372
πρὸς πᾶν ἔργον ἀγαθὸν καὶ πρὸς πᾶσαν αὐτάρκειαν βίου συντηρῶν διαφυλάξειε, τήν τε ὑμῶν συζυγίαν φημὶ καὶ τὰς εὐλαβεστάτας ἀδελφάς, ὑπερευχομένων πάντων τῆς ἡμετέρας ἀναξιότητος. 554 {1Πλάτωνι οἰκείῳ πατρί}1 Ἱνατί μοι, πάτερ ἅγιε, τῷ ἀθλίῳ ἐπιτάσσῃς τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ φωτίζεσθαι, καὶ αὐτὸς ζητεῖς παρ' ἐμοῦ τοῦ ἐσκοτισμένου κατηχεῖσθαι; ἀλλὰ καὶ τοῦτο τυπῶν με πρὸς ταπείνωσιν. οὐκ οἶδα δὲ τί εἴπω τῷ καιρῷ πρόσφορον ἢ ὅτι καλῶς ᾠκονόμησεν ὁ θεὸς τὰ καθ' ἡμᾶς· εἰ γὰρ ἐκ φιλοθεΐας τινὲς καταλιπόντες τὰς ὑπαρχούσας αὐτοῖς ἡγεμονίας μακράν που ἀποδραμόντες τῷ ἡσυ χαστικῷ βίῳ ἐμακαρίσθησαν, πῶς ἡμεῖς οἱ ταπεινοί, διὰ νόμον θεοῦ πεφρουρισμένοι ἐν ἐξορίᾳ, οὐκ ἀγαλλιασόμεθα ἐν Κυρίῳ, χάριν αὐτῷ λογιζόμενοι καὶ δωρεὰν μεγίστην ὅτι ἠξιώμεθα ἐν μέτρῳ τοιούτῳ καταντῆσαι, οὗ πολλοὶ ἐφιέμενοι οὐκ ἐπέτυχον; Κάθου δή, πάτερ μου ἅγιε, ἐν ᾧ τόπῳ ὁ θεὸς ἀλλ' οὐκ ἄνθρωπος εἴσω ἐφρούρησέ σε ἕως καιροῦ (ἐπεὶ μηδὲ ἴσμεν τί τέξεται ἡ ἐπιοῦσα, εἴτε οὕτως εἴτε ἄλλως τῆς προνοίας κελευούσης) καὶ δόξαζε τὸν δοξάσαντά σε Κύριον διὰ τῆς μαρτυρικῆς σου ἐνστάσεως, ἐσθίων τὸν ἄρτον σου μετ' εὐχαριστίας καὶ χαρᾶς, ὃν ἔδοξαν οἱ ἄνθρωποι πικρόν σοι προσφέρειν. οὔπω σοι δύναμις ἐν τῷ γήρει, κόπων ἀσκητικῶν προηγωνισμένων σοι ἐν τῇ νεότητι χάριτι Χριστοῦ κατὰ πάντα. διὰ τοῦτο, παρακαλῶ καὶ ἀντιβολῶ, καὶ βρώμασι καὶ πόμασι τοῦ κατατρυχωμένου σου σώματος ἀντιλαμβάνεσθαι μὴ παραιτοῦ· ἀρκεῖ σοι ἡ μόνωσις, ἡ κάθειρξις, ἡ ἐρημία, ἡ ὑποστέρησις, ἡ ἀδυναμία τοῦ γήρους μετὰ καὶ ἀσθενείας, ἡ περὶ ἡμᾶς τε τοὺς ἁμαρτωλοὺς καὶ τοὺς ἄλλους φροντίς. ἐν τούτοις ὑπομένων αὐταρκοῦ, καθαρότητα θηρεύων τῶν λογισμῶν διὰ τῆς μετεωροπορήσεως τῆς τιμίας σου ψυχῆς. ἡνίκα γὰρ ἄρτι τὸ ἐρημικὸν πρόσεστιν, εὐχερῶς ὁ νοῦς ὥσπερ ὑπὸ σωλῆνος σφιγγόμενον ὕδωρ δύναιτ' ἂν ἀνατρέχειν ἐκ τῶν χαμαιζήλων πρὸς τὰ ἐπουράνια. τοῦτό ἐστι τὸ ζητούμενον, τὸ μετὰ θεοῦ τῇ ἀπροσπαθείᾳ εἰς ἀεὶ ἔσεσθαι. πλὴν οἱ πόλεμοι στεφάνων αἴτιοι παρὰ τῶν πατέρων ἡμῶν ὁρίζονται· ὥστε, εἰ καὶ πολεμούμενοι ἐνιστάμεθα, νίκης ἀποφερόμεθα κλέος κατὰ τοῦ ἡττημένου διαβόλου. Ἐγὼ δὲ αἰσχύνομαι, ἰσχημένος ὢν τοῖς πάθεσι, τοιαῦτα πρὸς σὲ τὸν πατέρα μου φθεγγόμενος, ἀλλ' ἠνάγκασμαι δι' ὑπακοήν σου. καλὸν τὸ λυθῆναι τῆς πολυδέσμου προσπαθείας καὶ δεθῆναι τῷ ἀκορέστῳ ἔρωτι Κυρίου. συμφέρον, πάτερ μου, τὸ ἀποσχέσθαι τῆς τῶν παθῶν δυσωδίας καὶ ὀσφραίνεσθαι τῆς τοῦ πνεύματος εὐωδίας. μακάριον τὸ κατανυχθῆναι ἐνταῦθα καὶ κλαῦσαι ὑπὲρ ................. ...............· καὶ ἀγαλλίασις τῷ τοιούτῳ, ἐν πᾶσι προηγουμένου τοῦ φόβου θεοῦ· ὅς, καθάπερ πῦρ ὅτε ἐν τῇ ψυχῇ γένηται, ἐγκαταφλέγειν πέφυκε τὰς εἰσβολὰς τῆς ἁμαρτίας. πῶς δὲ οὐ φοβητέον ὃν φρίττουσι ἄγγελοι, οὗ τῷ βλέμματι δονεῖται ἡ κτίσις, ᾧ παραστησόμεθα πάντες γυμνοὶ καὶ τετραχηλισμένοι, μικρὸν ὕστερον ἀποληψόμενοι τῶν βεβιωμένων τὰς ἀμείψεις; ἐγὼ δὲ ὁ τάλας, ἐν οὐδενὶ ὧν εἶπον ἑαυτὸν καταλαμβανόμενος, σκυθρωπάζω, τὴν τῶν ἁγίων εὐχῶν σου ἐπικουρίαν αἰτῶν εἰς διάνοιξιν τῶν τῆς ψυχῆς ὀφθαλμῶν, εἰς γεῦσιν τοῦ ὄντως ἔρωτος. ἀλλ' ἔστι μοι σὺν τῇ ψυχῇ καὶ τὸ σῶμα ἀσθενές, ὡς οἶσθα, καὶ οὐκ οἶδ' ὅ τι χρήσωμαι· μικρὸν γὰρ εἰ δόξω βιάζεσθαι, ἀπόλλω καὶ ὅπερ μικρὸν κατέχω. μίαν ταύτην παρηγορίαν εὕρηκα (καὶ δέον ἀναθέσθαι σοι, πάτερ μου), ἐξ ἀναγνώσεως καὶ ἐρωτήσεως τῶν Ἀνατολικῶν μαθὼν τὸ χρῆναι τοὺς ἡσυχάζοντας εἰ δυνατὸν καθ' ἑκάστην μεταλαμβάνειν τῆς θείας κοινωνίας. ἐχρησάμην οὕτως καὶ εὗρον βοήθειαν ὁ ἄθλιος, ὑποστελλομένης τῆς διανοίας ἐκ τῆς ἐμπαθοῦς κινήσεως διὰ τὴν τοῦ δώρου ἔμφοβον ὑποδοχήν. καὶ τί γὰρ μεῖζον εἰς ἀγαλλίασιν καὶ φωτισμὸν εἴη ἂν τῇ ψυχῇ πλέον τῆς θείας κοινωνίας; ἐν ποτηρίῳ δὲ ὑαλίνῳ ἀφωρισμένῳ προβαλὼν οἶνον καὶ εὐξάμενος τὰ συνήθη μετέχω ὁ ἀνάξιος τοῦ δώρου. καὶ δήλωσόν μοι εἰ καλῶς ποιῶ ἢ οὔ· πέρανον τῶν καρπῶν σου φαγέσθαι. Μακάριος εἶ, πάτερ μου, καὶ