375
ὑπολαμβάνει τὸν τοιοῦτον ἰσόψυχον, ἰσόρροπον, ταὐτοπρόθυμον, ὁπόταν ἐν καιρῷ πολέμου παρὰ τοῦ τοιούτου τροπὴν ἐπίδοι τὴν ἐναντίαν, θανάσιμόν τι πανθάνει πάθος. Τοιοῦτό μοι, ποθεινότατε, ὤφθη τανῦν. ὁ δεύτερος ἀγγελίᾳ ἐπὶ ἀγγελίᾳ βαρείᾳ, μᾶλλον δὲ πονηρᾷ κατασπᾶν μου τὸν νοῦν καὶ τὴν ἐλεεινήν μου ψυχὴν εἰς ᾅδην ἐναγωνιζόμενος, κἄν, ὥς φησι, φειδοῖ· ἀμφότεροι μὲν ὅτι οὐκ ἔστιν αἵρεσις δυνάμει λαλοῦντες τὰ τοῦ ˉβ καὶ ˉγ μάλιστα (συνίημι γὰρ τοὺς λόγους καὶ τὰς διαθέσεις ἀμφοτέρων) κἀντεῦθεν ὑποτιθέμενοι καὶ ὑπομιμνήσκοντες ἐπισκέψασθαι τὰ συγγραφέντα μοι ὡς ἐσφαλμένα καὶ ὡς ἵνα μὴ αἰσχυνθεὶς διορθώσασθαι ἐκπέσω τῆς ἐκκλησίας ὑπὸ τῶν μεταγενεστέρων, εὑρισκόντων ἀλλότρια θεοῦ τὰ συγγράμματα, θυμώδη με καὶ ἐκστατικὸν ἐπιγράφων ὁ πρῶτος, ὁ δὲ δεύτερος ὡς τὸν Κενδουκλᾶν χεῖρον ἡμᾶς εἶναι καὶ ὅτι "4οὐδεὶς τῶν ἀδελφῶν φυλάττει τοὺς λόγους σου"5 (καθαπτόμενος λεληθότως τῶν δι' ἐρωτήσεων ἀποκρίσεών μου) καὶ ὅτι εἰς μυρίας δόξας διῃρέθησαν καὶ ὅτι οἱ πλείονες καί γε τῶν προεχόντων ταῦτα λέγουσιν, εἰ καὶ μηδεὶς ἔγνω ὅτι ἐπέστειλα, ἐπιχειρήσεις φέρων ἀσυνέτους καὶ ἀλλοκότους, ὡς ὅτι εἰς ἑαυτὸν περιπίπτω ἐν τοῖς γεγραμμένοις μοι, τοῦτο δὲ διδάσκων παντὶ σθένει εὖ ἔχειν· ἐπεί, φησί, ὅτι πάντες οἱ φίλοι καὶ εὐσεβεῖς τῷ μὴ λέγειν αἵρεσιν ἀλλ' ἢ μόνον παράβασιν τῶν ἐντολῶν τοῦ θεοῦ, καταπατητὰς τῶν θείων κανόνων καὶ ἀνιέρους, "4φεύγετε αὐτῶν τὴν κοινωνίαν παντάπασι"5, καὶ ἕτερα πρὸς τοῖς εἰρημένοις ἐπιπλήττων, ὡς οὐχ οἷόν τε τὸ γράμμα ἀπαγγεῖλαι διὰ τὸ πλῆθος. Τί οὖν ὁ ταπεινὸς ἐγώ; ἀποτιναξάμενος τὴν ἀθυμίαν βοηθείᾳ καὶ τοῦ ἀδελφοῦ Εὐπρεπιανοῦ καὶ ἀπαρνησάμενος τῇ διαθέσει πᾶσαν σάρκα, πρὸς μόνον δὲ θεὸν ἀποβλέψας, ὑπὲρ οὗ μοι ταῦτα καὶ δι' οὗ ἡ βοήθεια μάλιστα τῷ ἀσθενεῖ καὶ σαθρῷ, ἀντεπέστειλα δεόντως ἐπιλύων τὰς ἀπορίας αὐτῶν καὶ ἐνστάσεις μαρτυρίαις γραφικαῖς καὶ πατρικαῖς ἐν ὀκτὼ τετραδίοις πρὸς ἥμισυ. ὁρῶν οὖν ὅτι τὸ μὴ φέρειν αὐτοὺς