376
αὐτοὺς, πολλὰ ἀδικήσειν φάσκων καὶ βασιλέα καὶ Ῥωμαίους, εἰ μὴ ἐπὶ μιᾷ τινι προκλήσει πεισθεῖεν διαλύεσθαι. ἐκεῖνον μὲν οὖν εὐφυῶς ἀπεσκευάσαντο, φάμενοι ὀλίγῳ ὕστερον ἀποκρινεῖσθαι περὶ ὧν ἐπρέσβευε. δοὺξ δὲ ὁ μέγας, ἐπεὶ πύθοιτο βασιλέα παρὰ Ἀρήγου εἰς τρίτην ἡμέραν ἀπάξοντα τὴν στρατιὰν, πᾶσι Βυζαντίοις πόλεμον κατήγγελλε πρὸς Καντακουζηνόν. καὶ αὐτὸς παρεσκευάζετο δῆθεν καὶ κατέλεγε τοὺς στρατιώτας, πᾶσι δὲ θείοις οἴκοις καὶ φροντιστηρίοις ἱεροῖς καὶ παντὶ γένει καὶ ἀξιώματι ἱερέων παρήγγελλε λιτὰς, ὡς τὸ θεῖον ἱλεωσομένους τοῖς τῷ ἀποστάτῃ συμβαλοῦσιν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν πᾶσαν παρασκευαζόμενος διήγαγεν. ἐς τὴν τρίτην δὲ ἐν ἀρίστου τῇ ὥρᾳ, ἐπεὶ πύθοιτο παρὰ τῶν σκοπῶν βασιλέα ἀπηρκότα, ἐπλήρου γὰρ ἐκεῖνος τὰ ὑπεσχημένα, τὰς πύλας ἀνοίξας ἐξεχεῖτο 2.518 μεθ' ὁρμῆς τινος ἀσχέτου καὶ παραβόλου καὶ συνέταττε τήν τε ἱππικὴν καὶ τὴν πεζὴν δύναμιν πρὸ τῶν τειχῶν. ὡς δὲ ἐπανῆκον οἱ σκοποὶ, οὓς αὐτὸς προέπεμπε τοὺς πολεμίους δῆθεν κατασκεψομένους, καὶ ἀπήγγελλον ἅμα πρωῒ ἐκείνους οἰχομένους, ἠνιᾶτο μὲν πρὸς τὴν ἀποτυχίαν καὶ πολλὰ ἑαυτὸν τῆς βραδυτῆτος κατεμέμφετο καὶ τῆς τριβῆς καὶ ἐδυσχέραινεν οὐκ ἀνεκτῶς. πέμψας δὲ καὶ πρὸς πατριάρχην ἐμήνυεν, ὡς Καντακουζηνὸς αἰσθόμενος τὴν ἔφοδον καὶ συνιδὼν ὡς οὐκ ἂν ὑποστησόμενος τὴν δύναμιν, ᾤχετο ἀποδρὰς ἅμα πρωΐ. τί οὖν προσήκει πράττειν, φυγῇ τῶν πολεμίων χρησαμένων; πατριάρχης δὲ ἐμήνυε· «φεύγει ὁ ἀσεβὴς, μηδενὸς διώκοντος· νίκα καὶ μὴ ὑπερνίκα.» καὶ ἐκέλευεν ἀναστρέφειν πολλῷ τῶν πολεμίων κρείττους γενομένους. καὶ ἀνέστρεφε λυπούμενος, ὅτι μὴ συμβαλεῖν ἐξεγένετο τοῖς πολεμίοις. βασιλεὺς δὲ, ἐπεὶ μὴ ἀγνοεῖν τὰ πραττόμενα ἐνῆν, πολλῶν ἐκ Βυζαντίου ὁσημέραι μηνυόντων, τό,τε Ῥήγιον εἷλεν ἐξ ἐφόδου ἐπελθὼν καὶ Ἀθύραν καὶ ∆αμοκράνειαν καὶ Σηλυμβρίαν. κελεύσας δὲ Ἀπάμειαν, φρούριόν τι κατεσκαμμένον, τειχισθῆναι, καὶ στρατιὰν καταλιπὼν ἐν Ῥηγίῳ καὶ Ἀπαμείᾳ καὶ Ἐμπυρίτῃ καὶ τῇ πρὸς