373
διαλεχθεὶς τέλος εφη οτι "τὴν ̔Ρώμην πηλίνην παραλαβὼν λιθίνην ὑμῖν καταλείπω," τὸ τῆς ἀρχῆς ἰσχυρὸν τοῦ λόγου ἐνδεικνυμένου. οὐ μέντοι τὸν θάνατον αὐτοῦ αὐτίκα ἡ Λιβία ἐξέφηνε, φοβηθεῖσα μή τι νεωτερισθῇ, ἐν ∆αλματίᾳ τοῦ Τιβερίου διάγοντος, ἀλλὰ συνέκρυψεν αὐτὸν μέχρις ἐκεῖνος ἀφίκετο. ἀνακομισθέντος δὲ τοῦ σώματος αὐτοῦ εἰς τὴν ̔Ρώμην, τὰς διαθήκας αὐτοῦ ὁ ∆ροῦσος ἐκ τῶν ἀειπαρθένων τῶν τῆς ̔Εστίας ἱερειῶν, αις παρετέθειντο, εἰληφὼς εἰς τὸ συνέδριον εἰσήνεγκε, καὶ τὰς 2.455 σφραγῖδας οἱ κατασημηνάμενοι ἐπεσκέψαντο, καὶ ἀνεγνώσθησαν ἐν ἐπηκόῳ τοῦ συνεδρίου. ἐκομίσθη δ' εἰς τὸ συνέδριον καὶ βιβλία αὐτοῦ τέσσαρα, ων τὸ μὲν εν τὰ περὶ τῆς ταφῆς διετάττετο, τὸ δ' ετερον τὰς πράξεις ας ειργαστο διεξῄει, τῷ δὲ τρίτῳ τὰ τῶν στρατιωτῶν καὶ τὰ τῶν προσόδων καὶ τῶν ἀναλωμάτων τῶν δημοσίων συνέταξε καὶ τὸ πλῆθος τῶν ἐν τοῖς θησαυροῖς χρημάτων, τὸ δέ γε τέταρτον ἐντολὰς περιεῖχε τῷ Τιβερίῳ καὶ τῷ κοινῷ ἐπισκήψεις. τούτων δ' ἀναγνωσθέντων ἡ ἐκφορὰ γέγονε καὶ ἐπιτάφιοι ἐρρήθησαν παρά τε τοῦ ∆ρούσου καὶ παρὰ τοῦ Τιβερίου· ειτα ἐκαύθη τὸ σῶμα αὐτοῦ. καὶ πένθος τότε μὲν οὐ πολλοί, υστερον δὲ πάντες εσχον, μεμνημένοι οτι τε πᾶσιν εὐπρόσοδος ην καὶ πολλοῖς ἐπήρκει ἐς χρήματα, καὶ οτι λίαν ἐτίμα τοὺς φίλους καὶ χάριτας ὡμολόγει τοῖς αὐτὸν διορθουμένοις ἐφ' οις ἐσφάλλετο· ωσπερ καὶ τῷ ̓Αθηνοδώρῳ ἀνδρὶ σοφῷ ἐπὶ τοιᾷδε αἰτίᾳ. Εὐκατάφορος πρὸς τὰ ἀφροδίσια ην, καί οἱ γυναῖκες ἐκομίζοντο ας ἐβούλετο ἐν καταστέγοις φορείοις καὶ ουτως εἰς τὸν αὐτοῦ εἰσήγοντο θάλαμον, ἐκεῖνος δὲ ταύτας ἐξῆγέ τε καὶ ἐκέχρητο. ἠράσθη γοῦν ποτε γυναικὸς καὶ επεμψε λαβεῖν αὐτήν. ἐν τούτῳ δὲ ὁ ̓Αθηνόδωρος, τῷ τῆς γυναικὸς ἐκείνης ἀνδρὶ συνήθης ων, ετυχεν ἀπελθὼν τὸν φίλον ὀψόμενος, καὶ ἀσχάλλοντα εὑρὼν κἀκεῖνον καὶ τὴν γυναῖκα, οὐ γὰρ ἠδύναντο ἀντιστῆναι, τὴν αἰτίαν τῆς λύπης ἐπύθετο. καὶ μαθὼν ἠρεμεῖν αὐτοὺς ἐκέλευσεν· αὐτὸς γὰρ ἀπελθεῖν εφη πρὸς τὸν Αυγουστον καὶ τὴν αὐτοῦ ἀποστρέψαι ὁρμήν. καὶ κομισθέντος τοῦ καταστέγου δίφρου ὡς τῆς γυναικὸς ἐν αὐτῷ εἰσελευσομένης, εἰσῆλθεν ὁ ̓Αθηνόδωρος, καὶ ξίφος 2.456 λαβὼν καὶ κατακαλυφθῆναι τὸν δίφρον ἀκριβῶς ἐπιτάξας ουτω πρὸς τὸν τοῦ Αὐγούστου κεκόμιστο θάλαμον. ἐκείνου δὲ τὸν δίφρον ἀποκαλύπτοντος ξιφήρης ἐκπεπήδηκεν εἰπών "ειτα οὐ φοβῇ μή τίς σε ουτως εἰσελθὼν ἀποκτείνῃ;" ὁ δ' Αυγουστος οὐ μόνον οὐκ ὠργίσθη οὐδ' ἐκάκισε τὸν ̓Αθηνόδωρον, ἀλλὰ καὶ χάριν εγνω αὐτῷ καὶ σωφρονέστερος γέγονε. διὰ ταῦτα τοίνυν καὶ αλλα δὲ πλείω ἐπόθουν αὐτόν, καὶ οτι τοῦ Τιβερίου μετ' αὐτὸν μοναρχήσαντος οὐχ ὁμοίου ἐπειράθησαν. ̓Εν δὲ τῷ τεσσαρακοστῷ δευτέρῳ ετει τῆς Αὐγούστου μοναρχίας ἐτέχθη ἐνανθρωπήσας ὁ κύριος ἡμῶν καὶ θεὸς ̓Ιησοῦς Χριστὸς κατὰ τὸν Παμφίλου Εὐσέβιον, ος ἐν τῇ ̓Εκκλησιαστικῇ ἱστορίᾳ καὶ πεντήκοντα καὶ ἑπτὰ ετη αὐτὸν ἱστορεῖ μοναρχῆσαι, τῶν αλλων τέσσαρα ἐπὶ τεσσαράκοντα τὰ τῆς μοναρχίας αὐτοῦ ἀριθμούντων ετη. γίνεται δὲ ἡ διαφωνία ἐντεῦθεν, οτι οἱ μὲν αλλοι τὴν μοναρχίαν ἐλογίζοντο Καίσαρι ἐξότου ναυμαχίᾳ ἐνίκησε τὸν ̓Αντώνιον ἐν ̓Ακτίῳ, οτε καὶ ὡς ἀληθῶς ἐμονάρχησε, μόνος τῶν ̔Ρωμαϊκῶν πραγμάτων γενόμενος κύριος, ὁ Εὐσέβιος δὲ καὶ τὸν χρόνον, ον συνῆρξε τῷ ̓Αντωνίῳ τῇ μοναρχίᾳ προστίθησιν, ὡς καὶ τότε τοῦ Αὐγούστου οσα ἐβούλετο πράττοντος, ἐκείνου τῇ Αἰγύπτῳ σχολάζοντος καὶ τῷ τῆς Κλεοπάτρας δουλεύοντος ερωτι, δι' ον καὶ ἀπώλετο. ουτως ουν καὶ ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ετει τῆς μοναρχίας τοῦ Καίσαρος ἱστόρησεν ὁ Εὐσέβιος τὸν Χριστὸν γεννηθῆναι τὸ κατὰ σάρκα. εἰ γὰρ τεσσαράκοντα καὶ τέσσαρας φαίημεν τοὺς τῆς 2.457 μοναρχίας ἐνιαυτοὺς γενέσθαι τοῦ Καίσαρος, οὐ κατὰ τὸ τεσσαρακοστὸν δεύτερον ετος ἡ ἐπιφάνεια γέγονε τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀλλὰ κατὰ τὸ εἰκοστὸν ενατον ετος συμβαίνει τεχθῆναι τὸν κύριον. ὡς γὰρ ὁ θεσπέσιος εὐαγγελιστὴς Λουκᾶς ἱστορεῖ, ἐν ετει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος τὸν Χριστὸν ὁ ̓Ιωάννης ἐβάπτισε·