τὴν ἐκ τοῦ λέγειν αἵρεσιν ὀργὴν τοῦ κρατοῦντος αἴτιον τῆς ἀσυμφωνίας ἢ νοὸς ἐν τοῖς μὲν ἀχωρησίαν ἢ τάχα καὶ τοῦ φθόνου ὑποσμηχόμενον τὸ κέντρον καὶ πάντοθεν ἀπορῶν τό τε σχίσμα ἡμῶν αὐτῶν δεδιώς, εἰς χαρὰν ὂν τοῦ διαβόλου καὶ τῶν αἱρετιζόντων, τό τε συνελθεῖν αὐτοῖς ἀποστασίαν εἶναι ἀληθείας, συμβουλίᾳ καὶ τοῦ ἀδελφοῦ ἐπὶ οἰκονομίαν ἦλθον μιμήσει τῶν ἁγίων πατέρων ἡμῶν, μηδὲν ἔχουσαν, ὡς οἶμαι, τὸ βλάπτον καὶ παρὰ τὸ εἰκὸς εἰς νόμον θεοῦ· καὶ δὴ ταύτην παρατίθημι, ἔχουσαν ὧδε. "4Ἐπεὶ ὁρῶ ὑμᾶς εἰς τοσοῦτον ὑπενδοῦναι ὥστε ἀπορραγὴν γενέσθαι εἰς ἡμᾶς, τοῦτο φρονεῖν γέγονέ μοι εὖ ἔχειν εἰς οἰκονομίας τρόπον. εἰ μὴ φέροι τις λέγειν αἵρεσιν ἀχωρησίᾳ νοός, ἀσθενείας μέν ἐστι, κἂν οὐ βούληται, λογίζεσθαι οὕτως ὁ ἀκούων, συγχωρητέον δὲ ὅμως τὴν φωνὴν χάριν τῆς συναφείας, τῶν ἄλλων σῳζωμένων, λέγω δὴ τῆς τε ἀκοινωνησίας καθόλου καὶ ἄλλης πως οὐ συγκαταβάσεως, καθὰ καὶ οἱ φίλοι δῆθεν ἐπαινοῦσιν ὑμᾶς· κἀμοὶ καὶ τοῖς ὁμοίως μοι αἱρουμένοις ἔστω τὸ λέγειν αὐτὴν αἵρεσιν, καθὼς πεπιστεύκαμεν ἐν ἀποδείξει τῆς ἀληθείας, καὶ εἰ οἱ δι' ἐναντίας τοῦτο ὁρῶντες ἐνδιαβάλλουσιν ἡμᾶς ἀσυμφώνους εἶναι, μηδετέρῳ μέρει μελέτω· ἐν γὰρ τῇ ἀφωνίᾳ συμφωνία ἡμῖν πραγματεύεται τοῖς πράγμασι, ἐξ ἴσου ἀφισταμένοις τῆς κοινωνίας αὐτῶν, ἕως ἂν ὁ θεὸς πληροφορήσῃ ἡμᾶς, τοῦτο εἰδότας, ὡς καὶ τὸ σχίσμα οὐδὲν ἔλαττον αἱρέσεως, ὡς τῷ Χρυσοστόμῳ εἴρηται."5 τ557-564 {1επιστυλαε σπυριαε}1 557 .................... Ἡ πρὸς ἡμᾶς σου ἐπιστολή, ὁσιώτατε ἐν μοναχοῖς καὶ ἡμῖν ποθεινότατε πάτερ, δεικνύει καθαρῶς τὴν τῆς ψυχῆς σου λαμπρότητα· πολλῆς γὰρ γέμει τῆς ἡδονῆς τε καὶ χάριτος καὶ τῆς πρὸς τὴν εὐτέλειαν ἡμῶν πνευματικῆς διαθέσεως. ἀνθ' ὧν δῴη σοι Κύριος τὰ ἀγαθὰ τῆς ἄνω Σιὼν καὶ βοηθός σοι γένοιτο καὶ ὑπερασπιστὴς κατ' ἐχθρῶν ἀσάρκων καὶ ὑπέρμαχος καὶ ἀντιλήπτωρ· καὶ μὴ δείξαι δύσκολον ἐνώπιόν σου, ἀλλ' εὔκολα καὶ ὁμαλὰ ποιήσοι πάντα σου τὰ δι' ἀρετῆς πρὸς αὐτὸν διαβήματα.