374
τριάκοντα δ' ην ἐτῶν οτε ἐβαπτίσθη, κατὰ τὸν αὐτὸν εὐαγγελιστήν· ωστε λοιπὸν τοὺς μὲν πεντεκαίδεκα τῶν τριάκοντα ἐνιαυτῶν ἐκ τῶν τῆς αὐταρχίας τοῦ Τιβερίου χρόνων λαμβάνεσθαι, τοὺς δέ γε λοιποὺς πεντεκαίδεκα ἐκ τῶν τοῦ Αὐγούστου τεσσαράκοντα καὶ τεσσάρων καταλογίζεσθαι. συμβαίνει τοίνυν τοὺς ἐξ αὐτῶν περιλιμπανομένους ἐννέα ειναι καὶ εικοσιν. ἐν γοῦν τῷ εἰκοστῷ ἐνάτῳ τῆς ἀκριβοῦς μοναρχίας τοῦ Καίσαρος Αὐγούστου καταλαμβάνεται τεχθῆναι τὸ κατὰ σάρκα ἐκ τῆς ἀειπαρθένου καὶ ἁγίας Μαρίας τῆς θεοτόκου τὸν κύριον. 3.1 ̔Ο μὲν ουν Αυγουστος ἀπεβίω ὡς ειρηται, τὴν δὲ μοναρχίαν ὁ Τιβέριος διεδέξατο. ος εὐπατρίδης μὲν ην καὶ πεπαίδευτο, τὴν δὲ γνώμην ην ποικιλώτατος, ἐναντίους τῇ προαιρέσει τοὺς λόγους ποιούμενος. ων γὰρ ἐβούλετο τἀναντία ελεγεν, αλλα μὲν κεύθων ἐνὶ φρεσίν, αλλα δὲ λέγων· καὶ ὀργίζεσθαι προσποιούμενος ἐν οις οὐκ ὠργίζετο, καὶ ἐν οις ἐθυμοῦτο σχηματιζόμενος ἐπιείκειαν· καὶ ὡς οἰκειότατον ἑώρα τὸν εχθιστον, καὶ ὡς ἀλλοτριωτάτῳ προσεφέρετο τῷ φιλτάτῳ. καὶ οὐκ ἠξίου τοῖς αλλοις δῆλον ειναί οἱ τὸ φρόνημα, τοῦτο προσήκειν τῷ αὐταρχοῦντι φρονῶν. καὶ ειτε τις ἠναντιοῦτο οις ελεγεν ειτε μὴν καὶ συνῄνει, μεμίσητο. Τέως δ' ουν εἰς τὰ στρατόπεδα καὶ εἰς τὰ εθνη πάντα ὡς αὐτοκράτωρ αὐτίκα ἐπέστειλε, μὴ λέγων αὐτοκράτωρ ειναι· ψηφισθὲν γὰρ αὐτῷ καὶ τοῦτο μετὰ τῶν αλλων ὀνομάτων οὐκ ἐδέξατο. καὶ τὰ τῆς ἀρχῆς διοικῶν απαντα, μηδὲν αὐτῆς δεῖσθαι ελεγε, καὶ ταύτης ἐξίστασθαι ἐκομψεύετο καὶ διὰ τὴν ἡλικίαν εξ γὰρ καὶ πεντήκοντα ἐτῶν ην, καὶ δι' ἀμβλυωπίαν· πλεῖστον γὰρ ἐν σκότει βλέπων ἐλάχιστα τὴν ἡμέραν ἑώρα. ειτα κοινωνοὺς ῃτει τῆς ἀρχῆς καὶ συνάρχουτας, οὐδὲν τούτων ποιῆσαι μέλλων, ἀλλ' 3.2 οτι τε υπουλον ειχεν ηθος καὶ οτι καὶ τὰ στρατεύματα τά τε ἐν Παννονίᾳ καὶ ἐν Γερμανίᾳ ὑπώπτευε, καὶ τὸν Γερμανικὸν ἐδεδίει τῆς Γερμανίας αρχοντα τότε καὶ τοῖς στρατιώταις φιλούμενον. καὶ διὰ ταῦτα οὐδὲν ὡς αὐτοκράτωρ επραττε φανερῶς, ἀλλὰ καὶ νοσεῖν