377
̓Ινδικῇ, εὑρισκόμενος· ος τριβόμενος ἐν ἰατρικῇ ἀκόνῃ οὐκ ἐρυθρὸν ἀποδίδωσι κατὰ τὸ χρῶμα χυμὸν, ἀλλὰ γαλακτώδη· ἐμπίπλησι δὲ κρατῆρας, οσους αν ἐθέλῃ ὁ ὑποτρίβων, καὶ ουτε τῷ σταθμῷ, ουτε τῇ περιφερείᾳ ἐλαττοῦται, ο καὶ παράδοξον. Τουλαιον. τὸ ελαιον. †Τό. ποιητικὴν σχέσιν σημαίνει. τόδ' ἱκάνω. καὶ εστιν αἰτιατικὴ πτῶσις ἰσοδυναμοῦσα τῇ εἰς προθέσει.† Τὸ λοιπόν. ἀντὶ τοῦ ἐπίλοιπον. καὶ παρὰ τῷ ̓Αποστόλῳ τὸ λοιπὸν ἀντὶ τοῦ ἀποχρώντως· τὸ λοιπὸν ουν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ tau.1739 παρακαλοῦμεν ἐν κυρίῳ ̓Ιησοῦ. τὸ ἐρωτῶμεν ἀντὶ τοῦ παρακαλοῦμεν. Τονόω, τονῶ. τὸ ἐνδυναμῶ. Τονθορύζω. ὑπόπτως λαλῶ. ὑποψιθυρίζω, ἠρέμα γογγύζω. παρὰ τὸ θροῦς, ὁ θόρυβος, γίνεται θροΰζω, καὶ ἐν ὑπερθέσει θορύζω, καὶ κατὰ ἀναδιπλασιασμὸν θονθορύζω καὶ τονθορύζω. Τολυπεύειν. κατεργάζεσθαι. Τοξοποιεῖν. ἀντὶ τοῦ τὰς ὀφρῦς σκυθρωπάζειν. Τοπῶ. τὸ ὑπονοῶ. καὶ τοπάζω. καὶ τοπαστέον, ὑπονοητέον. Τορεύει. γλύφει, τορνεύει. καὶ τορῶ, τὸ τρυπῶ. ( ̓Επίῤῥημα.) Τοι. σύνδεσμος παραπληρωματικὸς, κόσμου ενεκεν παραλαμβανόμενος. Τοιγαροῦν. διὰ τοῦτο. Τοιγάρτι. τούτου γὰρ ενεκεν. η τούτου χάριν. Τοίνυν. διὰ τοῦτο. Τουμπαλιν. εἰς τοὐπίσω. παρὰ τὸ εμπαλιν κατὰ κρᾶσιν. Τοὐπίκλην. .... Τόφρα. τηνικαῦτα. ἐπὶ τοσοῦτον. ἀνταποδοτικὸν ἐπίῤῥημα. Τοτέ. ἀντὶ τοῦ ποτέ. Τουτί. τοιοῦτο. *Τουτοΐ. τουτονί. τὸ λοῦτρον τουτοῒ λοῦτρον αντικρυς ᾳδου καὶ τῶν βασιλείων τούτου ἐπάξιον.* tau.1740 Τὸ Τ μετὰ τοῦ Ρ. ( ̓Αρσενικόν.) Τραπεζίτησ. ὁ καταλλάκτης. τραπεζείτης δὲ κύων, ὁ τὰς ψιχίας ἐσθίων ὑποκάτω τῆς τραπέζης, δίφθογγον. Τράχηλοσ. παρὰ τὴν τραχύτητα· ὀστώδης γάρ ἐστιν. η παρὰ τὸ δι' αὐτοῦ χέειν τὸν χιλὸν, ο ἐστι τὴν τροφήν. Τραυλόσ. παρὰ τὸ θραύω. η παρὰ τὸ ἀγείρω καὶ τὸ αὐλός. ὁ παρατεθραυσμένος καὶ καταπεπονημένος τὴν φωνήν. †Τρέχνοσ. στέλεχος· κλάδος· φυτόν· βλάστημα.† †Τρήνικοσ. ονομα ποταμοῦ.† †Τριέσπερος ̔Ηρακλῆσ. διὰ τὸ τριπλασιάσαι τὴν νύκτα μισγόμενον τῇ αὐτοῦ μητρὶ ̓Αλκμήνῃ τὸν ∆ία, οὐκ ἐπιθυμίας, ἀλλὰ παιδοποιΐας ενεκα.