375
αἱροῦμαι ἀποθνήσκειν. οὐδὲ γὰρ ἀποδέει τούτου τὸ τὴν ἀρχὴν ἀποθέμενον, ὅσην ἔχω, καὶ τὰς πόλεις παραδόντα καὶ τὴν στρατιὰν, αὐτὸν ἐν ἰδιώτου σχήματι ἀφανείᾳ πολλῇ συζῇν ἐν γωνίᾳ παραβύσαντά τινι. πλὴν οὐχ ἁπλῶς καὶ τοῦτο οὐδὲ λόγου τοῦ προσήκοντος ἐκτὸς, ὡς δοκεῖν τοῖς τε Ῥωμαίοις καὶ τοῖς ἄλλοις Ἕλλησι καὶ βαρβάροις, ὅτι ἀδικῶν καὶ ἐπιορκῶν καὶ μὴ δυνάμενος ἀντέχειν πρὸς τὸν πόλεμον, δείσας παρεχώρησα τῆς ἀρχῆς αὐτοῖς, τὸ ζῇν ἀκλεῶς τῆς μετ' εὐκλείας προτιμήσας τελευτῆς· ἀλλὰ πρῶτον μὲν ψήφισμα βούλομαι γενέσθαι καὶ πρόγραμ 2.515 μα κοινὸν τῆς τε ἐκκλησίας καὶ συγκλήτου καὶ συμπάντων κοινῇ Ῥωμαίων, ὡς οὐκ ἀδικῶν, οὐδὲ ἐπιορκῶν, οὐδὲ κακὸς περὶ τοὺς βασιλέως τοῦ φίλου παῖδας ἐλεγχθεὶς, ἀλλὰ τοῦ κοινῇ τῆς σωτηρίας ἕνεκα ἀπέστην τῆς ἀρχῆς καὶ τοῦ λελύσθαι τοὺς ἐμφυλίους, ὑφ' ὧν διαφθείρονται, πολέμους. ἔπειτα τοὺς ἐν δεσμωτηρίοις πάντας διὰ τὴν εἰς ἐμὲ κατεχομένους εὔνοιαν ἀφεῖναι τῶν δεσμῶν, καὶ τὴν οὐσίαν ἀποδοῦναι, ὅσης ἀπεστέρησαν, καὶ πρὸς τοὺς παῖδας τῶν ἀποθανόντων ποιεῖν ὁμοίως. ἄτοπον γὰρ τῶν μὲν συμφορῶν καὶ τῶν δυστυχημάτων αἴτιον αὐτοῖς ὀφθῆναι, πρὸς δὲ τὸ πρὸς τὴν ἀρχαίαν μηδὲν φροντίσαι τύχην ἐπανελθεῖν. πρὸς τούτοις δὲ καὶ τοῖς συνοῦσι, καὶ συγκλητικοῖς καὶ στρατιώταις, καὶ τοῖς ἄλλοις τοῖς προσήκουσιν ἐμοὶ καθ' αἷμα, πρῶτον μὲν πίστεις δι' ὅρκων δοῦναι, ὡς οὐδὲν κακώσουσιν, ἀμυνόμενοι τῆς εἰς ἐμὲ εὐνοίας, ἔπειτα δὲ καὶ τούτοις ἀποδοῦναι, ἃ ἀφῄρηνται καὶ χρήματα καὶ κτήσεις. πρὸς τούτοις δὲ καὶ προνοίας ἕκαστον ἀξιῶσαι πρὸς ἀξίαν. εἰ μὲν γὰρ ἔμελλον εἶναι βασιλεὺς αὐτὸς, ἀξίως ἂν τῶν πόνων ἠμειψάμην καὶ οὐκ ἂν ἐκείνων ἐδεήθην προνοεῖν αὐτῶν· ἐπεὶ δ' ἑκὼν εἶναι παραιτοῦμαι, δίκαιον αὐτοὺς ἐν ἀσφαλείᾳ τε ὁμοῦ καὶ εὐπορίᾳ τῶν πρὸς τὸν βίον ἀπολιπεῖν. κἂν ταῦτα γένηται, ὥσπερ ἀξιῶ, τὴν βασιλείαν ἀποθέμενος αὐτὸς καὶ τὴν ἀρχὴν, καὶ τὰς πόλεις παραδοὺς, ἢ πρὸς Ἄθῳ τῷ ἱερῷ ἢ πρὸς ἑτέρῳ μέρει τῆς Ῥωμαίων γῆς, οὐ γὰρ αἱροῦμαι ὑπερόριος