κατ' αἶσαν, πῇ δὲ ὑπὲρ αἶσαν, [ἵνα ἡλοιδορία μέσως δῆθεν ἔχῃ ὡς αἰσία καὶ μὴ αἰσία, κατὰ τὸ ἑκών ἀέκων καὶτὰ τοιαῦτα.] διὸ καὶ καταφατικῶς αὐτὸ καὶ ἀποφατικῶς ἐπῄνεσε. τὸ δὲ ὑπὲραἶσαν ἐξαίσιον ἀλλαχοῦ λέγει ὁ ποιητής. [Ἰστέον δέ, ὅτι τοῦ «κατ' αἶσαν οὐδ'ὑπὲρ αἶσαν» μίμημα παρὰ Σοφοκλεῖ τὸ «γνωτὰ κοὐκ' ἄγνωτά μοι»] (ῃ. 60- 3)Ὅτι τὴν Ἕκτορος καρδίαν διὰ τὸ γενναῖον καὶ ὡς εἰπεῖν ἀπότομον καὶ ἀεὶ πρὸς πόνους ἀνένδοτον καὶ ἀτάρβητον καὶ ὅτι καὶ ἄλλοις αὔξει τὴν εἰς πόλεμονὁρμήν, ὡς πέλεκυν ἀτειρῆ τινα εἶναι λέγει παραβολικῶς ὁ Ἀλέξανδρος,δυσπαθῆ λαβὼν εἰκόνα, οὐκ ἀργὸν σίδηρον, ἀλλὰ δρῶντά τι, ἤτοι τέμνονταξύλον νήϊον, ὃς καὶ ὀφέλλει ἀνδρὸς ἐρωήν, ὥσπερ τοὐναντίον ὁ μὴ τμητικὸς πέλεκυς ἀμβλύνει τὴν προθυμίαν τοῦ τέμνοντος. φησὶ γοῦν· «αἰεί τοι κραδίη πέλεκυςὥς ἐστιν ἀτειρής», ὃ καὶ πέλυξ παρὰ τοῖς ὕστερον, «ὅς τ' εἶσι διὰ δουρός»,ἤγουν ὅστις δίεισι ξύλου ὑπ' ἀνέρος, «ὅς ῥά τε τέχνῃ νήϊον ἐκτάμνῃσιν, ὀφέλλειδ' ἀνδρὸς ἐρωήν· ὥς τοι ἐν στήθεσσιν ἀτάρβητος νόος ἐστίν», ὡς ἐοικέναι τὸνἀτάρβητον νοῦν πελέκει ἀτειρεῖ κατά γε τὸ ἀνένδοτον ἢ δυσένδοτον. (ῃ. 61) Τὸ δὲ τέχνῃ πάνυ ἀσφαλῶς κεῖται. τῷ γὰρ κατὰ τέχνην τέμνοντι ὀφέλλει τὴνἐρωὴν ὁ ἀτειρὴς χαλκός, οὐ μὴν τῷ ἀτέχνως ξυλοκοποῦντι. (ῃ. 62) Νήϊον δὲὑπόκειται ξύλον τέμνεσθαι, ἤγουν ἐπιτήδειον εἰς νῆα, διὰ τὸ μάλιστα περὶτοῦτο τὴν τέχνην φαίνεσθαι τοῦ δεξιῶς τέμνοντος, ὡς τοῦ τοιούτου δεομένουσπουδαίας μεταχειρίσεως. καὶ τοῦτο μὲν εἰς ἔπαινον Ἕκτορος ὁ Ἀλέξανδρος λέγει ὁμολογήσας, ὡς ἐρρέθη, καί, ὅτι κατ' αἶσαν αὐτὸν ὁ ἀδελφός, οὐδ' ὑπὲραἶσαν ἐνείκεσεν, ἤγουν αἰσίως καὶ δικαίως, ὅπερ ἀλλαχοῦ κατὰ μοῖράν φησιν.