† Τρίποδα. λέβητα ἐν ∆ελφοῖς ἐπὶ τρίποδος κείμενον, ἐν ῳ ἐμαντεύετο ὁ ̓Απόλλων. Τρίβωνεσ. τὰ περιβλήματα· τινὰ ἐρυθρὰ, φοινικὰ καὶ φαία. τὰ μὲν ἐρυθρὰ καὶ φοινικὰ ησαν τῶν ῥητόρων, τὰ δὲ φαιὰ τῶν φιλοσόφων. καὶ τριβώνιον ενδυμα φιλοσόφου εχον σημεῖα, ὡς γράμματα †ἐπίσημα· ὡς τοῖς πολιτευομένοις τὸ νῦν σκαραμάγγιον.† *Τριήναρχοσ. ὁ τῶν πολεμικῶν πλοίων αρχων.* Τρικάρηνοσ. τρικέφαλος. τρικάρηνος κύων. tau.1741 Τριγλώχινι. τρεῖς ἀκίδας εχοντι, τριγώνῳ. Τριβωλιμαῖοσ. ὁ πανοῦργος. η ὁ κατατετριμμένος καὶ εμπειρος τῶν κακῶν. τριοβολιμαῖος δὲ, ὁ τριῶν ὀβολῶν αξιος. Τριακονταετὴς, καὶ τριακονταέτησ. καὶ ἐπὶ μὲν τοῦ καιροῦ καὶ τοῦ χρόνου βαρύνεται, ο ἐστι τριακονταέτης· ἐπὶ δὲ τοῦ μετέχοντος τοῦ χρόνου ὀξύνεται, τριακονταετής. καὶ πενταετὲς παιδίον λέγομεν, καὶ πενταετὴς ανθρωπος. ἐπὶ δὲ τοῦ χρόνου· οὐδ' εἰ πεντάετές γε καὶ ἑξάετες-. Τρόποσ. τὸ ηθος. καὶ ὁ τροπωτήρ. παρὰ τὸ τρέπειν τὰς κώπας. Τροπωτῆρεσ. ἱμάντες ἐν τοῖς πλοίοις, ἐν οις αἱ κῶπαι περὶ τοὺς σκαλμοὺς περιδέονται. †Τρόφισ. ὁ ἀδελφός.† Τροχόσ. παρὰ τὸ τρέχειν τροχός. ὡς παρὰ τὸ δραμεῖν δρόμος. λέγεται δὲ καὶ ὁ τροχὸς, δρόμος. Τροχαλόν. ἐπικαμπῆ. ἀπὸ μεταφορᾶς τοῦ τροχοῦ. ὡς ὀξὺν ἐν τῷ δρόμῳ. ἀναγκάζεται γὰρ ὁ γέρων ὑπὸ ψύχους τρέχειν ἐπὶ τὸν θερtau.1742 μὸν οικον. η τροχαλὸς ὁ κυρτὸς καὶ ἐπικαμπής. ̔Ησίοδος· -τροχαλὸν δὲ γέροντα τίθησι. Τρύγοιποσ. ὁ διυλιστήρ. Τρωγλοδύται. οἱ εἰς πέτρας εἰσδυόμενοι. Τρώκτησ. ἀπατεών. παρὰ τὸ τρώγω, τρώξω, τρώκτης. Τρῳούσ. τοὺς Τρωϊκούς. εχει τὸ ˉι προσγεγραμμένον. εστι Τρὼς, ὁ Τρωϊκὸς, καὶ ἀποβολῇ τοῦ κ Τρωϊοὺς, τὸ πληθυντικὸν, καὶ κατὰ συναίρεσιν Τρῳούς. Τρίπουσ. καὶ ὁ γέρων. ̔Ησίοδος· τότε δὲ τρίποδι βροτῷ ισοι. (Θηλυκόν.) Τραγορίγανον. ειδος βοτάνης, ηνπερ οἱ ἐσθίοντες πολλάκις γίνονται κατωφερεῖς. Νίκανδρος· Πολλάκις δ' ἀγροτέρης τραγοριγάνου ἠδὲ γάλακτος. Τράμισ. ειδος ζώου. Τρασίαι. ὁ τόπος, ενθα τὰ σῦκα ξηραίνεται. παρὰ