376
Ἐγὼ δέ, εἰ καὶ προέγραψα πρὸς τὴν σὴν ἁγιωσύνην, ἀλλ' οὐ πρὸς ἀντίδοσιν γραμμάτων ἀποσκοπῶν ἔγραψα, ὅτι μηδὲ ἄξιον ἐμαυτὸν κρίνω παρὰ τοιούτων ἀνδρῶν καὶ ἐκ τοσούτου διαστήματος ἐπιστέλλεσθαι, ἀλλὰ τὴν ἐμαυτοῦ διάθεσιν ὅση βουλόμενος ἐκφᾶναι τοῦτο πεποίηκα καὶ ποιῶ, οὕτω με τοῦ πνευματικοῦ πόθου οὐκ ἀπεικότως βιαζομένου. αὐτὸς δέ, ὦ θεία μοι καὶ αἰδέσιμε κεφαλὴ καὶ μοναχῶν ὁσίων ἀγλάισμα καὶ ἀκρότης, ἀντεπιστεῖλαι ἠξίωσας τῷ ἀναξίῳ θεομιμήτως, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς προγραφῆς τοσοῦτον ἡμῖν τῆς ταπεινοφροσύνης σου τὸ θεῖον ὕψος ὑπέδειξας, ὡς καταπλαγῆναι ἡμῶν τὴν διάνοιαν. ὢ τοῦ θαύματος· εἰ γὰρ ὁ τοσοῦτος καὶ τηλικοῦτος τῇ τῆς ψυχῆς λαμπρότητι καὶ τῇδε συνισουμένην ἔχων τὴν ἀρετὴν ἀπαστράπτουσαν, ὡς αὐτὰ μαρτυρεῖ τὰ πράγματα, ἐμοῦ τοῦ οὐθενοῦς ὑποδεέστερον ἑαυτὸν τίθησι, ὁ παντάπασιν ἀμελὴς ἐγὼ καὶ νωθρὸς τί ἐμαυτὸν ὀνομάσαιμι; καὶ εἰ ὁ τῆς ἀρετῆς λαμπτὴρ ἁμαρτωλὸν ἑαυτὸν ὑπογράφοιεν, ὁ ἁμαρτωλὸς ποῦ φανεῖται, ὥς φησι τὰ ἱερὰ λόγια, ἢ τί ἀποκριθήσεται; ἄρα, εἰ καὶ μηδὲν ἕτερον ἐγέγραπτο τῇ σῇ ἐπιστολῇ, ἤρκει τοῦτο μόνον τοῦ τε δεχομένου τὸν νοῦν ἐκθαμβῆσαι καὶ τοῦ πεπομφότος τὸ ἀνυπέρβλητον ἐν ἀρετῇ θριαμ βεῦσαι. ἀλλ' ἐπειδήπερ ἔθος ἐστὶ τοῦτο ἀρχαῖον τοῖς εὐσεβῶς βιοῦσι καὶ ὡς θεῷ φίλον, τὸ διηνεκῶς ἑαυτοὺς ἐξουθενεῖν τε καὶ μέμφεσθαι, καθάπερ ὁ πατριάρχης Ἀβραάμ, Ἰώβ τε ὁ δίκαιος, ὁ θεόπτης τε Μωσῆς, Ἱερεμίας τε ὁ θεῖος, ∆αυὶδ ὁ θεοπάτωρ, ἀπόστολοί τε καὶ μάρτυρες καὶ πᾶς ὁ λοιπὸς τῶν ἀπ' αἰῶνος ἁγίων κατάλογος, ἀφέμενοι τοῦ θαυμάζειν εὐχαριστήσωμεν τῷ Κυρίῳ Ἰησοῦ, τῷ ἕως ἄρτι ἐργαζομένῳ σὺν ἰδίῳ γεννήτορι, βοηθοῦντί τε καὶ ἀνάγοντι ψυχὰς εὐσεβεῖς εἰς ἀρετῶν ἀκρώρειαν, ἀναπλάττοντί τε καὶ ἀλλοιοῦντι ταύτας τὴν καλὴν ἐκείνην ∆αυιτικὴν ἀλλοίωσιν, ἣν μόνην πλάττειν οἶδεν ἡ δεξιὰ τοῦ ὑψίστου ἡ ἀναλλοίωτος· ἧς καὶ ἡμᾶς ἀξιωθῆναι ὑπερεύχου, δυσωπῶ, ἁγιώτατε πάτερ, κἂν μέγα