προσποιούμενος οἰκουρῶν ην καὶ διέμελλεν, ιν' ἐλπίδι τοῦ ἑκόντα τὴν ἀρχὴν ἀφήσειν αὐτὸν μή τί τινες νεοχμώσωσι, μέχρις ου τῆς ἡγεμονίας ἐγκρατὴς διὰ πάντων ἐγένετο. τὸν μὲν ουν ̓Αγρίππαν αὐτίκα πέμψας ἀπέκτεινε, τοῦ Αὐγούστου, ὡς ειρηται, οντα θυγατριδοῦν ἐξ ̓Ιουλίας καὶ τοῦ ̓Αγρίππου· τὸν δὲ Γερμανικὸν λίαν ἐφοβεῖτο. ̓Εθορύβησε δὲ καὶ τὸ ἐν τῇ Παννονίᾳ στράτευμα, ὡς καὶ κατὰ τοῦ αρχοντος αὐτῶν ὁρμῆσαι. ειτα τῶν θρασυτέρων καὶ πρωταιτίων κολασθέντων κατέστησαν οἱ λοιποί. οἱ δὲ ἐν τῇ Γερμανίᾳ τόν τε Τιβέριον ἐκακηγόρησαν καὶ τὸν Γερμανικὸν ἐπεκάλεσαν αὐτοκράτορα. ἐκείνου δὲ τὸ ξίφος σπασαμένου ὡς ἑαυτὸν ἀναιρήσοντος εις τις τῶν στρατιωτῶν τὸ ἑαυτοῦ ξίφος ἀνατείνας "τοῦτο" εφη "λάβε· ὀξύτερον γάρ ἐστιν." ὁ ουν Γερμανικὸς τοῦ κτεῖναι μὲν ἑαυτὸν ἀπέσχετο ινα μὴ μᾶλλον στασιάσωσι, γράμματα δὲ ὡς ἐκ τοῦ Τιβερίου πεμφθέντα πλασάμενος δωρεὰς αὐτοῖς διδόντα καὶ αλλα τινὰ ὑπισχνούμενα τὴν στάσιν τότε κατέπαυσεν. υστερον δὲ πρεσβευτῶν παρὰ τοῦ Τιβερίου πεμφθέντων γνόντες τὸ τοῦ Γερμανικοῦ στρατήγημα καὶ ὑποπτεύσαντες τοὺς πρέσβεις ἀνατρέψοντας ηκειν τὰ ὑπ' ἐκείνου ἐπηγγελμένα, ἐθορύβησαν αυθις καὶ κατὰ τῶν πρέσβεων ωρμησαν. καὶ τὴν τοῦ Γερμανικοῦ γυναῖκα τὴν ̓Αγριππῖναν, τῆς τοῦ Καίσαρος θυγατρὸς τῆς ̓Ιουλίας καὶ τοῦ ̓Αγρίππου παῖδα γεγονυῖαν, συνέλαβον, καὶ τὸν υἱὸν 3.3 αὐτοῦ Γάιον· καὶ τὴν μὲν ̓Αγριππῖναν ἐγκύμονα ουσαν ἀφῆκαν αὐτῷ, κατεῖχον δὲ τὸν υἱόν. ὡς δ' οὐδὲν ηνυον, ἡσύχασαν καὶ αὐτοί. καὶ ὁ μὲν δυνάμενος τὴν αὐτοκράτορα λαβεῖν ἀρχὴν οὐκ ἠθέλησεν, ὁ δὲ Τιβέριος κατὰ μὲν τὸ φαινόμενον ἐπῄνει αὐτὸν παρὰ τῇ βουλῇ, παρ' ἑαυτῷ δὲ καὶ λίαν ὑπώπτευε καὶ ἐδεδίει αὐτὸν ὡς ἐγκεχειρισμένον στρατεύματα. ̔Ως δ' οὐδὲν ετι νεώτερον ἠγγέλλετο, τὴν ἀρχὴν οὐκέτι εἰρωνευόμενος ὑπεδέξατο. καὶ μέχρις ὁ Γερμανικὸς περιῆν, οὐδὲν καθ' ἑαυτὸν επραττεν, ἀλλὰ πάντα εἰς τὴν γερουσίαν εἰσέφερε, καὶ οὐδὲ αὐτοκράτωρ καλεῖσθαι παρά του η μόνων τῶν στρατιωτῶν ἠξίου, Καῖσαρ δὲ