη μὲν οὖν ἡ ἡμέρα καὶ οὐκ ὀλίγον τῆς νυκτὸς καὶ ἡ ἐπιοῦσα ἡμέρα καὶ νὺξ ὁμοίως ἀνάλωτο ἐν τοῖς τοιούτοις, βασιλέως μὲν τὰ κατ' 2.508 αὐτὸν διηγουμένου καὶ ἀποδεικνύντος ἑαυτὸν, ἀνάγκῃ πρὸς τὸν πόλεμον φερόμενον, τῶν Λατίνων δὲ ἀντιλεγόντων ἐπ' ἐνίοις καὶ ἃ οἱ ἐν Βυζαντίῳ ἐγκαλοῦσιν ἐπαγόντων καὶ γυμναζόντων ὡς μάλιστα τὸν λόγον, ἵνα τἀληθὲς μὴ διαδρᾶναι δυνηθείη. πγʹ. Μετὰ δὲ τὸ παύσασθαι τῶν περὶ τούτων λόγων, ὁ τῶν μενουρίων ἡγούμενος Ἀρῆγος ὠνομασμένος, δίκαιον, εἶπε, τὸν ὀρθῶς βιοῦν προῃρημένον καὶ ἀληθείας καὶ δικαιοσύνης καὶ ὀλίγον γοῦν πεποιημένον λόγον, μηδέποτε καταψηφίζεσθαι μηδενὸς, πρὶν ἂν αὐτοῦ περὶ τῶν κατηγορουμένων τὴν ἀπολογίαν ἐγγένηται ἀκούειν ποιουμένου. καὶ ὃ τῶν παλαιῶν τις βασιλέων ἔφασκε, τὸ δεῖν τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν μάλιστα τῷ κατηγορουμένῳ διασώζειν, τοῦθ' ἡγεῖσθαι εἶναι κοινὸν παράγγελμα ἀνθρώποις τὰ μέγιστα λυσιτελοῦν κατὰ τὸν βίον. ἐγὼ γάρ σου πολλὰ καὶ δεινὰ κατηγορούντων τινῶν ἀκηκοὼς, ὅτι τε τῆς θαυμαστῆς ἐκείνης βασιλέως πρὸς σὲ φιλίας ἀμνημονήσας, ἐπεβούλευσας μηδὲν ἀδικοῦσι τοῖς παισὶ, καὶ τὴν Ῥωμαίων ἄγων αὐτὸς ἡγεμονίαν ἐν ἰδιώτου σχήματι, οὐκ ἐνόμισας τὴν δόξαν ἐξαρκεῖν, εἰ μὴ ἐκείνους ἀποκτείνας τὸ κράτος ἅπαν περιστήσεις εἰς σεαυτὸν, καὶ ὡς πατριάρχου καὶ τῶν ἄλλων πρὸς τὴν ἐπιχείρησιν ἐναντίων γενομένων, ἐκμανεὶς πρὸς τὴν