καὶ ὑπὲρ ἡμᾶς ἐστι τὸ αἰτούμενον, ἢ τέως κἂν γοῦν ἀμπλακημάτων λύσιν εὑρεῖν παρὰ τοῦ φιλανθρώπου θεοῦ. ὃς καὶ γένοιτό σοι, εἰ ὅλως χρὴ καὶ ἡμᾶς ἁμαρτωλοὺς ὄντας ὑπὲρ ὁσίων εὔχεσθαι, παρέχων σοι ἰσχὺν πνευματικὴν καὶ χάριν πλουσίαν ἐν πᾶσιν καλοῖς, χρηστότητα τρόπων, ἠθῶν εὐκοσμίαν, μενόντων ἀγαθῶν τὴν μέθεξιν, ἀνωλέθρου ζωῆς τὴν ἐπίτευξιν, ἡλίου θείου τὴν ἔλλαμψιν, πάντων τε καλῶν τὴν μετάληψιν καὶ βασιλείας οὐρανῶν τὴν ἀπόλαυσιν. 558 {1Νεοφύτῳ}1 Ἡδείας καὶ ποθεινὰς ἡμῖν συλλαβὰς τῆς ἐν Χριστῷ σου καλλίστης ἀγάπης, ὦ καλὲ Νεόφυτε, ὦ τρισερασμιώτατε φίλων καὶ ἀδελφῶν, ἐδεξάμεθα χερσὶν ὑπτίαις, τοῦτο δὴ τὸ παροιμιῳδούμενον, καὶ δεξάμενοι ἀνεγνώκαμεν καὶ ἀναγνόντες χάριν ἔσχομεν τῇ μεγάλῃ θεοῦ προνοίᾳ, τῇ σοφώτατα καὶ ὡς οὐκ ἄν τις εἴποι ἀνθρώπων τὰ ἡμέτερα πρὸς τὸ συμφέρον πηδαλιουχούσῃ καὶ διεξαγούσῃ, ἐν καλοῖς κατὰ τὴν ἄνεσιν ἀποσωθέντας καὶ οἷς ὅτι καθαρᾶς ὑγείας ἀπολαύοντας ἀνεμάθομεν. τί γὰρ ἡδύτερον ἡμῖν, τί δὲ χαριέστερον τοῦ τοιαῦτα εὐαγγελισθῆναι ἀφ' ὑμῶν καὶ περὶ ὑμῶν, τῶν ἴσα καὶ ὀφθαλμοῖς φιλούντων ἡμᾶς; ἅμα δὲ καὶ ὥσπερ διά τινος κατόπτρου τῆς ἡδίστης σου γραφῆς τοῖς νοεροῖς τῆς ψυχῆς ὄμμασι κατοπτεύσαντές σου τὸν πρὸς ἡμᾶς πόθον εἰλικρινέστερον καὶ βεβαιότερον ἔτι μᾶλλόν σοι προσετέθημεν καὶ πνευματικῶς συνεδέθημεν καὶ μᾶλλον σου τῆς φιλικῆς συναφείας καὶ σχέσεως ἐξεχόμενοι περιεχόμεθα ἡμεῖς ἢ τῆς δρυὸς ὁ κισσὸς ἢ οἱ ὄνυχες τῶν σαρκῶν ἢ τῶν πετρῶν οἱ πολύποδες. καὶ οὔτε τόπος οὔτε χρόνος οὔτ' ἄλλο τι τῶν ἁπάντων ὅλως δυνήσεται διαστῆσαι ἡμᾶς τῆς σῆς ἀγαπήσεως, συνέριθον κεκτημένοι πρὸς τοῦτο τὸν νομοθέτην τῆς ἀγάπης Χριστόν, τὸν ἀκρογωνιαῖον λίθον, τὸν τῆς εἰρήνης καὶ ὁμονοίας πρύτανιν καὶ πατέρα, τήν τε ἑνοποιὸν καὶ συνδετικὴν δωρεὰν καὶ χάριν τοῦ Πνεύματος. εἰ γὰρ καὶ ὁ τόπος σωματικῶς ἡμᾶς ἀπ' ἀλλήλων διέστησεν, ἀλλ' ὁ καθαρὸς τῆς φιλίας τρόπος καὶ ἄδολος πνευματικῶς ἐπὶ πλέον συνῆψέ τε καὶ