377
συνέσφιγξεν· ἐπὶ μὲν γὰρ τῶν σαρκικῶς, ἵν' οὕτω φαίην, συναπτομένων, ὅσον ἂν τὰ κατ' αἴσθησιν αἴτια τῆς ἑνώσεως περιαιρῆται καὶ περικόπτηται, τοσοῦτον καὶ οἱ ἔρωτες αὐτοῖς ψυχραίνονται καὶ μαραίνονται, ἐπὶ δὲ τῶν κατὰ Χριστὸν φιλούντων, τοσοῦτον ὁ πόθος διάπυρος κατὰ ψυχὴν ἐντὸς ἀνακαίεται, ὅσον καὶ τὰ ὑλικὰ καὶ ὁρώμενα κατασβεννύονται ὑπεκκαύματι ὅλου τοῦ φίλτρου καὶ πάσης τῆς διαθέσεως, κενωθέντων ὁλοκλήρως τῶν καρδιακῶν ταμείων ἐντός. Ἀλλὰ τὸν μὲν ἡμέτερον πόθον ἔτι καὶ ἔτι θεὸς πρὸς περιφανεστέραν πυρκαϊὰν ἐξανάψειε. σὺ δὲ καὶ ἀναπαύειν παντοίως καὶ ψυχαγωγεῖν καὶ παραμυθεῖσθαι τὸν δεσπότην ἡμῶν τὸν γλυκύν, τὸν ἡδύν, τὸν χαρίεντα μὴ διαλείπῃς τὸ σύνολον. ἀνάπαυε δὲ μὴ σαρκικοῖς ἢ φυσικοῖς εἴκων θεσμοῖς μηδὲ ὡς ἀδελφὸν καὶ τὰς αὐτὰς ὠδῖνας σοι διαλύσαντα (τοῦτο γὰρ τῶν τυχόντων καὶ τῶν χαμαὶ καὶ πρὸς τὰ γήινα μόνα νενευκότων ἐστίν), ἀλλὰ διὰ τὸν θεὸν αὐτόν, δι' αὐτὸ τὸ καλὸν καὶ ὡς ὁμολογητὴν καὶ μάρτυρα τῆς ἀληθείας καὶ ὡς τῆς εὐσεβείας προασπιστὴν καὶ τῆς πίστεως πρόμαχον. ἡ χάρις τοῦ κρείττονος, κάλλιστε ἀδελφῶν, διαφυλάξειέ σου τὴν θεοφιλίαν κρείττω καὶ ἀνωτέραν πάσης σατανικῆς ἐπηρείας καὶ ἐπιθέσεως. 559 {1Πρός τινας ἁγίους ἐν ἐξορίᾳ ὄντασ}1 Ὅσον ἡμῖν, δέσποτά μου θειότατε, μείζω καὶ ἀλλεπάλληλα τὰ τῶν πειρασμῶν ἀνορθούμενα κύματα φοβερὸν ἐπεισφρήσουσι, τοσοῦτον πρὸς τὰς ἀγρίας ἐμβολὰς τῶν πνευμάτων καὶ ἀντιπνοίας δοκιμωτέρους καὶ σοφωτέρους καὶ πλείονα πεῖραν ἔχειν κατασκευάζουσι· ὅσον αἱ θλίψεις πλεονάζουσι, τοσοῦτον ἡμῖν καὶ ἡ ἀένναος χάρις ἄφθονος ἐπιβλύζει τοῦ πνεύματος. Ὅσῳ τὰ παθήματα περισσεύει ἐν ὑμῖν τοῦ σωτῆρος Χριστοῦ, τοσούτῳ καὶ ἡ παράκλησις, κατὰ τὸν ἀπόστολον φάναι, πλεῖον παρ' ἐκείνου χορηγουμένη προστίθεται. Ὅσον ὁ κατ' αἴσθησιν ἄνθρωπος οὗτος ταