373
ἐπίσταται, τὴν δὲ πρακτικὴν καί τινα τῶν ἀλόγων ζώων. Τευκτήν. κατασκευαστήν· χειροποίητον. (Οὐδέτερον.) Τέγοσ. δωμάτιον, στέγη. Τέγεον. τόπος. καὶ Νέμεον, τόπος. Τέθριππον. τὸ ἐκ τεσσάρων ιππων αρμα. Τείρεα. τὰ αστρα. παρὰ τὸ ειρω, τὸ λέγω, ειρεα, καὶ πλεονασμῷ τοῦ τ τείρεα· καὶ γὰρ τὰ tau.1721 αστρα σημαίνουσι σημασίαν τινά. η παρὰ τὸ τέρας, τὸ σημεῖον. η παρὰ τὸ τείρω, τὸ καταπονῶ· πολλοὶ γὰρ κατεπόνθησαν ἀστρόβλητοι, ωσπερ καὶ ἐμβρόντητοι. Τειχίδιον. τὸ μικρὸν τεῖχος. καὶ τειχίον. Τεκμήριον. σημεῖον ἀναμφίβολον, ἀληθινόν. η σημεῖον δεικνύμενον διὰ συλλογισμοῦ. Τέκμαρ. τὸ ἐκ μαρτυρίας ἀναγκαίου συλλογισμοῦ τὸ μετέπειτα δῆλον δεικνύον. ὡς τὸ, πολέμιοι ερχονται, κονιορτὸς γὰρ ἐφάνη. Τέκεα. τὰ τέκνα. τὸ τέκος, τὰ τέκεα. Τέκνον. παρὰ τὸ τέκω τέκανον καὶ συγκοπῇ τέκνον. Τέλματα. τὰ πηλώδη καὶ παχέα. ητοι τὰ πηλώδη καὶ τελευταῖα τοῦ υδατος. ̓Ισαῖος δὲ ειπε τὰ γεωργήσιμα χωρία. Τέλοσ. ου ενεκα τὰ αλλα, αὐτὸ δὲ οὐδενὸς ενεκα. Τελεταρχικόν. τὸ τελειοποιόν. Τέμενος καὶ τεμένη. ναός. η τόπος ἀποτετμημένος εἰς δόξαν θεοῦ. παρὰ τὸ τέμνω, τέμνη, καὶ τέμενος, πλεονασμῷ τοῦ ˉε. Τέμποσ. τὸ υψος. η τέμπεα τὰ οἰκήματα. η τέμπη αἱ καταδύσεις. η τὰ στενὰ τῶν ὀρέων. η τὰ σύνδενδρα. οἱονεὶ τρέπη τινὰ οντα, τὰ μετατροπὰς καὶ κάμψεις εχοντα. Τενάγη. πηλώδη πελάγη. η διάβροχοι καὶ κάθυγροι τόποι. η ἰλὺς ἐπιπολάζοντος υδατος τοῦ πηλοῦ καὶ βοτάνης ἐπιφαινομένης τῷ υδατι. tau.1722 παρὰ τὸ τέγγω, τὸ βρέχω, τέγγανος καὶ ἐν ὑπερθέσει τέναγος, ὁ ὑπόβροχος τόπος. Τεόν. τὸ σὸν, τὸ ιδιον. Τέρασ. πρᾶγμα ὑπὲρ τὸ θαῦμα καὶ εκπληξιν τοῖς ὁρῶσι παρέχον. η τὸ παρὰ φύσιν γινόμενον. οιον τὸ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ ἐγεῖραι νεκρούς. καὶ τεράστιον. Τέρμα. τὸ τέλος. Τερθρίον. τὸ σχοινίον. καὶ τέρθρον. Τέραμνον. ἁπαλόν. καὶ ἀτέραμνον, τὸ σκληρόν. Τέρεν. ἁπαλὸν, τρυφερόν. παρὰ τὸ θέρω, θέρεν καὶ τέρεν, τὸ ωσπερ τεθερασμένον καὶ διακεχυμένον. τίθεται δὲ καὶ ἐπὶ τοῦ ἁπαλοῦ. παρὰ τὸ διακεχύσθαι καὶ μὴ τραχὺ ειναι. Τερετίσματα. ᾠδαὶ ἀπατηλαὶ καὶ θελκτικαί. η ᾳσματα εκλυτα. ἀπὸ μεταφορᾶς τοῦ τέττιγος η τῆς χελιδόνος. Τέρετρον. τὸ τρύπανον. εστι ῥῆμα τρῶ, τρᾷς, οπερ ἀπὸ τοῦ τείρω κατὰ συγκοπήν. παρὰ τὸ τείρω τέρτερον, ὡς φέρω φέρτερον, καὶ παρὰ τὸ λέγω, τὸ κοιμῶμαι, λέκτρον. δηλοῖ δὲ τὸ τρῶ τὸ κόπτω, ενθεν τὸ τρῶσαι, ο δηλοῖ τὸ διακόψαι τὸν τοκετόν. Τετραθέλυμνον. τετράπτυχον, τέσσαρας θέσεις εχον. Τέτταρα. ἀντὶ τοῦ τέσσαρα. Τέτρασιν. ἐκ τοῦ τέσσαρσι, τέτταρσι καὶ καθ' ὑπερβιβασμὸν τέτρασι. tau.1723 Τέτρωρον. ἡ αμαξα, τὸ αρμα, ἡ καρούχα. Τετραμερέσ. τὸ σῶμα ἐκ τεσσάρων στοιχείων ωσπέρ τις κόσμος συνιστάμενον. Τεῦχοσ. τὸ σκεῦος, ἡ κατασκευή. Τεχνητόν. τὸ τεχνασθὲν καὶ κατασκευασθέν. καὶ τεχνηέστατον. Τέλοσ. δύο ἐφιππαρχίαι ἱππέων ἀνδρῶν δισχιλίων τεσσαρακονταοκτώ. Τέρεν, καὶ τέρην ἐπὶ ἀρσενικοῦ. παρὰ τὸ τείρω, τὸ καταπονῶ. ( ̔Ρῆμα.) Τέγγει. βρέχει. Τεθηλότα. θάλλοντα. Τεθνειῶτοσ. θανόντος. καὶ τεθνειώς. *Τεμμαχίζειν, καὶ τεμμαχίζεται. τὸ τέμνειν καὶ μερίζειν.* Τεθηπότεσ. ἐκπεπληγμένοι. ἀπὸ τοῦ θήπω, τὸ θαυμάζω καὶ ἐκπλήττομαι. Τεθολωμένοσ. τίθεται καὶ ἐπὶ χαρᾶς καὶ λύπης. Τείρεται. καταπονεῖται, δαμάζεται. Τεκταίνω. τὸ κατασκευάζω. Τεκμαίρω. τὸ κατασκευάζω. ἀλλὰ καὶ τὸ σημειοῦμαι. ἀπὸ τοῦ τέκμωρ. tau.1724 Τελέθουσι. γίνονται. †Τελεῖ. ὑπάρχει.† Τελεσθῆναι. καὶ τὸ ἀναλωθῆναι. ουτως ̓Αντιφῶν. Τελεῖν. καὶ ἀντὶ τοῦ δαπανᾷν. Τελισκόμενοσ. τελειούμενος, πληρούμενος, ἐνθουσιῶν. Τελεσιουργεῖ. τὸ εργον τελειοῖ. Τέρσεσθαι. ξηραίνεσθαι. παρὰ τὸν τέρσω μέλλοντα αἰολικῶς κατὰ τροπὴν τοῦ ˉς εἰς ˉτ. Τέρπεσθαι. μετάθεσίς ἐστι τοῦ ρ, παρὰ τὸ τρέπεσθαι καὶ μετάγεσθαι τὴν ψυχὴν ἀπὸ τῶν βιωτικῶν φροντίδων καὶ θορύβων. Τετριγότασ. τρίζοντας. *Τερετίζειν. μουσικῶς φωνεῖν.* †κιθαρίζειν.† *Τέτλαθι. ὑπόμεινον.* Τεταρπόμενοσ. ἀντὶ τοῦ τερφθείς. Τετελεσμένον. πεπληρωμένον. †Τετρακταϊσμένα. ηγουν ἐπεσκοπημένα· δεδοκιμασμένα· ἐξητασμένα.† Τετυφωμένοι. ἐπῃρμένοι. ὑπερηφανευόμενοι.