374
†Τετρυχωμένοσ. καταπεπονημένος· δεδαμασμένος.† Τετραμμένοι. τραπέντες. η προσέχοντες ἑαυτοῖς. tau.1725 Τέτρηρεν. ἐτρύπησε. Τέτορεν. εκοψε. Τεταγών. τείνας. παρὰ τὸ τάζω, τὸ τείνω καὶ ελκω. ὁ μέλλων τάξω, τέταγα, ὁ δεύτερος ἀόριστος εταγον, ἡ μετοχὴ ταγὼν, καὶ κατὰ ἀναδιπλασιασμὸν τεταγών. Τεταργανωμένην. συμπεπλεγμένην καὶ συνειλουμένην. ἡ γὰρ παρ' ἡμῖν σαργάνη παρὰ τοῖς ̓Αττικοῖς ταργάνη καλεῖται. καὶ τὸ συνειλεῖσθαι τεταργανῶσθαι λέγουσι. Τετάχαται καὶ τετύχαται. τεύχω, τεύξω, τέτευχα, καὶ τὸ παθητικὸν τρίτον πρόσωπον τοῦ παρακειμένου τέτευκται, καὶ ̓Ιακῶς τετεύχαται. τὸ δὲ τετάχαται ἀπὸ τοῦ τάζω, τάξω, ὁμοίως ̓Ιακῶς. Τετιημμέναι. τετιμωρημέναι. τεταλαιπωρημέναι. ἀπὸ τοῦ τίω, τὸ τιμωρῶ, τιῶ, περισπώμενον ῥῆμα. Τετιήσθων. τετιμήσθωσαν. ἀπὸ τοῦ τίω, τὸ τιμῶ. Τέτλαθι. ὑπόμεινον. ἀπὸ τοῦ τλῶ, τλῆμι, τὸ πληθυντικὸν τλάμεν, τὸ προστακτικὸν τλάθι, καὶ διπλασιασμῷ τέτλαθι. Τετραχίζειν. ἐπὶ τετάρτου μέρους τι ποιεῖν. ουτως ̓Αριστοφάνης. Τετρηχυῖα. τραχεῖα καὶ θορυβώδης. η τεταραγμένη. ἀπὸ τοῦ ταράσσω. tau.1726 Τέτυκται. κατεσκεύασται. Τετύκοντο. παρεσκευάζοντο. τεύχω, ὁ δεύτερος ἀόριστος ετυχον, ὁ παθητικὸς ἐτυχόμην, ἐτυχόμεθα, τὸ τρίτον ἐτύχοντο καὶ κατὰ ἀναδιπλασιασμὸν τετύχοντο, καὶ τροπῇ τοῦ ˉχ εἰς ˉκ τετύκοντο. Τεύχω. τὸ κατασκευάζω. Τεύξεται. κατασκευασθήσεται. Τευτάζειν. πραγματεύεσθαι, η σκαιωρεῖσθαι, η στρατεύεσθαι, καὶ πολὺ διατρίβειν ἐν ταυτῷ. ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. σημαίνει δὲ καὶ τὸ σπουδάζειν, καὶ τὸ ἡσυχάζειν, καὶ τὸ φλυαρεῖν. παρὰ δὲ τῷ Ψελλῷ τευτάζειν τὸ πλανᾶσθαι· τηλαύγημα λέπρας ἀρχὴ, τευτάζειν τὸ πλανᾶσθαι. Τελέθωσι. τελευτήσωσι. ̔Ησίοδος· ευτ' αν γεινόμενοι πολιοκρόταφοι τελέθωσι. Τεμπειόθεν. ἀπὸ Τεμπείας. Τετραποδητί. Τὸ Τ μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Τηθαλώδησ. γυναικοκρατής. Τήϊοι. οἱ ἀπὸ τῆς Τήου νήσου. Τηλεβόας καὶ Τηλαμόσ. ποταμοί. Τηλίκοσ. μικρός. tau.1727 Τηλέκλειτοσ. ὁ ενδοξος. Τηλεκλητὸσ δὲ, ὁ πόῤῥωθεν καλούμενος, ˉη