373
ἀποτυχίαν, τόν τε πόλεμον κεκίνηκας τουτονὶ καὶ τοὺς βαρβάρους ἐπήγαγες Ῥωμαίοις, καὶ τὴν εἰρήνην οὐδ' ἄκροις καταδέχῃ τοῖς ὠσὶν, ἀλλ' ὅτι μὴ εὐθὺς ἐξαρχῆς ὑπεῖξαν δουλωθέντες, πάντα 2.509 ἀνατρέπειν καὶ διαφθείρειν ἔγνως, καὶ τῶν φόνων καὶ τῶν ἀνδραποδισμῶν οὐδένα ποιῇ λόγον, οὕτως ἐκπεπολέμωμαι καὶ αὐτὸς καὶ πρὸς τοσοῦτον ἔχθος ἐξηγόμην, ὥσθ' ἡδέως ἂν εἴ τις ἀποσφάττειν ἠδυνήθη, τὴν χεῖρα κατεφίλουν καὶ πολλῶν σωτῆρα καὶ εὐεργέτην ἂν ἐνόμιζον, οὐ μόνον διὰ τὴν γεγενημένην ὑπὸ τοῦ πολέμου φθορὰν ἐν τοσούτῳ χρόνῳ καὶ τὴν μεγάλην κακοπραγίαν τῶν Ῥωμαίων, ἧς αἰτιώτατον εἶναι ὑπελάμβανον, ἀλλ' ὅτι καὶ αὐτὸς ἐκ Σαβωΐας ὢν τῆς πατρῴας ἀρχῆς τῇ βασιλίδι, φίλτρον τι τρέφω πρὸς τοὺς ἐκείνης παῖδας διὰ τὴν ἐκ τοῦ γένους κοινωνίαν, καὶ πρὸς τὴν κακοπραγίαν καὶ αὐτὸς συνάχθομαι. καίτοι γε οὐ παρὰ τῶν φίλων μόνον, ἀλλὰ καὶ τῶν μάλιστά σοι πολεμούντων πολλοὺς καὶ θαυμασίους ἐπαίνους ἤκουον διεξιόντων. καὶ τήν τε φύσιν ὡς θαυμασίαν καὶ τὴν ἄσκησιν ἐξαιρόντων τὴν πρὸς τὰ καλὰ, ὡς πολλῷ τῷ μέσῳ τοὺς ἄλλους ὑπερβέβληκε Ῥωμαίους, οἷς οὐκ ἐνόμιζον προσέχειν δεῖν, τοῖς μὲν διὰ φιλίαν, τοῖς δὲ δι' ἔχθραν ἀμφοτέροις ψευδομένοις. ἔστι γὰρ ὅτε καὶ αὐτοὶ οἱ πολεμοῦντες αὔξουσι τοῖς ἐγκωμίοις τοὺς ἐχθροὺς, ἵν' ἢ ἡττηθέντες ὑπὸ μεγάλων, ἢ νικήσαντες, μέγιστα δόξωσι κατωρθωκέναι. νυνὶ δέ μοι τοὐναντίον ἅπαν περιέστη. τοῖς τε γὰρ ἐγκωμιάζουσιν ἐκείνοις οὐκ ὀλίγα μέμφομαι, ὡς τὸ πολὺ συγκρύπτουσι τῶν ἀγαθῶν, καὶ ἐμαυτῷ τῆς ἀκρισίας. καὶ δὴ μεταβαλὼν ἀντὶ ἐχθροῦ καὶ κατηγόρου τῶν τε μάλιστα γεγένημαι φιλούντων, 2.510 καὶ πολλῶν καὶ θαυμασίων τῶν ἐπαίνων κρίνων ἄξιον, οὐ παρὰ Ῥωμαίοις διατρίβων, ἀλλὰ καὶ γενόμενος εἰς Ἰταλίαν, ὥσπερ μετ' ὀλίγον οἴομαι, τὴν προσοῦσαν μεγαλοφυΐαν καὶ τὴν εὐγνωμοσύνην καὶ τὴν ἐπιτηδειότητα πρὸς τὰ καλὰ κηρύξω πᾶσι φανερῶς. περὶ μὲν οὖν τῶν κατὰ τὸν πόλεμον ἁπάντων ὡς εὐθὺς ἐξαρχῆς ἄχρι νῦν οὐδεμίαν πρόφασιν αὐτὸς παρέσχες, ἀλλ' ἄκων ἐπὶ ταῦτα πρὸς τῶν πολεμούντων συνωθῇ, πέπεισμαί τε ἀκριβῶς, καὶ πρὸς ἄλλους ὑπὲρ σοῦ διαλεχθείην ἂν αὐτός. ἐπεὶ δ' αὐτὸς ἐκέλευσας περὶ πάντων, ὧν ἂν θέλοιμεν, πυνθάνεσθαί σου ἀδεῶς, τί περὶ τῆς εἰρήνης νῦν διανοῇ; ἆρ' ἑτοίμως ἔχεις πρὸς αὐτὴν, εἴ τινος ἐπιεικοῦς ἀπολογίας τύχοις, ἢ πρὸς τὴν ἐκείνων ἀγνωμοσύνην παντάπασιν ἀπέγνως πρὸς τὰς διαλύσεις καὶ αὐτός;» βασιλεὺς δὲ αὐτὸν τῆς τε παῤῥησίας ἐπαινέσας καὶ τῆς περὶ τὰ πράγματα ἀδόλου διαίτης καὶ δικαίας, καὶ ἀντιφιλεῖν αὐτὸν καὶ αὐτὸς εἰπὼν διὰ τὴν προσοῦσαν σύνεσιν καὶ τὴν εὐφυΐαν τὴν πρὸς τὰ καλὰ, εἶτα ἀπεκρίνατο καὶ περὶ τῆς εἰρήνης, ὡς ἐπ' ἐκείνοις εἴη τοῖς πολεμοῦσι καὶ ἡ τοῦ πολέμου καὶ ἡ τῆς εἰρήνης αἵρεσις. αὐτόν τε γὰρ συνθήσεσθαι ῥᾷστα πρὸς τὰς διαλύσεις, ἂν ἐθέλωσιν ἐκεῖνοι, καὶ πολεμήσειν κατὰ δύναμιν, ἂν ἐκεῖνοι τὰ δίκαια μὴ θέλωσι ποιεῖν. ἐκεῖνοι γὰρ πρότεροι πολέμου ἦρξαν διαβαλόντες καὶ συκοφαντήσαντες, καὶ τήν τε μητέρα ὀλίγου δεῖν ἀπέκτειναν αὐτοχειρίᾳ, ἐν δε 2.511 σμωτηρίῳ νοσοῦσαν προνοίας ἀξιώσαντες μηδεμιᾶς, καὶ τὸν υἱὸν οὔπω δώδεκα ἔτη γεγονότα καὶ μηδὲν αὐτοὺς ἠδικηκότα, διὰ τὴν πρὸς ἐμὲ ἀπέχθειαν ὑπὸ δεσμοῖς κατέστησαν τοσοῦτον χρόνον, καὶ τοὺς φίλους ἅπαντας διέφθειραν καὶ τοὺς οἰκείους, καὶ οὐδὲν ἀπέλιπον παροινίας, οὐδὲ ὕβρεως. ἐῶ γὰρ λέγειν τὴν τοσούτου πλούτου διαρπαγὴν ἐμοῦ τε καὶ τῶν συγγενῶν, οὓς ἔδει, τοσαύτην κακίαν συνειδότας ἑαυτοῖς καὶ ὡς τῆς ἀμυθήτου φθορᾶς Ῥωμαίων αἰτιώτατοι γεγένηνται, ἔλεον τῶν ὁσημέραι διὰ τὴν αὐτῶν κακίαν καὶ μοχθηρίαν λαβόντας κτεινομένων, πρώτους τῇ εἰρήνῃ προσδραμεῖν καὶ τὸν πόλεμον σπουδάζειν καταλύειν. ἐπεὶ δ' ἐκείνοις οὐδενὸς ἑτέρου μέλει, ἢ τοῦ τῶν πραγμάτων μόνον ἄρχειν, ἄν τινα περιλειφθῶσι, τῶν δ' ἀρχομένων οὐδεμίαν πρόνοιαν ποιοῦνται, ὥσπερ ἐξαρχῆς αὐτὸς ὑπὲρ τῆς κοινῆς σωτηρίας πάντα ἐπραγματευόμην, οὕτω καὶ νῦν, ἃ πᾶσι μέλλει κοινῇ συνοίσειν, πάντα ἐρῶ. ἐξέσται δὲ αὐτοῖς, ἢ αἱρεῖσθαι τὰ βελτίω, ἂν πρόνοιάν τινα ποιῶνται τοῦ κοινοῦ, ἢ τὸν πόλεμον