377
ὡς ἀποθήσῃ τε τὴν βασιλείαν καὶ τὴν ἀρχὴν καὶ τὰς ἀδίκως κατεχομένας καὶ τυραννουμένας πόλεις παραδώσεις, αὐτὸς δὲ μονάζοντος βίον ζήσεις ἐν Ἄθῳ τῷ ἱερῷ ἢ ἄλλοθί που, ὅπη ἂν δοκῇ, καθήμενος, στέργομεν καὶ αὐτοὶ, καὶ οὐδὲν ἄλλο λείπεται, ἢ διδόναι προθεσμίαν, καθ' ἣν ἡμῖν τὰς πόλεις παραδώσεις. περὶ δὲ προγραμμάτων καὶ δικαιωμάτων καὶ τῶν ἐν δεσμωτηρίοις κατεχομένων, εἰ ἀπολυθήσονται, ἢ εἰ ἀποδώσομεν αὐτοῖς τὰ δικαίως ἀφῃρημένα, καὶ περὶ προνοίας τῶν σοὶ συνόντων μηδένα λόγον σὺ ποιοῦ. ἡμεῖς γὰρ ἱκανοὶ περὶ τῶν τοιούτων σκέπτεσθαι καὶ ποιεῖν, ἅττα ἂν δοκῇ λυσιτελῆ καὶ δίκαια.» τοιαῦτα γράψαντες καὶ οἰκείαις καὶ αὐτοὶ ὑποσημηνάμενοι ὑπογραφαῖς, τὸν Λατῖνον μεταπεμψάμενοι, πάντα, ἔφασαν, ἅ τε αὐτὸς ἠξίου καὶ Καντακουζηνὸς ἱκέτευε, πεποιηκέναι, καὶ ἐδείκνυσαν τὰ γράμματα ὑπογεγραμμένα, ὡς αὐτοῖς τῶν περὶ τῆς εἰρήνης λόγων πάντων περιειλημμένων· ἅμα δὲ καὶ παρείχοντο αὐτῷ. ὁ δὲ διαλέκτου τε τῆς Ἑλληνικῆς καὶ γραμμάτων ὢν ἄπειρος παντάπασι, τοῖς λόγοις ἀρκεσθεὶς καὶ ταῖς ὑπογραφαῖς, πολλὰς αὐτοῖς ὁμολογήσας χάριτας τῆς εὐγνωμοσύνης καὶ τῶν Ῥωμαίων τῆς κηδεμο 2.521 νίας, ἀπεχώρει. καὶ σπουδῇ πολλῇ πρὸς ∆ιδυμότειχον ἧκεν ἔχων καὶ τὰ γράμματα. συντυχὼν δὲ βασιλεῖ καὶ προσφθεγξάμενος, «ἰδού σοι» εἶπεν «εὐαγγέλια κομίζων ἥκω περὶ τῆς εἰρήνης. πάντα γὰρ, ὅσαπερ αὐτὸς ᾔτου, πατριάρχης τε καὶ ὁ μέγας δοὺξ μετὰ τῶν ἄλλων τῆς συγκλήτου κατεπράξαντο προθύμως καὶ γράμμασι καὶ αὐτοὶ τὴν διάλυσιν βεβαίαν τοῦ πολέμου μάλιστα πεποίηνται.» παρείχετό τε καὶ τὰ γράμματα αὐτίκα. βασιλεὺς δὲ ἐπεὶ ἀνέγνω, μικρὸν ὑπομειδιάσας, «ἀνέγνως» εἶπε «τὰ γράμματα, ἃ τοσαύτην ἔχων ἤνυσας ὁδὸν, ἢ ἁπλῶς οὕτω καὶ ἀπεριέργως, τῇ φίλῃ καὶ συντρόφῳ χρώμενος ἁπλότητι, μηδὲν εἰδὼς τῶν ἐγγεγραμμένων, ἧκες ἔχων;» τοῦ δὲ μηδὲν περινενοημένον, μηδὲ φαῦλον περὶ αὐτῶν εἰπόντος οἰηθῆναι, ἀλλ' ἀπεριέργως καὶ ἁπλῶς τοῖς τε λόγοις καὶ ταῖς ὑπογραφαῖς πεισθῆναι πατριάρχου, ὥσπερ ἂν δικαίως ἐποίει καὶ πρὸς Πάπαν, καὶ ταῖς μεγάλου