τῇ ∆έρκῃ λίμνῃ πόλει, ὡς ἂν ταῦτά τε φρουροῖεν, ἐγγυτέρω Βυζαντίου τῶν ἄλλων ὄντα, καὶ ἐπεκδρομὰς ποιοῖντο συνεχεῖς κατὰ τοῦ Βυζαντίου καὶ λῃστείας, τὴν ἄλλην ἔχων στρατιὰν αὐτὸς ἀνεχώρησεν εἰς ∆ιδυμότειχον· ἡ δὲ ἐν τοῖς φρουρίοις τούτοις στρατιὰ τὰ μέγιστα ἐκάκωσε 2.519 Βυζαντίους, καὶ ὀλίγη οὖσα· σχεδὸν γὰρ νύκτωρ τε καὶ μεθ' ἡμέραν πάντα διέφθειρον καὶ ἐληΐζοντο, ἔχοντες καὶ Περσικὴν ὀλίγην δύναμιν ἀναμεμιγμένην μετ' αὐτῶν, οἳ πολλοὺς ἀπέκτεινον καὶ ἐξηνδραποδίζοντο καὶ πρὸς ἕω ἀπεδίδοντο ἐπὶ δουλείᾳ. καὶ σχεδὸν ἐν ὀλίγῳ χρόνῳ πάντα τὰ περὶ Βυζάντιον ἀοίκητα ὑπ' ἐκείνων ἀπεδείχθη. πατριάρχης δὲ καὶ ὁ μέγας δοὺξ εἰδότες, ὡς Ἀρῆγος ἀπαιτήσει λόγον περὶ τῆς πρεσβείας, καὶ τὴν μὲν εἰρήνην ἀναφανδὸν αἰδούμενοι ἀπαγορεύειν, τρόπῳ δέ τινι σκεψάμενοι τὸν Λατῖνον ἀπατᾷν, ἵνα μὴ δοκοῖεν ἑκοντὶ τοῖς Ῥωμαίοις αἴτιοι αὐτοὶ καθίστασθαι τοσαύτης συμφορᾶς, πρὸς βασιλέα τὸν Καντακουζηνὸν ἔγραψαν τοιάδε· «ὡς ἡμεῖς πολύν τινα λόγον περὶ τοῦ μὴ Ῥωμαίους ὑπὸ τοῦ πολέμου διαφθείρεσθαι ποιούμενοι, ὀλίγῳ πρότερον ἐπέμψαμεν πρός σε πρεσβείαν, ἅπερ αὐτὸς πρὸς τὸν περιπόθητον καὶ γνησιώτατον τῷ βασιλεῖ τὸν μέγαν δοῦκα ᾔτησας ἐπαγγελλόμενοι ποιήσειν. ταῦτα δὲ ἦν, ἀποθέμενον τὴν βασιλείαν, ἐν ἀσφαλείᾳ εἶναι καὶ μηδὲν προσδοκᾷν πείσεσθαι δεινὸν διὰ τὴν ἀγνωμοσύνην τὴν πρὸς βασιλίδα καὶ τὰς συμφορὰς, ἃς ἐπήγαγες Ῥωμαίοις πολεμῶν. σὺ δὲ, ὡς ἔοικεν, ἔτι φόνων καὶ αἱμάτων ὀρεγόμενος πλειόνων καὶ τὰς συμφορὰς τοῖς ταλαιπώροις Ῥωμαίοις αὔξειν, ἵν' ἃ προείλου ἐξαρχῆς, ἡττηθεὶς ὑπ' οὐδενὸς, εἰς τέλος δόξῃς ἀγαγεῖν, μεταβαλὼν ἀπράκτους ἀπέπεμψας τοὺς πρέσβεις, ἠρνημένος ἃ ἐφθέγξω. τότε μὲν οὖν ἀνεξέλεγκτα ἐψεύσω, φάσκων τὸν 2.520 μέγαν δοῦκα εἰρηκέναι περὶ σοῦ μὴ ἀληθῆ. νυνὶ δὲ οὐδεμίαν σοι τοιαύτην ἔξεστι καταφυγὴν εὑρεῖν καὶ πρὸς ἀναβολὰς χωρεῖν τῶν εἰρημένων. τά τε γὰρ γράμματα ἐλέγξουσι τὰ σὰ ὄντα παρ' ἡμῖν καὶ ὁ πρεσβευτὴς Λατῖνος, ἀξιόχρεως ὢν πρὸς πίστιν. ἃ τοίνυν ἔγραψας αὐτὸς,