375
θαλέθω καὶ μεταθέσει τοῦ ˉθ εἰς ˉτ ταλεθάοντας καὶ τροπῇ τοῦ ˉα εἰς ˉη τηλεθάοντας. οὐ γὰρ εγκειται τὸ τήλεας. Τημελῶ. τὸ φροντίζω. Τηρῶ. παρὰ τὸ θέω τηρῶ· οπου γὰρ τρέχει τὶς, ἐκεῖ θεωρεῖ. η παρὰ τὸ οὐρῶ, τὸ φυλάσσω, πλεονασμῷ τοῦ ταῦ τουρῶ καὶ τροπῇ τοῦ ˉοˉυ εἰς ˉη τηρῶ. καὶ τὸ τυρὸς παρὰ τὸ τηρῶ· γάλα γὰρ τηρούμενον ὁ τυρός. Τητῶ. τὸ στερίσκω. καὶ τητώμενος, καὶ τητᾷ. ̔Ησίοδος· σὺ μὲν αἰτεῖς αλλον, ὁ δ' ἀρνεῖται, σὺ δὲ τητᾷ. εστι τάω καὶ σημαίνει τὸ ζητῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν τατάω, τατῶ, καὶ τὸ τρίτον τητᾶται. ὡς πειρῶμαι, πειρᾷ, πειρᾶται. ( ̓Επίῤῥημα.) Τηρητέον. δεῖ τηρεῖν. Τηλαυγῶσ. λαμπρῶς. Τῆλε· τηλόσε· τηλόθι καὶ τηλοῦ. παρὰ τὸ τέλος, τηλοῦ· τὰ γὰρ ἐπὶ τέλους συντείνοντα μεγεθύνονται. tau.1730 Τηλεδαπῶσ. μακρὰν ἀφεστηκώς. Τῆμος· τημοῦτοσ. ἀντὶ τοῦ τηνικαῦτα. Τήμερον. ἀντὶ τοῦ σήμερον. Τηνεί. ἀντὶ τοῦ ἐκεῖσε. Τηνάλωσ. ἀντὶ τοῦ μάτην. Τηνικαῦτα. τότε. †Τῆτεσ. ἀντὶ τοῦ χθές.† Τὸ Τ μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Τίγρησ. ποταμός. καὶ κλίνεται Τίγρητος. τίγρις δὲ, τὸ ζῶον, ˉι, καὶ κλίνεται τίγριδος. *Τιτάν. καταχθόνιος δαίμων, τιμωρητικός. ἐτυμολογεῖται δὲ παρὰ τὸ τίω, τὸ τιμωρῶ.* Τιβὴν, τιβῆνοσ. τοῦ τρίποδος. Τιθώησ. κύριον. Τιμηταί. οἱ πρῶτον τιμώμενοι. Τίννοι. ἐθνικόν. Τίσ. ἀντὶ τοῦ οὐδείς. ὡς τό· τίς εγνω νοῦν κυρίου; Τίτανοσ. ασβεστος. Τιτθοί. οἱ μασθοί. οτι ἐπιστηθίδιοί τινές εἰσιν. η οἱ ἐντιθέμενοι ἐν τοῖς στόμασιν. Τίτλοσ. σανίδιον. Τιτυμνοῦ. μικρᾶς ἡλικίας. Τίρυνς, Τίρυνθοσ. ονομα πόλεως. Τῖφοσ. ὁ κάθυγρος τόπος. ἀπὸ τοῦ τύφεσθαι, ο ἐστι πύθεσθαι ἐν ὑλώδεσι τόποις. Τίφως δὲ, ονομα ποταμοῦ, μέγα. ενιοι δὲ Τίφυς γράφουσι. tau.1731 Τίσ. ἀντὶ τοῦ οιος. ὁ ̓Απόστολος· τίς ουν ην ὁ μακαρισμὸς ὑμῶν. ἀντὶ τοῦ, οιος ην, οτι ουτω ταχέως ἐῤῥύη. Τιναγμόσ. οταν σείηται ἡ γῆ. (Θηλυκόν.) Τιάρα. κορυβάντιόν τι, ο ἐφόρει ὁ ἀρχιερεὺς ἐπὶ τὴν κεφαλὴν, η ην οἱ βασιλεῖς ὀρθὴν ἐφόρουν παρὰ Πέρσαις, οἱ δὲ στρατηγοὶ κεκλιμένην. Τιβέρη. πόλις. καὶ Τιβεριάδος θάλασσα. Τιθήνασ. τροφούς. ἡ εὐθεῖα ἡ τιθήνη. παρὰ τὸν τιτθὸν, ο σημαίνει τὸν μαστὸν, γίνεται τιτθήνη, καὶ ἀποβολῇ τοῦ ἑνὸς ˉτ τιθήνη. η παρὰ τὸν θήσω μέλλοντα τὸν σημαίνοντα τὸ τρέφω, ονομα ῥῆμα θήνη καὶ διπλασιασμῷ τιθήνη. †Τίθισ. ἡ τοῦ πατρὸς ἀδελφή.