377
τοῦ Τιβερίου πένθος ταῖς γυναιξὶν ἡ βουλὴ παρ' ολον ἐνιαυτὸν ἐπ' αὐτῇ ἐψηφίσατο· καὶ οτι πολλοὺς αὐτῶν ἐσεσώκει καὶ παῖδας πολλῶν ἐτετρόφει κόρας τε πλείοσιν ἐξεδεδώκει, καὶ αλλας τιμὰς ἐκείνῃ ἀπένειμαν. οὐδὲν δὲ τῶν τισι καταλειφθέντων ὑπ' ἐκείνης δέδωκεν ὁ Τιβέριος. ἀπομνημονευτέον δὲ καὶ τῶν παρ' ἐκείνης εἰρημένων ἐνίων. λέγεται οτι γυμνούς ποτε ανδρας αὐτῇ ἀπαντήσαντας, καὶ μέλλοντας διὰ τοῦτο θανατωθῆναι, εσωσεν εἰποῦσα οτι "οὐδὲν ἀνδριάντων ταῖς σωφρονούσαις οἱ τοιοῦτοι διαφέρουσιν." ἐρομένου δέ τινος αὐτήν "πῶς καὶ τί δρῶσα τοῦ Αὐγούστου κατεκράτησας;" ἀπεκρίνατο οτι "αὐτή τε ἀκριβῶς σωφρονοῦσα καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα, καὶ μηδὲν τῶν ἐκείνου πολυπραγμονοῦσα, καὶ τὰ ἀφροδίσια αὐτοῦ ἀθύρματα μήτ' ἀκούειν μήτ' αἰσθάνεσθαι προσποιουμένη." Τὸν δὲ Σηιανὸν ὁ Τιβέριος ἐπὶ μέγα δόξης ἐπάρας, καὶ κηδεστὴν ἐπὶ ̓Ιουλίᾳ τῇ τοῦ ∆ρούσου θυ3.9 γατρὶ ποιησάμενος, υστερον εκτεινε, τῆς γερουσίας αὐτοῦ καταψηφισαμένης θάνατον σπουδῇ αὐτοῦ. καὶ τῷ σώματι αὐτοῦ ἐπὶ τρισὶν ἡμέραις ἐρριμμένῳ τὸ πλῆθος ἐνύβριζεν, ειτα εἰς τὸν ποταμὸν ἐνέβαλε. τά τε παιδία αὐτοῦ κατὰ δόγμα ἀπέθανε, καὶ ἡ γυνὴ αὐτοῦ ἑαυτὴν διεχρήσατο. καὶ αλλοι δι' ἐκεῖνον ἀπώλοντο, οἱ μὲν ἑαυτοὺς ἀνελόντες, οἱ δὲ ὑφ' ἑτέρων ἀναιρεθέντες. Τιβέριος δὲ πρὸς τοῖς αλλοις καὶ διὰ τοὺς ερωτας, οις ἀσελγῶς τε καὶ ἀναιδῶς ἐχρῆτο, τῶν εὐγενεστάτων καὶ ἀρρένων καὶ θηλειῶν, διεβάλλετο, καὶ διὰ τὸν τῆς ̓Αγριππίνης τοῦ τε ∆ρούσου θάνατον ἐς ὠμότητα ἐλοιδορεῖτο. δοκοῦντες γὰρ οἱ ανθρωποι ὑπὸ τοῦ Σηιανοῦ πάντα τὰ κατ' ἐκείνων πρότερον γίνεσθαι, ὡς κἀκείνους κτανθῆναι εμαθον μετὰ τὴν ἐκείνου φθοράν, ὑπερήλγησαν. τὸν δὲ δὴ Γάιον τὸν νεώτερον τῶν τοῦ Γερμανικοῦ παίδων ταμίαν ἀπέδειξε. τὸν γὰρ εγγονον τὸν Τιβέριον, οτι τε παιδίον ην καὶ οτι μὴ ειναι τοῦ ∆ρούσου παῖς ὑπωπτεύετο, παρεώρα, τῷ Γαΐῳ δὲ ὡς καὶ μοναρχήσοντι προσεῖχεν. ἠγνόει γὰρ οὐδὲν τῶν κατὰ τὸν Γάιον, ἀλλὰ καὶ εφη ποτὲ αὐτῷ διαφερομένῳ πρὸς τὸν