376
παιδείᾳ τε αμα καὶ ἀνδρείᾳ ἐν πολέμοις εὐδοκιμῶν ἡμερώτατα τοῖς 3.6 ὑπ' αὐτὸν προσεφέρετο, καὶ μέγα δυνάμενος, ατε Καῖσαρ, ἐξ ισου τοῖς ἀσθενεστάτοις ἐσωφρόνει, καὶ ουτε τι πρὸς τὸν ∆ροῦσον ἐπίφθονον ουτε πρὸς τὸν Τιβέριον ἐποίει ἐπίβουλον, καὶ δυνάμενος παρά τε τῶν στρατιωτῶν ἑκόντων καὶ τῆς βουλῆς καὶ τοῦ δήμου τὴν ἀρχὴν τὴν αὐτοκράτορα λήψεσθαι οὐκ ἠθέλησεν. ὁ δὲ Πείσων χρόνῳ υστερον εἰς τὴν ̔Ρώμην ἀνακομισθείς, καὶ ἐπὶ τῷ φόνῳ τοῦ Γερμανικοῦ εἰς τὸ βουλευτήριον ὑπ' αὐτοῦ τοῦ Τιβερίου εἰσαχθεὶς διακρουομένου τὴν ὑποψίαν τὴν ἐπὶ τῇ φθορᾷ τοῦ Γερμανικοῦ, καὶ ἀναβολὴν αἰτήσας, ἑαυτὸν κατεχρήσατο. ἐπὶ τρισὶ δὲ υἱοῖς ὁ Γερμανικὸς ἐτελεύτησεν, ους ὁ Αυγουστος ἐν ταῖς διαθήκαις αὐτοῦ Καίσαρας ὠνόμασε. τούτων ὁ πρεσβύτατος Νέρων κατὰ τὸν χρόνον ἐκεῖνον τοῖς ἐφήβοις κατηριθμήθη. μέχρι μὲν ουν τοῦ χρόνου τούτου πλεῖστα χρηστὰ ὁ Τιβέριος επραξε καὶ βραχέα ἐξήμαρτεν, ἐπεὶ δ' ὁ Γερμανικὸς ἐκποδών οἱ ἐγένετο, κατ' ὀλίγον ἠλλοίωτο. τά τε γὰρ αλλα ἀγρίως ηρχε καὶ τοῖς εἰς αὐτὸν η τὴν μητέρα η τὸν Αυγουστον πράξασί τι η εἰποῦσιν ἀνεπιτήδειον ἀπηνῶς ὡς ἀσεβήσασι προσεφέρετο, καὶ εἰς τοὺς ὑπονοηθέντας ἐπιβουλεύειν αὐτῷ ἀπαραίτητος ην. ηδη δὲ καὶ ἐνδεικνύμενός τισιν οτι βούλεται τεθνάναι τινάς, δι' ἐκείνων σφᾶς ἀπεκτίννυε, καὶ οὐκ ἐλάνθανε ταῦτα ποιῶν. ἐξήταζέ τε τῶν δυνατῶν ἑκάστου τὴν ἡμέραν καὶ τὴν ωραν ἐν ῃ ἐγεγέννητο, καὶ ουτω τὸ πεπρωμένον ἑκάστῳ ἐξηρεύνα· ωστε καὶ τῷ Γάλβᾳ τῷ μετὰ ταῦτα αὐταρχήσαντι ἀπαντήσας εφη "καὶ σύ ποτε τῆς ἡγεμονίας γεύσῃ." ἐφείσατο δὲ αὐτοῦ, λέγων οτι ἐν γήρᾳ καὶ μετὰ πολὺ τῆς τελευτῆς αὐτοῦ αρξει. ειτα μετὰ τοῦ ∆ρούσου ὑπάτευσεν ὁ Τιβέριος, οθεν πολλοὶ τὸν 3.7 ολεθρον ἐκ τούτου τοῦ ∆ρούσου προεμαντεύσαντο· οὐ γὰρ εστιν οστις τῶν συνυπατευσάντων αὐτῷ οὐ βιαίως ἀπέθανε. μετὰ ταῦτα γὰρ φαρμάκῳ διώλετο. Σηιανὸς γάρ τις μέγα παρὰ τῷ Τιβερίῳ δυνηθεὶς καὶ ὑπέρογκος γεγονώς, πὺξ αὐτῷ ποτε ἐντείνας κἀκ τούτου δείσας κἀκεῖνον καὶ τὸν Τιβέριον, αμα