373
καλῶς σοι ἔσται, πατὴρ χρηματίσας πολλῶν καὶ εἰς μέτρον ἀρετῆς τοσοῦτον ἀγαγών, ὥστε τανῦν ἐν ἐξορίᾳ ὑπάρχειν τοὺς πάντας δι' ἐντολὴν καὶ νόμον Κυρίου. ἀλλ' ὑπερεύχου πᾶσι τελειῶσαι αὐτοῖς τὸν δρόμον. 555 {1Βασιλείῳ τῷ ἀοιδίμῳ ἡγουμένῳ σὺν πᾶσι τοῖς ἁγίοις πατράσι τῆς σεβασμίας μονῆς τοῦ Ἁγίου Σάβα}1 Τῶν τῆς εὐσεβείας δογμάτων καθεστώτων φιλοτάραχον τὸ κινεῖσθαι, τούτων δὲ στασιαζόντων, ὡς νῦν ἐν τῇ καθ' ἡμᾶς μάλιστα ἐκκλησίᾳ, πῶς οὐκ ἀναγκαίως διεγερτέον, φειδομένους οὐδενός, μὴ ὅτι γε μακρᾶς ὁδοῦ, τῶν τε ἄλλων τληπαθημάτων ἀλλὰ καὶ αὐτοῦ θανάτου καταφρονεῖν; αὕτη ἡ αἰτία τῆς πρὸς ὑμᾶς τοὺς ὁσιωτάτους τῶν πνευματικῶν ἡμῶν τέκνων Λιτοΐου καὶ Συμεὼν ἀποστολῆς, οὗτος ὁ τρόπος τῆς μετὰ θεὸν πεποιθήσεως κινδυνώδους ἐν τοῖς αὐτόθι ἐκδημίας. Ἀλλ', ὦ πατέρες ἅγιοι, πῶς ὑμῖν ἐναργῶς διηγήσαιμι τὰ κατὰ τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ὑπὸ τῶν ἐνταῦθα τολμηθέντα καὶ πραχθέντα; Ἱερεμίας ὁ πολυθρηνότατος ὧδέ πού φησιν ἐν ταῖς ἑαυτοῦ προφητείαις· ποιμένες ἠφρονεύσαντο καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. ἐνταῦθα δὲ χαλεπώτερόν τι καὶ λίαν ἔκτοπον· τοὺς γὰρ ἐκζητεῖν αὐτὸν προαιρουμένους καὶ ἀντεχομένους τοῦ νόμου αὐτοῦ ὡς ἠλλοτριωμένους αὐτοῦ ἀναθέματι ἀνεθεμάτισαν, τίνι δ' αὐτῶν ἀνενέγκαντες, εἰ καὶ φρικτὸν εἰπεῖν, τὸ ἀνάθεμα ἢ δῆλον ὅτι τῷ εἰπόντι· ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ, καὶ ὁ μὴ δεχόμενος ὑμᾶς οὐ δέχεται τὸν ἀποστείλαντά με; Τί οὖν; σύνοδος ἀντικαθισταμένη τοῖς τοῦ Κυρίου νόμοις καὶ λόγοις· καὶ τὸ πῶς ἐρῶ. αὐτοῦ τοῦ Κυρίου εἰπόντος, οὓς ὁ θεὸς ἔζευξεν ἄνθρωπος μὴ χωριζέτω, ἱερεύς τις μονάζων τὸν μοιχεύσαντα βασιλέα Κωνσταντῖνον κατὰ τὸν λόγον τοῦ Κυρίου ἐπὶ τῇ ἐκβολῇ τῆς οἰκείας γυναικὸς καὶ εἰσοικήσει τῆς μοιχαλίδος συνέζευξεν, ἐστεφάνωσεν, ἐμαχήσατο διὰ τῆς εὐκτικῆς ἐπικλήσεως τῷ ἀπαγορεύσαντι τὴν μοιχείαν καὶ δεινὰ ἀπειλήσαντι τὰ ταύτης αἰώνια ἐπιτίμια ἀλόγως ἀπαγορεῦσαι καὶ οἱονεὶ διορθωτὴς αὐτῷ τοῦ σφάλματος γενέσθαι πεφιλονείκηκεν, εἴπερ Χριστὸς ἀρᾶται μὲν τὸν μοιχεύοντα, ὁ δὲ εὐλογεῖν αὐτὸν ὑπεφώνησεν εἰς ὑπήκοον πάντων, καὶ ὁ μὲν ὀργίζεται ἐπὶ τῇ ἀθεμίτῳ πράξει, ὁ δὲ εὐδοκεῖν αὐτὸν ἐπὶ ταύτῃ εἰρήκει, καὶ ὁ μὲν ἀκλεᾶ καὶ ἀγέραστον διαγορεύει διά τε προφητῶν καὶ ἀποστόλων τὸν τοῦ νόμου αὐτοῦ παραβάτην, ὁ δὲ ὑπέδειξε στεφανοῦν αὐτὸν τὸν τοιοῦτον· διὸ καὶ τὸ τελευταῖον τῆς συναφείας σύμβολον, τὸ ἄχραντον Χριστοῦ σῶμα καὶ αἷμα, ὡς ἁγνοῖς καὶ ἀκιβδήλοις μετέδωκε τοῖς μοιχωμένοις. Ἔγνωσται ἆρα ἐκ τοῦ αἰῶνος ἐκτοπώτατον τοιοῦτον δρᾶμα; ἢ ὅτι οὐ Χριστῷ, τῷ καθαρῷ τῶν καθαρῶν συναρμοστῇ, ἀνήνεγκεν ὁ γεννάδας τὴν ἐπίκλησιν, ἀλλ' αὐτῷ τῷ συνεργῷ καὶ συναυτουργῷ τῆς μοιχείας σατανᾷ, θεὸν αὐτὸν καὶ πατέρα ὁ ἀνίερος ἀποκαλέσας καὶ δοὺς κατὰ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τῷ αὐτοῦ ἀντάρτῃ διὰ μέσου τῶν σατανοθελῶς μοιχευσάντων τὰ νικητήρια; οὕτω τοῦδε κατὰ θεοῦ πεπραχότος, πρότερόν τε καὶ ὕστερον ἕως θανάτου συνδιαιτουμένου τοῖς μοιχωμένοις καὶ μεταδιδοῦντος τῶν θείων δώρων, εἰ καὶ εἴρχθη ὑπὸ τοῦ προηγησαμένου μετὰ τὴν διάρρηξιν τῆς μοιχικῆς βασιλείας, τί νῦν γίνεται ὑπὸ τοῦ νέου προέδρου μετὰ καὶ πεντεκαίδεκα ἱεραρχῶν ἐκ ῥοπῆς τοῦ κρατοῦντος; εἰσκρίνεται πάλιν ἱερουργεῖν ἐν αὐτῇ τῇ καθολικῇ ἐκκλησίᾳ. Καὶ ἐπειδὴ οὐκ ἐγκατέλιπε Κύριος τοσοῦτον τὴν καθ' ἡμᾶς γενεάν, ὥστε πάντας κλῖναι γόνυ τῇ Βάαλ, ἀλλ' εὑρεθῆναί τινας ὡς καὶ ἐπ' αὐτῆς τῆς μοιχείας πρότερον καὶ αὐτίκα ἐρειδομένους τοῖς τοῦ θεοῦ νόμοις, γνωσθέντων τούτων τῷ δὴ παραιτουμένῳ τὴν κοινωνίαν ἀμφοτέρων κροτεῖται ἐκ προστάγματος βασιλικοῦ καθολικὴ σύνοδος. καὶ δὴ πρὸ τῆς συνόδου φρουρήσαντες καὶ περιστοιχίσαντες στρατιωτικὸν τάγμα τοὺς μὴ συνανομεῖν αὐτοῖς ἀνελομένους ἱστῶσιν ἐπὶ τοῦ συνεδρίου τῆς παρανομίας, ἀναθεματίζουσιν οἱ μοιχοΐστορες, αὐτοφρουροῦσιν, ὑπερορίζουσιν, εἴργουσιν ἀσφαλῶς ἄλλον ἐξ ἄλλου, οὓς μὲν καὶ σιδηροδεσμίους θέμενοι, ἐνίους δὲ καὶ τῷ