Τιβέριον οτι "σύ τε τοῦτον ἀποκτενεῖς καὶ σὲ αλλοι." ουτε δὲ ετερόν τινα ὁμοίως προσήκοντα ἑαυτῷ εχων, καὶ ἐκεῖνον εἰδὼς ἐσόμενον κάκιστον, ἀσμένως τὴν ἀρχήν, ως φασι, δέδωκεν αὐτῷ, οπως τῇ τοῦ Γαΐου τῆς κακίας ὑπερβολῇ τὰ ἑαυτοῦ κρυφθείη καὶ τὸ πλεῖστον καὶ εὐγενέστατον τῆς βουλῆς φθαρῇ παρελθόντος αὐτοῦ. λέγεται δὲ καὶ πολλάκις ἀναφθέγξασθαι τοῦτο δὴ τὸ ἀρχαῖον 3.10 ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί, καὶ τὸν Πρίαμον μακαρίζειν οτι αρδην μετὰ τῆς πατρίδος καὶ τῆς βασιλείας ἀπώλετο. τοσοῦτον δὲ πλῆθος τῶν τε βουλευτῶν καὶ τῶν αλλων διέφθαρτο, ωστε τοὺς τὰς ἡγεμονίας τῶν ἐθνῶν εχοντας ἀπορίᾳ τῶν αὐτοὺς διαδεξομένων ἀδιαδόχους ειναι. οἱ μὲν ουν αλλοι δι' αλλας αἰτίας καὶ ψευδεῖς καὶ ἀληθεῖς ἐκτιννύοντο, Αἰμίλιος δὲ Σκαῦρος διὰ τραγῳδίαν ἀπέθανεν. ̓Ατρεὺς μὲν γὰρ τὸ ποίημα ην, παρῄνει δὲ δὴ τῶν ἀρχομένων τινὶ τὴν τοῦ κρατοῦντος ἀβουλίαν φέρειν. μαθὼν ουν ταῦτα ὁ Τιβέριος ἐπ' αὐτὸν πεποιῆσθαι τὸ επος ἐνόμισε, καὶ ειπε "κἀγὼ ουν Αιαντα αὐτὸν ποιήσω," καὶ αὐτοεντίᾳ ἀπολέσθαι αὐτὸν ἠνάγκασεν. ἐν τούτοις νεανίσκος τις ∆ροῦσος ειναι λέγων περί τε τὴν ̔Ελλάδα καὶ τὴν ̓Ιωνίαν ωφθη. καὶ ἐδέξαντο αὐτὸν ἀσμένως αἱ πόλεις, καὶ καν ἐς τὴν Συρίαν προχωρήσας κατέσχε τὰ στρατόπεδα, εἰ μὴ ἐπιγνούς τις αὐτὸν συνέλαβε καὶ πρὸς τὸν Τιβέριον ηγαγεν· ὁ δὲ ἐν ̓Αντίῳ τοὺς τοῦ Γαΐου γάμους ἑώρταζεν. ̔Ο Τίβερις δὲ τότε πολλὰ τῆς ̔Ρώμης ἐπέκλυσεν ωστε πλευσθῆναι, καὶ πυρὶ μυρία ἐφθάρη. εἰ δέ τι καὶ τὰ Αἰγύπτια πρὸς τοὺς ̔Ρωμαίους προσήκει, ὁ φοῖνιξ ἐκείνῳ τῷ ετει ωφθη. καὶ εδοξε ταῦτα τὸν θάνατον τῷ Τιβερίῳ προσημαίνειν. ος ἐνόσησε μὲν πρὸ πλείονος χρόνου, ουτε δὲ τὴν δίαιταν παρήλλαξεν ουτε τοῖς ἰατροῖς ἐκέχρητο, διὰ τὸν τοῦ Θρασύλλου λόγον, ος πάνυ μὲν ἀκριβῶς ῃδει καὶ τὴν ἡμέραν καὶ τὴν ωραν καθ' ην τεθνήξεσθαι εμελλεν ὁ Τιβέριος, ἐκείνῳ δὲ δέκα ἐνιαυτοὺς ετι βιώσεσθαι ελεγεν, ιν' ὡς ἐπὶ μακρότερον ζήσων μὴ ἐπειχθῇ πολλοὺς ἀποκτεῖναι. οια δ' ἐν γήρᾳ καὶ νόσῳ μὴ ὀξείᾳ τοτὲ 3.11