καὶ προσδοκήσας, αν τὸν ∆ροῦσον κατεργάσηται, ῥᾷον μεταχειρίσασθαι τὸν Τιβέριον, φάρμακόν τι αὐτῷ διά τινων θεραπόντων αὐτοῦ καὶ διὰ τῆς γυναικός, ην ̓Ιουλίαν, ετεροι δὲ Λιβίαν γράφουσι, καὶ γὰρ ἐμοίχευεν αὐτήν, εδωκεν. ὁ μὲν ουν ουτως διώλετο, ὁ δέ γε Τιβέριος εἰς τὸ συνέδριον ἀφικόμενος ἐκεῖνόν τε ἀπωδύρατο καὶ τὸν Νέρωνα τόν τε ∆ροῦσον τοὺς τοῦ Γερμανικοῦ παῖδας τῇ γερουσίᾳ παρακατέθετο, καὶ τὸ σῶμα τοῦ ∆ρούσου προυτέθη ἐπὶ τοῦ βήματος· καὶ ὁ Νέρων γαμβρὸς αὐτοῦ ων ἐπαίνους ἐπ' αὐτῷ ειπεν. ὁ δὲ δὴ θάνατος αὐτοῦ πολλοῖς αιτιος θανάτου ἐγένετο ὡς ἐφησθεῖσι τῇ ἀπωλείᾳ αὐτοῦ. πολλοί τε γὰρ καὶ αλλοι διώλοντο καὶ ἡ ̓Αγριππῖνα μετὰ τῶν παίδων αὐτῆς, τοῦ νεωτάτου χωρίς. πολλὰ γὰρ κατ' αὐτῆς ὁ Σηιανὸς παρώξυνε τὸν Τιβέριον, προσδοκήσας ἐκείνης μετὰ τῶν τέκνων ἀπολομένης τῇ τε Λιβίᾳ συνοικήσειν τῇ τοῦ ∆ρούσου γυναικί, ης ηρα, καὶ τὸ κράτος εξειν, μηδενὸς τῷ Τιβερίῳ διαδόχου τυγχάνοντος· τὸν γὰρ υἱιδοῦν ἐμίσει ὡς καὶ μοιχίδιον. καὶ αλλους δὲ πολλοὺς ἐπὶ αλλαις καὶ αλλαις αἰτίαις, ταῖς δέ γε πλείοσι πεπλασμέναις, καὶ ἐφυγάδευσε καὶ διέφθειρε, καί τινα οτι τὰ τοῦ Καίσαρος καὶ τὰ τοῦ Αὐγούστου ἱστόρησε, καίτοι μή τι κατ' ἐκείνων συγγεγραφότα, ἐκόλασε, καὶ τὸ σύγγραμμα οπου δὴ καὶ εὑρέθη κατέκαυσεν, οτι μὴ ἐκείνους ἐσέμνυνε. πλείονας δὲ ὡς αὐτὸν βλασφη3.8 μοῦντας διέφθειρε. καί τις Σαβῖνος ἐπὶ τοιαύτῃ κατηγορηθεὶς αἰτίᾳ εἰς τὸ δεσμωτήριον καθείρχθη, ειτα καὶ ἐφονεύθη, καὶ τὸ σῶμα αὐτοῦ εἰς τὸν ποταμὸν ἐρρίφη. καὶ δεινὸν μὲν τοῦτο καὶ καθ' ἑαυτὸ απασιν ην, ἐδείνωσε δ' αὐτὸ ἐπὶ πλεῖον κύων τις τοῦ Σαβίνου, συνεισελθών τε αὐτῷ εἰς τὸ δεσμωτήριον καὶ ἀποθανόντι παραμείνας καὶ εἰς τὸν ποταμὸν ῥιφέντι συνεισπεσών. ταῦτα ταύτῃ ἐγένετο, καὶ ἐκ πολλῶν ὀλίγα ἱστόρηται. ̔Η δὲ Λιβία ὑπέργηρως γεγονυῖα μετήλλαξεν, εξ ζήσασα ετη καὶ ὀγδοήκοντα. καὶ ουτε νοσοῦσαν αὐτὴν ὁ Τιβέριος ἐπεσκέψατο ουτ' ἀποθανοῦσαν ἐτίμησε, πλὴν μόνης ἐκφορᾶς καὶ εἰκόνων τινῶν. ἀλλὰ πρὸς διαβολὴν