374
ἀσπάζεσθαι, ἂν τῶν ἄλλων πάντων, ἃ νομίζουσιν αὐτοῖς ἰδίᾳ διαφέρειν, προτιμῶσι. φημὶ τοίνυν, ὡς ἐὰν μὲν ἐθελήσωσι βασιλέα δέχεσθαι καὶ τοῖς παισὶ συνάρχοντα βασιλέως, οὐδ' αὐτὸν πολυπραγμονήσειν μηδὲν περὶ τῶν κατὰ τὸν πόλεμον γεγενημένων, ἀλλ' ἀμνηστίαν τε αὐτοῖς παρέξειν τῶν κακῶν, καὶ τῶν ἡρπασμένων μηδενὸς ἀποστερήσειν, ἄν τε τῶν οἰκείων ὦσιν ἢ τῶν φίλων ἢ τῶν συγγενῶν. ἔτι 2.512 τε οὐδ' ὧν αὐτοῖς ἡ βασιλὶς παρέσχετο κατὰ τὸν τοῦ πολέμου χρόνον, οὔτε τῶν τιμῶν, ἂν δοκῶσι παρ' ἀξίαν, οὔτε τῶν κτήσεων, εἴτε ἐκ τῶν δημοσίων ἦσαν, ἢ τῶν ἐμοὶ προσηκουσῶν· ἀλλὰ πάντα στέργειν καὶ μηδεμίαν αὐτοῖς μηδέποτε βλάβην ἐπάγειν, ἀμυνόμενον τῶν κατὰ τὸν πόλεμον κακῶν. εἰ δὲ τοῦτ' αὐτοῖς μήτε δίκαιον εἶναι φαίνεται, μήτε ἀνεκτὸν, πάντα ἐπιτρέψομεν τῇ δίκῃ. χρήσομαι δὲ οὐχ ἑτέροις δικασταῖς τισιν, ἀλλ' αὐτῇ βασιλίδι καὶ πατριάρχῃ καὶ τῶν τε μοναχῶν καὶ ἐπισκόπων τοῖς λογάσι καὶ τῶν Ῥωμαίων, εἴ τινες ἔτι κατελείφθησαν, τοῖς ἀρίστοις, οὐ μὴν ἀλλὰ καὶ τῶν ἑκασταχοῦ πολιτειῶν τοῖς συνετωτέροις. κἂν μὲν αὐτὸς ἀδικῶν καὶ ἐπιορκῶν καὶ βασιλέως τοῖς παισὶ φαίνωμαι ἐπιβουλεύων, ὥσπερ οὗτοι κατηγόρησαν, μηδεμίαν ἄλλην εἶναι τῆς ἀδικίας τιμωρίαν, ἢ θάνατον ἄτιμον καὶ ἀκλεᾶ. εἰ δ' αὐτοὶ τὴν τοιαύτην καταδίκην παραιτοῦνται, ἀπηνὲς εἶναι νομίζοντες ἀνθρώπου θάνατον καταψηφίζεσθαι, ἀλλ' αὐτὸς κατ' ἐμαυτοῦ, καὶ πρὶν γενέσθαι τὴν δίκην, κυρώσω τὴν ψῆφον, ἵν' αὐτοὶ μετὰ τὸ τοῖς ἀδικήμασιν ἁλῶναι μηδεμίαν περὶ τῆς τιμωρίας μέμψιν ἔχωσιν. ἂν δ' αὐτοὶ τἀναντία πάντα φαίνωνται, οὐχ ἁπλῶς, οὐδὲ εἰκῇ, ἀλλὰ τῶν λεγομένων μαρτυρίας ἐναργεῖς ἐμοῦ παράγοντος, οὐ παρὰ τῶν ᾑρημένων τὰ ἡμέτερα, ἵνα μὴ χαρίζεσθαι ἐμοὶ δοκῶσιν, ἀλλ' οἷς αὐτοὶ συνεργσῖς παρὰ πάντα τὸν πόλεμον ἐχρῶντο, μᾶλλον δὲ αὐτῆς βασιλίδος καὶ πατριάρχου τοῖς 2.513 πλείοσιν ἐμοὶ συμμαρτυρούντων, οὐ γὰρ ἂν δύναιντο ἔξαρνοι γίνεσθαι πρὸς ἃ ἐμοὶ συνίσασι σαφῶς, δίκαιον μὲν τοὺς σεσυκοφαντηκότας καὶ ἐπιβουλεύσαντας ἀδίκως καὶ τοσούτων