εἶναι ἐφ' ἑτέρας, 2.516 ἀφανείᾳ συζήσω τὸν πάντα βίον κατ' ἐμαυτὸν διάγων, ὅπως ἂν οἷός τε ὦ.» πδʹ. Τοιαῦτα μὲν βασιλεὺς πρὸς τὸν Ἀρῆγον διειλέχθη περὶ τῆς εἰρήνης. ἐκεῖνος δὲ μέχρι πολλοῦ κάτω νεύων, ἐθαύμαζε σιγῇ τὴν καλοκαγαθίαν βασιλέως καὶ ὥσπερ ἐξεπέπληκτο πρὸς τὸ μέγεθος τῶν εἰρημένων. ἔπειτα ἀνενεγκὼν, «ὡς μὲν οὐδὲν ἐνέλιπες» εἶπεν «οὔτε εὐγνωμοσύνης, οὔτε δικαιοσύνης ἐν τοῖς εἰρημένοις, οὐδὲ τὸν σφόδρα ἀναισχυντοῦντα οἴεσθαι δυνήσεσθαι ἀντειπεῖν. ἃ δὲ αὐτῷ περὶ τῆς εἰρήνης εἴρηται εἰδέναι βούλεσθαι, εἰ πρὸς αὐτοὺς ὡς ἐπιτηδείους μόνον διειλέχθη, ἢ εἰ βούλοιτο μηνύεσθαι καὶ τοῖς ἐν Βυζαντίῳ, εἴ πως γένοιτο κἀκείνους τῶν δεόντων σκεψαμένους τι τῶν μεγάλων συμφορῶν Ῥωμαίους ἀπαλλάττειν. βασιλεὺς δὲ ἀπαγγέλλειν τε ἐκέλευε καὶ προὔργου παντός. ἵνα δὲ μᾶλλον βέβαια δοκῇ τὰ εἰρημένα καὶ πιστὰ, ἐκέλευε καὶ γράφειν, καὶ ἐπεὶ γεγραμμένα ἦσαν πάντα, ὅσα διειλέχθη, ἐρυθραῖς ὑπεσημαίνετο ὑπογραφαῖς καὶ σφραγῖδα χρυσῆν ἐκέλευεν αἰωρεῖν, δεῖγμα τοῦ φυλάξειν τὰ ἐγγεγραμμένα βεβαίως καὶ ἀναμφιβόλως. Ἀρῆγος δὲ ἐπεὶ τὰ γράμματα εἶχεν ἐν χερσὶ, πολλὰς βασιλεῖ χάριτας ὁμολογῶν, ὡς τὰ μέγιστα εὐηργετημένος, καὶ μέλλων ἤδη ἀπιέναι, ἐδεῖτο βασιλέως ἀπαγαγεῖν τὴν στρατιάν. τὴν μὲν γὰρ εἰρήνην οὐκ ὀλίγων ἡμερῶν δεήσεσθαι πρὸς διάσκεψιν. τὴν στρατιὰν δὲ ἠρεμεῖν μὴ δύνασθαι, ἀλλὰ πάντα ἐπιέναι καὶ διαφθεί 2.517 ρειν. εἰ δὴ αὐτὸς τὴν ἀπολογίαν περιμένων ἐνταῦθα καθεδεῖται, κινδυνεύσει μετὰ τὴν εἰρήνην ὑπολείπεσθαι οὐδὲν, περὶ οὗ ἂν δόξειε γενέσθαι ἡ εἰρήνη. βασιλεὺς δὲ τοῦτό τε καὶ εἴ τι μεῖζον ἕτερον αὐτοῦ αἰτοῦντος πρόθυμος εἶναι ἔφασκε ποιεῖν, καὶ ἐπηγγέλλετο, ὡς ἐς τρίτην ἐξ ἐκείνης, πάσης γενομένης ἐν ταὐτῷ τῆς στρατιᾶς, διεσκέδαστο γὰρ ἐπὶ τὴν λείαν, ἀναστήσων τὸ στρατόπεδον. οὕτω μὲν οὖν Ἀρῆγος βασιλεῖ συνταξάμενος, ἔχων καὶ τὰ γράμματα, ἀπεχώρει. καὶ γενόμενος ἐν βασιλείοις, τά τε γράμματα παρείχετο πατριάρχῃ καὶ μεγάλῳ δουκὶ, καὶ περὶ εἰρήνης διειλέχθη πρὸς