δουκὸς καὶ τῶν ἄλλων τῶν ἐν τέλει, καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ πρὸς αὐτὸν ἐλθεῖν, ὡς πάντων ἤδη ἠνυσμένων, ἃ αὐτὸς ἡγεῖτο περὶ πλείστου· πάντα ὁ βασιλεὺς καθ' ἕκαστον ἐξηγεῖτο καὶ τὴν δύναμιν ἡρμήνευε τῶν γεγραμμένων. τοῦ δὲ πρὸς τὴν ἀπάτην ἀγανακτοῦντος καὶ τὴν ἐκείνων ἀναισχυντίαν καὶ τὸ κακόηθες τῶν τρόπων ἐκπληττομένου, «οὐ χρὴ θαυμάζειν,» εἶπεν ὁ βασιλεὺς «οὐδ' ἀνιᾶσθαι ἀπατώμενον, εἰ αὐτὸς μὲν πρὸς ἀλήθειαν εἵλετο ζῇν, ἐκείνοις δὲ ψεύδους καὶ συκοφαντίας καὶ ἀπάτης ἐμέλησε παρὰ τὸν βίον· ἀλλ' ἐκ τούτων μάλιστα τῶν ὀλίγων καὶ περὶ τῶν ἄλλων τῶν κατὰ 2.522 τὸν τοῦ πολέμου χρόνον εἰργασμένων συνορᾷν ὁποῖα ἦν. οὐδὲ γὰρ οὐδεμιᾶς ἐφείσαντο ὑπερβολῆς ἀπάτης καὶ ψεύδους εἰς δεῦρο ἐκ τῆς βασιλέως τελευτῆς, ἐξ ὧν βασιλίδα τε ἔπεισαν τὸν πόλεμον ἑλέσθαι τὴν ἀρχὴν καὶ μέχρι νῦν ἐξαπατῶντες οὐκ ἐῶσι διαλύεσθαι ἐμοί. ἐκείνοις μὲν οὖν τοιαῦτα ᾑρημένοις καὶ τὸν πόλεμον ἀνάπτουσι, θεός τε τὰς ἀμοιβὰς ἀντιμετρήσειε τῆς προαιρέσεως ἀξίας, καὶ Ῥωμαῖοι πάντες εἴσονται, ὡς οὐ δι' αὐτὸν ὁ πόλεμος καὶ ἡ φθορὰ καὶ οἱ ἀνδραποδισμοὶ, ἀλλὰ δι' ἐκείνους γίνεται. αὐτὸν δὲ καὶ χάριν αὐτοῖς ἐξαπατήσασιν εἰδέναι, ὅτι πρὸς ἡμᾶς ἀφικέσθαι παρεσκεύασαν. τοιαῦτα πρὸς Ἀρῆγον περὶ τῶν γραμμάτων ὁ βασιλεὺς διαλεχθεὶς, ἐτράπετο ἐφ' ἕτερα, ἃ προσήκει φίλοις πρὸς ἀλλήλους. πεʹ. Ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, καὶ ὁ μέγας δοὺξ ἐστράτευσε κατὰ Ἐμπυρίτου τοῦ φρουρίου καὶ πολιορκήσας ἐν τρισὶν ἡμέραις καὶ ἀποπειράσας τῶν τειχῶν, ἐπεὶ μηδὲν ἤνυε, τῶν ἔνδον εὐρώστως ἀμυνομένων, αὖθις εἰς Βυζάντιον ἀπῆρε. καὶ πρὸς τῷ Ἱερῷ γενόμενος, κατὰ τὸ στόμα τοῦ Πόντου κειμένῃ πόλει, ἐπεχείρει, ὥσπερ ἔφασκε, τοὺς κατ' ἐμπορίαν πλέοντας ἐπὶ τὸν Πόντον πάντας φόρους ἀπαιτεῖν. τοῦτο δὲ ἦν ἀδύνατον, μὴ θαλασσοκρατοῦντα. ἐκεῖνος δὲ ἤδη συνορῶν, ὡς τὰς μὲν κατὰ τὴν ἤπειρον πάσας πόλεις ὑπεποιήσατο πλὴν ὀλίγων ὁ βασιλεὺς, ἔμελλε δὲ μετὰ μικρὸν κἀκείνας, καὶ Βυζάντιον πολιορκοίη ταῖς συχναῖς