376
τοῖς ῥήμασιν, οιον θύω θύνω, δύω δύνω, πίω πίνω. ουτως ουν καὶ τίω τίνω. καὶ τὸ μὲν πίω ευρηται μακρὸν καὶ βραχὺ, τὸ δὲ πίνω μακρὸν ἀεί. Τινάσσω. τὸ σείω. ἐκ τοῦ τιταίνω, ο σημαίνει τὸ ελκω, τιτανῶ ὁ μέλλων, καὶ αἰολικῶς τιτάνσω, καὶ ἀποβολῇ τοῦ ˉτ καὶ ἐν ὑπερβιβασμῷ τινάσσω. η παρὰ τὸ ις, ἰνὸς, ἰνάσσω καὶ τινάσσω. Τίσομαι. τιμωρήσομαι, η ἀνταποδώσω. Τίσειαν. τίω, τὸ τιμωρῶ καὶ ἐκτιννύω, ὁ μέλλων τίσω, τὸ εὐκτικὸν τίσειαν, ὡς τύψειαν. καὶ Ομηρος· τίσειαν ∆αναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσι. Τισικούντων. μαχομένων· διαλεγομένων. Τιταίνω. τὸ ἐκτίνω καὶ ελκω. παρὰ τὸ ταίνω καὶ κατὰ ἀναδιπλασιασμὸν τιταίνω. Τιτρῶ. τὸ τρυπῶ. Τιτυσκόμενοσ. ἐπιτηρῶν, καταστοχαζόμενος. σημαίνει καὶ τὸ ἑτοιμάζειν. Ομηρος· ως εἰπὼν ὑπ' οχεσφι τιτύσκετο-. tau.1735 ενιοι δὲ ἐπὶ τοῦ ψυχικῶς στοχάζεσθαι. οιον· τιτύσκετο φρεσὶν ῃσιν. οιμαι δὲ, ἀμφότερα ἀπὸ τοῦ τεύχω γίνεται. ὁ δεύτερος ἀόριστος ετυχον, καὶ ἐξ αὐτοῦ κατὰ διπλασιασμὸν τετύκω καὶ τιτύσκω. τὸ δὲ τιτύσκω, εἰ μὲν σημαίνει τὸ βλέπω, γίνεται ἀπὸ τοῦ θεῶ, θεάσω, καὶ συγκοπῇ θῶ καὶ τῶ, κατὰ παραγωγὴν τύω, ὁ μέλλων τύσω, καὶ πλεονασμῷ τοῦ ˉκ τύσκω, καὶ μετάγεται εἰς ἐνεστῶτα διὰ τὸ μηδέποτε εὑρίσκεσθαι βαρύτονον μέλλοντα εἰς ˉκ λήγειν, καὶ κατὰ ἀναδιπλασιασμὸν τιτύσκω. τὸ δὲ σημαίνω. παρὰ τὸ σκευάζω ἀπὸ τοῦ τεύχω. Τίω. τιμῶ. ἐξ ου καὶ τιμή. τίω, τὸ τιμωρῶ. καὶ ἐξ ου καὶ τιμωρία. τίω, τὸ ἀνταποδίδωμι. ἐξ ου καὶ τό· δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει. Τί μήν. κατάφασιν δηλοῖ. ἀντὶ τοῦ, πῶς γὰρ ου; διατί γὰρ ου; Τὸ Τ μετὰ τοῦ Λ. ( ̓Αρσενικόν.) Τλήμων. καρτερικός. Τληπαθήσ. καρτερικὸς ἐν τοῖς πάθεσι. Τληπόλεμοσ. κύριον. (Θηλυκόν.) Τλητή. ὑπομονητική. καὶ τλῆσις. ( ̔Ρῆμα.) Τληπαθεῖν. ταλαιπωρεῖν. Τλῆσαι. καρτερῆσαι. Τλῆθι. καρτέρησον. Τλημονεῖν. καρτερεῖν. Τλῆ. ἀντὶ τοῦ ετλη. tau.1736 Τὸ Τ μετὰ τοῦ Μ. ( ̓Αρσενικόν.) Τμήδας καὶ Τμῶλοσ. κύριον. (Θηλυκόν.) Τμῆσισ. ἡ διαίρεσις. (Οὐδέτερον.) Τμητά. τὰ δυνάμενα διαιρεῖσθαι κατὰ πλάτος. ( ̔Ρῆμα.) Τμάγειν. ἐκ τοῦ τμήγω, τὸ χωρίζω. Τμώμενοσ. τεμνόμενος. ( ̓Επίῤῥημα.) Τμήδην. ἀντὶ τοῦ τμητικῶς. Τὸ Τ μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) Τοῖοσ. τοιοῦτος. Τοῖο. τοιούτου καὶ τούτου. Τοιχωρύχοσ. ὁ κλέπτης ὁ ὀρύσσων τὸν τοῖχον. τοιχορύκτης δὲ, μικρόν. Τοῖχοσ. ἀπὸ τοῦ στείχω. θέλει ειναι στοῖχος, καὶ ἀποβολῇ τοῦ ˉς τοῖχος. Τοκήων. γονέων. καὶ τοκέων. ἡ εὐθεῖα ὁ τοκεύς. Τολερῖνοι καὶ Τολιστήβογοι. ἐθνικά. Τολμητίασ. ὁ θρασὺς, ὁ τολμηρός. Τολμήεισ. ὁ καρτερικός. Τοναῖοσ. ἰσχυρός. καὶ ὁ δρόμος τοναῖος ην. Τόνοσ. ἡ δύναμις. η τόνος ἐστὶν ἀπήχησις φωνῆς ἐναρμονίου. η κατὰ ἀνάτασιν ἐν τῇ ὀξείᾳ, η κατὰ ὁμαλισμὸν ἐν τῇ βαρείᾳ, η κατὰ περίστασιν ἐν τῇ περισπωμένῃ. τόνοι δὲ εἰσὶ τρεῖς, ὀξὺς, βαρὺς, περισπώμενος. κυρίως δὲ δύο, ἡ ὀξεῖα καὶ ἡ περισπωμένη. ἡ γὰρ βαρεῖα συλtau.1737 λαβικῶς τόνος ἐστὶ καὶ οὐ κυρίως. ἁπλοῖ δὲ τόνοι ἡ ὀξεῖα καὶ ἡ βαρεῖα· σύνθετος δὲ, ἡ περισπωμένη· συντίθεται δὲ ἐξ ὀξείας καὶ βαρείας. τόνοι δὲ λέγονται, διότι πρὸς αὐτοὺς τείνομεν τὰς φωνὰς, καὶ τὴν φωνὴν εὐρυτέραν ποιοῦμεν. η παρὰ τὸ τείνω, τὸ τανύω. η τόνος ἐστὶν ἐπίτασις η ανεσις· η μεσότης συλλαβῶν εὐφωνίαν εχουσα. Τομίασ. ὁ εὐνοῦχος. Τομεύσ. ὁ κόπτων. Τοξότησ. Τόρνοσ. ξύλον στρογγύλον. παρὰ τὸ τείρω, τορῶ, καὶ τόρνος. Τοῦ. σημαίνει ἡ λέξις, τίνος ενεκα. τάσσεται δὲ ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου. Τόποσ γνώσεως ἐστὶ νοῦς· καὶ νοῦ τόπος γνῶσις θεοῦ. (Θηλυκόν.) Τοιᾶσδε. τοιαύτης. Τοκάσ. ἡ γεννῶσα. Τολύπη. ειδος βοτάνης. η ἐργασία, μηχανή. η αμπελος ἀγρία καὶ βοτάνη δηλητήριος. Τορώνη. πόλις. (Οὐδέτερον.) Τό. ποιητικὴν σχέσιν σημαίνει. -τόδ' ἱκάνω. tau.1738 καὶ εστι αἰτιατικὴ πτῶσις ἰσοδυναμοῦσα τῇ εἰς προθέσει. Τόδε μοι. ἀντὶ τοῦ τοῦτο δή. Τοδί. τοῦτο. Τολύπευμα. τὸ κατασκευαστὸν καὶ πεφιλοτιμημένον εριον. Τοπεῖον. σχοινίον τὸ δεσμεῦον τοὺς ανδρας. *Τὸ αντικρυσ. οὐ μόνον ἐπὶ τοῦ ἐναντίου, ἀλλὰ καὶ ἐπὶ τοῦ σαφοῦς. καὶ ἡ ἀσπὶς οὐ μόνον ἐπὶ τοῦ οφεως, ἀλλὰ καὶ ἐπὶ τοῦ οπλου, ο ἐστι σκουτάριον.* Τοπάζιον. λίθος διαυγέστατος καὶ ὑποχλωρίζων, ἐν Τοπάζῳ, πόλει