372
ἐπῆλθον αὐτῷ ἐν υλαις δυσεκβάτοις οντι μετὰ τῆς περὶ αὐτὸν 2.452 στρατιᾶς, καὶ ἐξάπινα σφᾶς διὰ τῶν λοχμωδεστάτων, εμπειροι τούτων οντες, περιεστοίχισαν. καὶ πλεῖστα μὲν καὶ πλειστάκις ἐκάκωσαν, τέλος δὲ τῶν μὲν ̔Ρωμαίων ἀποβαλόντων πολλούς, τοῖς δὲ βαρβάροις ἀεὶ προστιθεμένων ὁμογενῶν ἑτέρων, ῥᾷον οἱ ̔Ρωμαῖοι κυκλούμενοι ἐφονεύοντο, ωστε καὶ τὸν Ουαρον καὶ τοὺς λοιποὺς τοὺς λογιμωτάτους τρωθῆναι· οι φοβηθέντες μὴ ζωγρηθῶσιν αὐτοὶ ἑαυτοὺς ἀνεῖλον. τοῦτο δὲ γνόντες καὶ οἱ λοιποί, οἱ μὲν τὸν αρχοντα ἐμιμήσαντο, οἱ δὲ τὰ οπλα τιθέντες ἐπέτρεπον τῷ βουλομένῳ φονεύειν αὐτούς. ἐκόπτοντο ουν ἀδεῶς, καὶ τὰ ἐρύματα πάντα κατέσχον οἱ βάρβαροι, ατερ ἑνός, περὶ ο ἀσχοληθέντες ουτε τὸν ̔Ρῆνον διέβησαν ουτ' ἐς τὴν Γαλατίαν εἰσέβαλον. ἀλλ' οὐδ' ἐκεῖνο χειρώσασθαι ἠδυνήθησαν, ἐπεὶ μήτε πολιορκεῖν ἠπίσταντο καὶ τοξόταις οἱ ̔Ρωμαῖοι συχνοῖς ἐχρῶντο, ἐξ ων καὶ ἀνεκόπτοντο καὶ πλεῖστοι ἀπώλλυντο. μετὰ δὲ τοῦτο πυθόμενοι φυλακὴν τοῦ ̔Ρήνου τοὺς ̔Ρωμαίους ποιήσασθαι καὶ τὸν Τιβέριον σὺν βαρεῖ προσελαύνειν στρατεύματι, οἱ μὲν πολλοὶ ἀπανέστησαν τοῦ ἐρύματος, οἱ δ' ὑπολειφθέντες ἀποστάντες αὐτοῦ, ωστε μὴ αἰφνιδίοις ἐπεξελεύσεσι τῶν ἐντὸς κακοῦσθαι, τὰς ὁδοὺς ἐτήρουν, σπάνει σιτίων αἱρήσειν ἠλπικότες αὐτούς. οἱ δ' ἐντὸς οντες ̔Ρωμαῖοι, εως μὲν εὐπόρουν τροφῆς, κατὰ χώραν εμενον, βοήθειαν προσδεχόμενοι· ὡς δ' ουτε τις ἐπεκούρει αὐτοῖς καὶ λιμῷ συνείχοντο, ἐξῆλθον νύκτα τηρήσαντες χειμέριον, ησαν δὲ στρατιῶται μὲν ὀλίγοι, αοπλοι δὲ πολλοί, καὶ τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον φυλακτή2.453 ριον τῶν βαρβάρων παρῆλθον, πρὸς δὲ τῷ τρίτῳ γενόμενοι ἐφωράθησαν. καὶ πάντες αν ἀπώλοντο η καὶ ἑάλωσαν, εἰ μὴ περὶ τὴν τῆς λείας ἁρπαγὴν οἱ βάρβαροι ἐτράποντο, καὶ οἱ σαλπιγκταὶ τροχαῖόν τι συμβοήσαντες δόξαν παρέσχον ὡς ἐπικουρία τοῖς πολιορκουμένοις ἐλήλυθεν· ειτα καὶ ὡς ἀληθῶς ἐπεκουρήθησαν. ὁ δὲ Τιβέριος διαβῆναι τὸν ̔Ρῆνον οὐκ εκρινεν, ἀλλ' ἠτρέμιζεν ἐπιτηρῶν μὴ οἱ βάρβαροι τοῦτο ποιήσωσιν. ἀλλ' οὐδ' ἐκεῖνοι διαβῆναι ἐτόλμησαν, γνόντες αὐτὸν παρόντα. μετὰ ταῦτα δὲ αὐτὸς καὶ ὁ Γερμανικὸς εἰσέβαλον εἰς τὴν Κελτικὴν καί τινα ταύτης κατέδραμον, οὐ μέντοι καὶ μάχῃ ἐνίκησαν ουτε εθνος τι ὑπηγάγοντο, οτι μηδ' ῃει τις ἐς χεῖρας αὐτοῖς, καὶ οὐδ' αὐτοὶ τοῦ ̔Ρήνου πόρρω προήλθοσαν, δεδιότες μὴ καὶ αυθις σφαλῶσιν, ἀλλ' αὐτοῦ που μέχρι τοῦ μετοπώρου διατρίψαντες ἐπανῆλθον. ̔Ο Αυγουστος δὲ τὰ τῆς μοναρχίας διοικῶν καὶ ὑπέργηρως ηδη γενόμενος τὸν μὲν Γερμανικὸν ὑπατεύσαντα πρὸ τοῦ στρατηγῆσαι παρακατέθετο τῇ βουλῇ, τὴν δὲ τῷ Τιβερίῳ. ἱπποδρομίας δὲ τελουμένης ἐν τοῖς γενεθλίοις αὐτοῦ ἐμμανής τις ἀνὴρ ἐκάθισεν ἐς τὸν δίφρον τὸν τῷ ̓Ιουλίῳ Καίσαρι ἀνακείμενον καὶ τὸν ἐκείνου στέφανον περιέθετο· ο πάντας ἐτάραξεν ὡς εἰς τὸν Αυγουστόν τι σημαῖνον. ἀλλὰ καὶ τέρατα πρὸς τοῦτο φέροντα προσέπεσε πλείονα. ο τε γὰρ ηλιος απας ἐξέλιπε καὶ τοῦ οὐρανοῦ πολὺ πυρῶδες φαινόμενον καίεσθαι εδοξε καὶ ἀστέρες κομῆται καὶ αἱματώδεις ωφθησαν· βουλῆς 2.454 τε ἐπὶ τῇ νόσῳ αὐτοῦ ἐπαγγελθείσης, ιν' εὐχὰς ποιήσωνται, κεκλεισμένον ευρητο τὸ συνέδριον· καὶ κεραυνὸς εἰς εἰκόνα αὐτοῦ ἐμπεσὼν τὸ πρῶτον γράμμα τοῦ ὀνόματος τοῦ Καίσαρος ἠφάνισε. ταῦτα μὲν ουν ζῶντος ετι αὐτοῦ προεφάνη· ὁ δὲ νοσήσας ἐν Νώλῃ μετήλλαξε τῇ ἐννεακαιδεκάτῃ τοῦ Αὐγούστου μηνός, ζήσας εξ ετη καὶ ἑβδομήκοντα, τριάκοντα καὶ τεσσάρων ἐνδεουσῶν ἡμερῶν, μοναρχήσας δὲ ἀφ' ου πρὸς τῷ ̓Ακτίῳ ἐνίκησεν ἐνιαυτοὺς πρὸς τέσσαρσι τεσσαράκοντα. ὑπωπτεύθη μέντοι ἐπὶ τῷ θανάτῳ αὐτοῦ ἡ Λιβία, οτι πρὸς τὸν ̓Αγρίππαν ὁ Αυγουστος λάθρᾳ ἐς τὴν νῆσον διέπλευσεν, ενθα μετὰ τῆς ̓Ιουλίας τῆς μητρὸς πεφυγάδευτο. δείσασα γὰρ μὴ καταλλαγεὶς ἐπὶ τῇ μοναρχίᾳ αὐτὸν καταγάγῃ, σῦκά τινα ἐπὶ δένδροις ετι οντα, ἐξ ων ὁ Αυγουστος αὐτοχειρίᾳ συκάζειν εἰώθει, φαρμάξαι λέγεται, καὶ αὐτὴ μὲν τὰ ἀφάρμακτα ησθιεν, ἐκείνῳ δὲ τὰ πεφαρμαγμένα προσέβαλεν. ειτ' ουν ουτως ειτ' αλλως ἀρρωστήσας τότε τοὺς ἑταίρους συνήθροισε καὶ α ἠβούλετο τούτοις