τὸ ˉκˉλˉη. τηλεκλητῶν ἐπικούρων. Τηλεδαπόσ. ὁ πόῤῥω εχων τὸ εδαφος καὶ τὴν πόλιν. παράγωγόν ἐστι διὰ τὸ δάπος, παρὰ τὸ τῆλε τηλεδαπός· ὡς ἡμέων ἡμεδαπός. Τηλίας καὶ τηλία. Ωρος ὁ Μιλήσιος τὴν περιφέρειαν τοῦ κοσκίνου λέγει. παρὰ τὸ σῶ, τὸ σείω καὶ κινῶ. σῶ, σήθω, ἀφ' ου ονομα σηλία καὶ τηλία, τροπῇ τοῦ ˉς εἰς ταῦ. Τηλύγετοσ. καταχρηστικῶς ἀγαπητός· μονογενής. κυρίως δὲ τηλύγετοι καλοῦνται οἱ τηλοῦ τῆς γονῆς οντες παῖδες, ο ἐστιν ἐκ γεροντικῆς ἡλικίας σπαρέντες. τὰ γὰρ μετὰ τὴν ἀπόγνωσιν τῆς παιδοποιΐας γεννώμενα μᾶλλον ἀγαπᾶται. Τῆνοσ. κύριον. καὶ ονομα νήσου. Τήνιοσ. ἀπὸ τῆς Τήνου νήσου. Τήρων. ὁ νέος στρατιώτης. η νεόλεκτος στρατός. Τητινόσ. ὁ χθεσινός. καὶ τῆτες ἀντὶ τοῦ χθές. Τηλαυγήσ. λαμπρός· μακρόθεν αὐγάζων. τηλαυγὴς καὶ τὸ λεπτότατον ιχνος τῆς λέπρας, δι' ου καὶ πόῤῥωθεν ὁρᾶται καὶ δήλη ἐστί. (Θηλυκόν.) Τήβεννα. μανδύας. καὶ πόλις. tau.1728 Τήθη. ἡ τροφός. Τηκεδόνοσ. τῆς τήξεως. Τῆλισ. ειδος σπέρματος. τίλλις δὲ, τὸ ἀγγεῖον, ἰῶτα. Τῆλοσ. ονομα κύριον λιμένος καὶ πόλεως. Τηλαύγεια. ἡ ἀπὸ μακρόθεν αὐγάζουσα λαμπρότης. Τῆνοσ. νῆσος. καὶ Τῆος. Τηραβένη. πόλις. καὶ Τηρητίνη. Τητθίσ. ἡ τροφός. Τημῇ. ἀντὶ τοῦ ἐμῇ. καὶ εχει τὸ ι κατὰ τὴν λήγουσαν, κατὰ δὲ τὴν αρχουσαν ου. Ομηρος· ἀμφὶ δέ τοι τημῇ κλισίῃ. εστι δὲ τῇ ἐμῇ, καὶ ἐκθλίβεται τὸ ˉι τοῦ τῇ αρθρου, καὶ κιρνᾶται τὸ ητα καὶ ˉε εἰς τὸ ˉη, καὶ εστι χωρὶς τοῦ ˉι. Τήλεφισ. πόλις. καὶ Τηλέφειον τραῦμα. (Οὐδέτερον.) Τήθεα. τὰ οστρεα. †Τηθίον. ὁ μαστός.† Τήκεα καὶ τήκεννα. τὰ καλτίκια. Τημελέσ. ἐπιμελές. Τήνεα. τὰ σκόροδα. ( ̔Ρῆμα.) Τῆ. τὸ λάβε καὶ δέξαι. σημαίνει δὲ καὶ τὸ ταύτῃ, καὶ τὸ ἐνταῦθα. εστι τάω, τῶ, τὸ δέχομαι, tau.1729 τὸ δεύτερον τάεις, τὸ τρίτον τάει καὶ κράσει τοῦ ˉα καὶ ˉε εἰς ˉη ∆ωρικῶς τῆς καὶ τῆ. τούτου ὁ παρατατικὸς εταον, εταες, εταε, καὶ τὸ προστακτικὸν τάε, τᾶ, καὶ τροπῇ ∆ωρικῇ τοῦ ˉα εἰς ˉη τῇ Τήκω. τὸ δαμάζω. Τηλεθόων. αὐξάνων. καὶ τηλεθόωσα, πάνυ θάλλουσα. καὶ τηλεθάοντας. παρὰ τὸ θάλλω, θάλλοντας. δύναται καὶ παρὰ τὸ