375
καὶ Γερμανικὸς καὶ πρόκριτος τῆς γερουσίας ὠνομάζετο, ηυχετό τε τοσοῦτον καὶ ζῆσαι καὶ αρξαι χρόνον οσον αν τῷ δημοσίῳ συμφέρῃ, καὶ διὰ πάντων δημοτικὸς δοκεῖν εσπευδε, καὶ ἐλάχιστα εἰς ἑαυτὸν δαπανῶν πλεῖστα ἐς τὸ κοινὸν ἀνήλισκε. τὰ πεπονηκότα τε ἀνορθῶν καὶ ἐπικοσμῶν, τὰς τῶν ἀρχῆθεν οἰκοδομησάντων αὐτὰ κλήσεις σφίσιν ἐπέγραφε, καὶ πόλεσι καὶ ἰδιώταις ἐπήρκει, καὶ τῶν βουλευτῶν συχνοὺς πενομένους ἐπλούτισε, καὶ τὰ δωρούμενα εὐθὺς ὁρῶντος αὐτοῦ ἠριθμεῖτο, ινα μὴ οἱ δοτῆρες νοσφίζωνταί τι αὐτῶν, εἰδὼς τοῦτο ἐπὶ τοῦ Αὐγούστου γινόμενον. καὶ ουτε ἀπέκτεινέ τινα διὰ χρήματα ουτ' οὐσίαν τότε ἐδήμευσεν οὐδενός, οὐδ' εξω τι τῶν νενομισμένων ἠργυρολόγησεν. Αἰμιλίῳ γοῦν χρήματα πλείω παρὰ τὸ διατεταγμένον πέμψαντι ἀντεπέστειλεν οτι "κείρεσθαί μου τὰ πρόβατα, ἀλλ' οὐκ ἀποξυρᾶσθαι βούλομαι." καὶ εὐπρόσοδος καὶ εὐπροσήγορος ην, τούς τε αρχοντας ὡς ἐν δημοκρατίᾳ ἐτίμα καὶ τοῖς ὑπάτοις ὑπανίστατο, καὶ τοῖς ἑταίροις ὡς ἐν ἰδιωτείᾳ συνῆν, νοσοῦντάς τε 3.4 ἐπεσκέπτετο, μηδεμίαν φρουρὰν ἐπαγόμενος· καὶ ἐπί τινι αὐτῶν τελευτήσαντι αὐτὸς ἀνέγνω τὸν ἐπιτάφιον. καὶ τὴν μητέρα τὴν Λιβίαν ὁμοίως προσφέρεσθαι πᾶσιν ἐκέλευεν. ἡ δὲ πάνυ ωγκωτο, καὶ αἱ τοῦ Τιβερίου ἐπιστολαὶ χρόνον τινὰ καὶ τὸ ἐκείνης ονομα ειχον, τά τε αλλα πάντα ὡς αὐταρχοῦσα διοικεῖν ἐπεχείρει, καὶ οὐκ ἐξ ισου αρχειν, ἀλλὰ καὶ πρεσβεύειν αὐτοῦ ηθελεν, αὐτὴ ποιῆσαι αὐχοῦσα αὐτὸν αὐτοκράτορα. ὁ δὲ ηχθετο πρῶτον αὐτῇ· ειτα τῶν μὲν δημοσίων αὐτὴν επαυσε, τὰ δ' οικοι διοικεῖν ἀφῆκεν· ὡς δὲ κἀν τούτοις ην ἐπαχθής, ἀπεδήμει καὶ αὐτῆς ἐξίστατο. σωφρονέστατά τε χρόνον τινὰ διῆγε, καὶ αλλους δ' ἐκόλαζεν ἀσελγαίνοντας, καὶ τῷ ∆ρούσῳ δὲ τῷ υἱῷ, ον ἐξ ̓Αγριππίνης τῆς προτέρας αὐτοῦ γυναικὸς εσχηκε, καὶ ἀσελγεῖ τυγχάνοντι καὶ ὠμῷ, ἐπετίμα καὶ ηχθετο. καί ποτε αὐτῷ ειπεν οτι "ζῶντος ἐμοῦ ουτε βίαιον ουθ' ὑβριστικόν τι πράξεις· αν δέ τι καὶ τολμήσῃς, οὐδὲ τελευτήσαντος." Ουτω ταῦτα καὶ ταλλα μέχρις ὁ Γερμανικὸς εζη ἐποίει· μετὰ δὲ τοῦτο συχνὰ τούτων μετήλλαξε. μήπω γὰρ τῶν παρὰ τοῦ Αὐγούστου τῷ δήμῳ καταλελειμμένων δοθέντων, ἐπεὶ νεκρὸς διὰ τῆς ἀγορᾶς ἐξεφέρετο, καὶ προσελθών τις εἰς τὸ ους αὐτῷ ἐψιθύρισε, καὶ ἐρωτηθεὶς ο,τι ειρηκεν, ἐντετάλθαι εφη τῷ Αὐγούστῳ εἰπεῖν οτι οὐδέπω οὐδὲν ἐκομίσαντο, τὸν μὲν αὐτίκα ἀπέκτεινε, καὶ ειπεν ὡς ἐπισκώπτων, ιν' αὐτάγγελος αὐτῷ γένηται, τοῖς δ' αλλοις τὰ καταλελειμμένα διένειμε. τοῦ δ' ἐγγόνου αὐτοῦ, ον ἐκ τοῦ ∆ρούσου ειχε, θανόντος, οὐδεμιᾶς τῶν συνήθων 3.5 ἀπέσχετο πράξεως, μὴ δεῖν διὰ τοὺς οἰχομένους τὰ τῶν ζώντων λέγων προΐεσθαι. Κλήμης δέ τις τοῦ ̓Αγρίππου γεγονὼς δοῦλος καὶ προσεοικὼς αὐτῷ ἐπλάσατο αὐτὸς ὁ ̓Αγρίππας ειναι· καὶ εἰς τὴν Γαλατίαν ἐλθὼν πολλοὺς μὲν ἐκεῖ, πολλοὺς δὲ ἐν τῇ ̓Ιταλίᾳ προσεποιήσατο, καὶ τέλος ἐπὶ τὴν ̔Ρώμην ωρμησεν ὡς τὴν παππῴαν μοναρχίαν ἀποληψόμενος. χειρωσάμενος δ' ομως αὐτὸν ὁ Τιβέριος διά τινων τὰ ἐκείνου προσποιησαμένων φρονεῖν, καὶ βασανίσας, ινα περὶ συνιστόρων τι μάθῃ, ἐπεὶ μηδὲν ἐξελάλησεν, ηρετο αὐτόν "πῶς ̓Αγρίππας ἐγένου;" καὶ ος ἀπεκρίνατο οτι "ουτως ὡς καὶ σὺ Καῖσαρ." Τὴν δὲ γυναῖκα ̓Ιουλίαν ουτε ἐπανήγαγεν ἐκ τῆς ὑπερορίας ην παρὰ τοῦ πατρὸς αὐτῆς τοῦ Αὐγούστου κατεδικάσθη δι' ἀσέλγειαν, ἀλλὰ καὶ κατέκλεισεν αὐτήν, ωσθ' ὑπὸ κακουχίας καὶ λιμοῦ φθαρῆναι. πολλῶν τε αὐτὸν ἀξιούντων τὸν Νοέμβριον μῆνα, ου τῇ εκτῃ ἐπὶ δεκάτῃ γεγέννητο, Τιβέριον ἐξ αὐτοῦ καλεῖσθαι, "καὶ τί" εφη "ποιήσετε αν δεκατρεῖς Καίσαρες γένωνται;" ̓Εν τούτοις ὁ Γερμανικὸς ἐτελεύτησεν ἐν ̓Αντιοχείᾳ, καταγοητευθείς τε καὶ φαρμαχθεὶς ὑπὸ Πείσωνος. ὀστᾶ τε γὰρ εὑρέθη ἀνθρώπεια κατορωρυγμένα ἐν τῇ οἰκίᾳ ἐν ῃ κατῴκει. καὶ μολίβδινοι ἐλασμοὶ ἀράς τινας μετὰ τοῦ ὀνόματος αὐτοῦ εχοντες. οτι δὲ καὶ φαρμάκῳ ἐφθάρη τὸ σῶμα αὐτοῦ ἐξέφηνεν εἰς τὴν ἀγορὰν κομισθὲν καὶ τοῖς παροῦσι δειχθέν. θανόντος δὲ ὁ μὲν Τιβέριος καὶ ἡ Λιβία ησθησαν, οἱ δ' αλλοι σφοδρότατα ηλγησαν. κάλλιστος μὲν γὰρ τὸ σῶμα, αριστος δὲ τὴν ψυχὴν εφυ,