(ῃ. 64-6) Ὅτε δὲ εἴπῃ «μή μοι δῶρ' ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης, οὔ τοι ἀπόβλητά ἐστι θεῶν ἐρικυδέα δῶρα, ὅσσα κεν αὐτοὶ δῶσιν, ἑκὼν δ' οὐκἄν τις ἕλοιτο» ἔμφασιν ἔχει πλαγίως ὕβρεως, διότι, ὥς φασί τινες, οὐκ εὖεἶχεν ὄψεως ὁ Ἕκτωρ, ὥστε οὐδὲ εἶχε κάλλους δῶρον θεόθεν. καὶ μὴνὁ Ὅμηρος καὶ τεθνεῶτα τὸν Ἕκτορα θαυμάζει τοῦ εἴδους. ὅτι δὲ καὶ τὸ κάλλος οὐκ ἀπόβλητον ἀλλὰ τίμιον ἦν, δηλοῖ οὐ μόνον τὰ τῶν ἐρώτων ἀγάλματα,οἷς ἐνέπρεπον οἱ Ἑλληνικοὶ γραφεῖς, ἀλλὰ καὶ τὰ τῶν καλῶν ἡρῷα. Φίλιπποςοὖν καθ' Ἡρόδοτον Κροτωνιάτης Ὀλυμπιονίκης, κάλλιστος ὤν, ἐτιμήθη ἐνΣικελίᾳ. ἡρῷόν τε γὰρ αὐτῷ ἵδρυτο καὶ θυσίαις αὐτὸν ἱλάσκοντο. (ῃ. 66) Τὸδέ «ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο» ἐλλιπῶς εἶπεν ὡς ἀγωνιῶν ὁ Πάρις καὶ μηδ' 1.606 αὐτὸς ἔχων λόγοις ἐνευκαιρεῖν, τὸ δὲ πλῆρες τοιοῦτον· οὐκ ἄν τις αὐτὸς ἑκὼνλάβοι δῶρα θεῖα, μὴ θεοῦ δηλονότι διδόντος. (ῃ. 64) Τὸ δὲ ἐρατά δηλοῖ μὲντὸ ἐρωτικά καὶ ἐράσμια. ἐπεὶ δὲ τὸ ἁπλῶς ἐρατὸν ἅπασι δοκεῖ ἐρατόν,λεληθότως πως ἅπτεται τοῦ ἀδελφοῦ ὡς καὶ αὐτοῦ ἐφιεμένου ἂν τοιούτουεἶναι, ἤγουν καλοῦ ὥσπερ τὰ εἰς ἀνδρείαν, οὕτω καὶ τὰ εἰς εἶδος. Χρήσιμον δὲτὸ ἐρατά εἰς τὸ «γνωτὰ κοὐκ ἄγνωτα» καὶ εἰς τὸ ἀλλόγνωτος καὶ γνωτός, ὁ ἀδελφός, καὶ εἰς τὰ ἐκ τοῦ ἀνυστοῦ, ὁποῖον τὸ ἀνήνυτος καὶ Ἄνυτος κύριον καὶδεσμός παρ' Εὐριπίδῃ δυσεξήνυτος, καὶ εἰς τὸ κτίται παρὰ τῷ αὐτῷ, ὅ ἐστικτίσται, καὶ εἰς τὸ «ἀσώτου Σισυφιδῶν γενεᾶς», τουτέστιν ἀσώστου, καὶ εἰς τὸβλῆτρον, ὃ ἄλλως ἐξήνεκται ἤπερ τὸ ἀμφίβληστρον, καὶ εἰς τὸ «σωτήριόν τετοῖς καλῶς κεκτημένοις» καὶ εἰς τὸ σωτήρ, ὧν τὴν τοῦ ˉσ ἔλλειψιν τὰ σῶστραδηλοῦσι. πολλὰ δὲ καὶ ἕτερα οὕτω τοῦ ˉσ ἐστέρηνται, ὥσπερ αὖ ἐν ἄλλοιςπλεονάζειν αὐτὸ οὐ πάνυ ἀναλόγως φαίνεται, ὁποῖον καὶ τὸ ὀρχῶ ὀρχήσωὀρχηστής, οὐ κατὰ τὸ ποιητής, καὶ χηρῶ χηρώσω χηρωστής, οὐ κατὰ τὸἑεδνωτής. Τὸ δέ «πρόφερε» ἀρχὴν ἐνδέδωκε τῆς τοῦ προφορικοῦ λόγου κλήσεως,ὡς καὶ τὸ «ὀνείδεά τε προφέρεις». τὸ μέντοι παρ' Ἡσιόδῳ «προφέρει μὲν ὁδοῦ,προφέρει δὲ καὶ ἔργου» ἑτέραν ἑρμηνείαν ἔχει. ἔστι δὲ καὶ ἕτερον προφέρειν,ἐξ οὗ ὁ προφερέστερος. Χρυσῆ δὲ Ἀφροδίτη ἡ χρυσοφόρος, ὡς καὶ χάλκεοςἌρης διὰ τὸ φόρημα, ἢ ἡ καλὴ ἤ, ὅτι