† Τιθωνόσ. ἡ ἡμέρα. παρὰ τὸ τιθασσὸν, ο σημαίνει τὸ ημερον. tau.1732 Τιμή. δόξα μετὰ δόσεως, ὡς πρὸς εὐεργετήσαντα γινομένη. Τιμήσεωσ. ζημίας. Τιμωρία. ζημία μετὰ πληγῶν. Τῖοσ. πόλις *κατὰ Παφλαγονίαν, ἀνὰ μέσον ̓Αμάστριδος καὶ Ποντοηρακλείας. ὁ πολίτης Τίϊος, καὶ Τῖος κράσει τῶν δύο ιι εἰς ι μακρόν. ὡς Χίϊος, Χῖος.* †Τιτηνίσ. ἀρχαία.† Τίτθη καὶ τιτθύσ. ἡ τροφός. Τιτθεία. ἡ μαίευσις. Τιτώ. ἡ ἡμέρα. Τίτιδασ. τὰς περὶ τὴν καρδίαν φλέβας λέγει ὁ ̔Ιπποκράτης. καὶ ὁ Ψελλός· τίτιδας φλέβας λέγουσι τὰς περὶ τὴν καρδίαν. (Οὐδέτερον.) Τιλφωσαῖον. ορος. καὶ Τιλφάσιον. Τιμαλφέστατον. πολυτελέστατον. tau.1733 Τίμημα. ἡ ζημία καὶ ἡ καταδίκη. καὶ ἐτιμήσαντο ἀντὶ τοῦ ἐζημίωσαν καὶ κατεδίκασαν. Τίμημα. καὶ τὸ ἐνέχυρον καὶ τὸ κεφάλαιον. ειρηται καὶ ἐπὶ τῆς τιμωρίας. Τιταιρώνιον. ἀκρωτήριον. Τιταρήσιον. ορος. †Τίφη. αλση.† Τιφωσαῖον. ορος. ( ̔Ρῆμα.) Τιθηνῆσαι. θρέψαι. Τιθαιβώσω. τὸ τρέφω. καὶ τιθαιβώσσοντο, ἐπιμελείας ἠξιοῦντο. κυρίως δὲ ἐπὶ τῶν μελισσῶν λέγεται. παρὰ τὸ τιθέναι τὴν βόσιν. καὶ Ομηρος· -ενθα δ' επειτα τιθαιβώσσουσι μέλισσαι. Τιθήμενοσ. τρεφόμενος. Τιθασσεύω. ἡμερῶ. Τίθετι. ἰστέον, οτι τὸ προστακτικὸν τῶν εἰς μι διχῶς κανονίζεται, καὶ ἐκ τοῦ παρατατικοῦ, ωσπερ καὶ τὰ ἀπὸ τῶν εἰς ω κανονίζονται, καὶ ἀπὸ μετοχῶν, οιον ἀπὸ τοῦ ιστημι, ιστης, ιστη, καὶ τὸ προστακτικὸν ιστη. καὶ τὸ ἐμπίπλημι, πίπλη. ἀπὸ δὲ τοῦ ιστημι, ιστη. ουτως καὶ ἀπὸ τοῦ τιθεὶς, τιθέντος, τίθετι. Τιμιουλκῶν. τιμιουλκῶν τὸν σῖτον, ἀντὶ τοῦ βαρυτιμῶν. Τιμαλφούμενοσ. τιμὴν εὑρίσκων. αλφειν γὰρ τὸ ζητεῖν. tau.1734 Τίνω καὶ τιννύω. τὸ ἀνταποδίδωμι. Τίννυσθαι. παρὰ τὸ τίνω, τὸ ἀποδίδωμι, γέγονε τιννύω, τίννυμι, καὶ ἐκεῖθεν τίννυσθαι. σημαίνει δὲ τὸ τιμωρεῖσθαι. Τίνω. τὸ ἀποδίδωμι. διὰ τοῦ ι. ἀπὸ τοῦ τίω πλεονασμῷ τοῦ ν. τὸ γὰρ ˉν πέφυκε πλεονάζειν ἐν