374
ξύλῳ τοῖν ποδοῖν συνείραντες. Ταῦτά ἐστι τὰ δραματουργήματα τῆς ἀναφυείσης μοιχειανικῆς αἱρέσεως, ὦ πατέρες. δεδογματίκασιν οὖν ἐπὶ τῶν βασιλέων μὴ κρατεῖν μηδὲ ἄρχειν τοὺς θείους νόμους, ὁπόταν οὐ βούλωνται, ἀλλὰ τὴν σὺν αὐτοῖς παρανομίαν καὶ λύσιν τῶν τοῦ Κυρίου ἐντολῶν οἰκονομίαν προσαγορεύεσθαι. ὅθεν οὐδὲ μιμεῖσθαι θεμιτὸν τοὺς ἐν τῇ παρούσῃ γενεᾷ τινα τῶν μέχρις αἵματος ἐναντίον βασιλέων παρρησιασμένων ὑπὲρ θείων νόμων φασί· καὶ διὰ τοῦτο τὸν Πρόδρομον μὲν μὴ διὰ τὸν πρὸς Ἡρώδην ἐλεγμὸν εἶναι πρόδρομον ἔφασαν, κατασμικρύνοντες τὴν κορωνίδα τῆς ἀρετῆς τοῦ ἁγίου, εἴπω δὲ καὶ παρωθούμενοι αὐτὴν ὡς οὐκ ἀναγκαίαν, τὸν δὲ Χρυσόστομον καὶ φωστῆρα τοῦ κόσμου καὶ φανερῶς εἰπεῖν ἐτόλμησαν καὶ λέγουσιν οὐ καλῶς πεποιηκέναι ὑπὲρ τοῦ τῆς χήρας ἀγροῦ ἐξορισθέντα, ἐλέγξαντα τὴν Εὐδοξίαν κἀντεῦθεν ταράξαντα τὴν ἐκκλησίαν. ἑκάστῳ τῶν ἱεραρχῶν πρὸς τὸ δοκοῦν αὐτῷ ἐν τοῖς παρεμπίπτουσι σφάλμασιν, ἀλλ' οὐχ ὡς ὁ κανὼν πάντως διαγορεύει, πράττειν ἐξέφη ναν, κἂν καθαίρεσις πρόκειται, καὶ τοῦτο οἰκονομίαν νομίζοντες· μηδὲ γὰρ ἐγχωροῦν ἐστι φυλάττεσθαι τοὺς κανόνας φησὶν ἅπαντας. Τί τἆλλα λέγειν καὶ μηκύνειν τὸν λόγον; πολυσχεδῆ αἵρεσιν ἐτεκτήναντο, τὸ ἱερὸν εὐαγγέλιον ἀνατρέπουσαν, τοὺς θείους κανόνας διαλύουσαν, τὰς τῶν θεοφόρων πατέρων διδασκαλίας ἀπορραπίζουσαν καὶ τὴν ἀντιχριστικὴν ἀποστασίαν προευτρεπίζουσαν, ἀνθ' ὧν οὐ στοιχεῖν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ κατὰ πάντα οὔτε τοῖς ἀποστολικοῖς διατάγμασιν οὔτε τοῖς πατρικοῖς ἐντάλμασιν ἐμμένουσιν, ἀλλὰ πῇ μὲν οὕτως, πῇ δὲ οὐχ οὕτως διὰ τὴν ἐξευρεθεῖσαν αὐτοῖς πονηρὰν καὶ ἀθετητικὴν ἐργασίαν, ἀλλ' οὐκ οἰκονομίαν· οὐδεμία γὰρ οἰκονομία λύσιν αὐτῶν ἀποτελεῖ, οὐδ' οὐ μὴν κανόνων, ἢ ἐφ' ὧν ἐνδέχεται μικρὸν παρορᾶν τι, οὐ μὴν εἰς ἀθέτησιν νόμου ἢ ἀναγκαίου ἤτοι καθαιρετικοῦ κανόνος· ἀποστασίας γὰρ τοῦτο σημεῖον. Ταῦτ' οὖν ἐνωτισάμενοι, ἅγιοι πατέρες, συμπάσχοιτε ἡμῖν τοῖς ταπεινοῖς ὑπὲρ τοῦ κοινοῦ κλήρου τῆς πίστεως κάμνουσιν, καὶ ἐφ' ὅσον οἷόν τε ὀρέξατε χεῖρα. ἴσμεν ὑμῶν τὴν ἐν πυρὶ τῶν πειρασμῶν τοῦ ἔθνους ζωὴν καὶ μακαρίζομεν ὑμῶν τὴν ὁμολογητικὴν ὑπομονὴν καὶ μάρτυρας ὑμᾶς Χριστοῦ οὐ διακρινόμεθα προσαγορεύειν· ἀλλ' ὅμως καὶ τοῦ ἀναφθέντος ἐν ἡμῖν πυρὸς τῆς κακοδοξίας προθυμήθητε σβεστῆρες γενέσθαι ὁσιώτατοι. ναί, δεόμεθα τὰ πατρικὰ ὑμῶν σπλάγχνα, ὑμεῖς τῆς θείας ἐκείνης καὶ Σαβαϊκῆς ῥίζης ὁμόζηλα βλαστήματα τῆς μετὰ τῶν ἄλλων καὶ θερμῆς ὄντως καὶ διαπύρου εἰς ἐκδίκησιν πίστεως. ἐγνώσθη κἀν ταῖς ἀνωτέρω γενεαῖς οἷα οἱ μακάριοι Σαβαῗται διηγωνίσαντο ὑπὲρ τῆς ἀληθείας. τῆς αὐτῆς οὖν ὄντες καὶ αὐτοὶ χάριτος καὶ τοῦ αὐτοῦ πνεύματος, ὦ σεβασμιώτατοι, τὰ αὐτὰ ἐκείνοις ἐν τῇ νῦν καινοτομίᾳ τῆς πίστεως μὴ παραιτήσησθε κατὰ τὸ δυνατὸν ἐνδείξασθαι, ὡς ἂν εὐφράνοιτε θεόν, ὑπὲρ οὗ καὶ ὁ λόγος, καὶ τὸν παμμάκαρα Σάβαν σὺν πᾶσι τοῖς ἁγίοις. ἱκανὸν δὲ ἔσται πρὸς τὸ ζητούμενον, εἰ καὶ μηδὲν ἄλλο, τὸ τὴν μοιχοσύνοδον ὑμᾶς τὴν ἀναθεματίσασαν τοὺς ἁγίους ἀναθεματίσαι καὶ δεύτερον τὸ τὰς ἱερὰς ὑμῶν προσευχὰς χαρίζεσθαι ἡμῖν εἴς τε ὑπομονὴν τῶν κακούντων καὶ ὁμονοίαν εἰρήνην τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ. 556 {1Γρηγορίῳ τέκνῳ}1 Ἀπάντα τὸν λόγον, ἀδελφὲ ἠγαπημένε, ὡς Χριστοῦ στρατιώτης, ὡς σὺν ἐμοὶ τῷ ἁμαρτωλῷ ἀπόκλειστος ὑπὲρ τοῦ εὐαγγελίου αὐτοῦ, μήτε ἀναλγήτως διατιθέμενος (ἀλογώτατον γάρ) μήτ' αὖ πέρα τοῦ δέοντος καταλυπούμενος ([ἀχρ]εώτατον γάρ). Ἐδεξάμην ἐπιστολὰς δύο, μίαν παρὰ τοῦ πατρὸς ἡμῶν καὶ ἑτέραν [παρὰ] τοῦ ἀδελφοῦ Ἀθανασίου, καθαπτομένου μου τοῦ πατρὸς ἡμῶν τῆς ταπεινώσεως τῷ ὄντι, ἀλλὰ καὶ κλῶντός μου τὴν ἐλεεινὴν ψυχὴν εἰς συμπάθειαν, τοῦ δὲ ἀδελφοῦ Ἀθανασίου τοσοῦτον πνεύσαντος κατὰ τῆς ἀσθενείας μου, ὡς εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου· οἶδας γὰρ ἐξ οὗ ἄνθρωπος ἐλπίζει βοηθεῖσθαι· καὶ