κακῶν αἰτίους Ῥωμαίοις γενομένους, τὰ ἴσα πάσχειν, ἂν ἡττῶνται. ἐγὼ δὲ ὥσπερ ἐν τοῖς ἄλλοις, κἀν τούτοις φιλοτιμίαν τινὰ ἐπιδεικνύμενος, ἐμὲ μὲν ἡττώμενον τιμῶμαι ἀποθνήσκειν, ἂν δ' αὐτοὶ ἁλίσκωνται, μηδὲν ὑπομένειν ἀηδὲς, ἀλλ' αὐτὸ τοῦτο μόνον συκοφάνται ἀποδείκνυσθαι, ἐμὲ δὲ μετὰ τὴν νίκην βασιλέα κοινῇ ἀνακηρύττεσθαι ὑπὸ Ῥωμαίων καὶ συνάρχοντα βασιλέως τοῖς παισίν. εἰ δὲ τὸ βασιλικὴν ἐσθῆτα ἔχοντα δεδοίκασι πρὸς τὴν δίκην ἀπαντᾷν, ἢ τὸ στρατιὰν ἔχοντα ὑποπτεύουσιν εἰς Βυζάντιον ἐλθεῖν, ἐγὼ καὶ ταύτας ἰάσομαι τὰς ἀπορίας. οὐ πλείους γὰρ ἔχων εἰσελεύσομαι τῶν δέκα, τά τε βασιλικὰ ἐπίσημα ἀποθέμενος ἰδιωτικὴν μεταμφιάσομαι σκευήν. τοῦ κοινῇ γὰρ ἕνεκα λυσιτελοῦντος καὶ τοῦ Ῥωμαίους τῶν ἐκ τοῦ πολέμου δεινῶν ἀπαλλαγῆναι, οὓς ἐγὼ μάλιστα φιλῶ, κἂν οἱ συκοφάνται οὗτοι καὶ πρὸς τοῦτο διαβάλλωσι, μισεῖν φάσκοντες καὶ πολεμεῖν αὐτοῖς καὶ διαφθείρειν, οὐ μόνον τοιαῦτα, καὶ ἐπαχθέστερα δὲ πολλῷ προθύμως ὑπομένειν ἔγνωκα· ἄλλως θ' ὅτι οὐδὲ πρὸς τὴν εὐδοξίαν ἐμοὶ τοῦτο οὐδ' ὀλίγα λυμανεῖται. ἂν μὲν γὰρ ἡττώμενος ἀποθνήσκω, οὐδεμία ὄνησις ἐκ τοῦ βασιλικὴν ἐσθῆτα ἔχειν περιέσται· ἂν δὲ τῶν κατηγορούντων 2.514 κρείττων φαίνωμαι, οὐδὲν λυπήσει τὸ ἀποθέσθαι πρὸς βραχὺ, μέλλοντα ὀλίγῳ ὕστερον αὖθις ἀναλαμβάνειν μετὰ πλείονος τῆς δόξης καὶ τῆς εὐφημίας καὶ τῆς ψήφου τῆς κοινῆς. οὐδὲ γὰρ οὐδὲ νυκτὸς ἑκάστης ἀποτιθέμενος ἐπὶ τῷ κατακλίνεσθαι, οὔτ' ἀνίας, οὔτε ἀδοξίας αἰσθάνομαί τινος. διόπερ οὐδὲ νῦν περὶ τῆς σκευῆς μακρὸν ποιήσομαι τὸν λόγον, ἀλλ' ὡς ἂν αὐτοῖς ἀρέσκῃ πράττειν ἕτοιμος ἐγώ. εἰ δὲ καθάπαξ ἁλόντες τῷ φθόνῳ καὶ τῷ ἔχθει τῷ πρὸς ἐμὲ, τούτων μὲν οὐδὲν ἡγοῦνται ἐξαρκεῖν, οὐδὲ ἐπ' οὐδεμιᾷ προκλήσει βασιλέα δέχονται, ἀλλὰ καθάπαξ ἀπεγνώκασι πρὸς τοῦτο καὶ πάντων μᾶλλον ἀπώλειαν καταψηφίζεσθαι αἱροῦνται, ἢ ἐμοὶ δουλεύειν ὑπομένειν, ἐκείνων μὲν οὐδένα λόγον ἐχρῆν ποιεῖσθαι οὕτω μαινομένων. τῆς δὲ κοινῆς τῶν ἄλλων σωτηρίας ἕνεκα, ἵνα μὴ δοκῶ καταπροΐεσθαι φιλοψυχῶν αὐτὸς, ἑκοντὶ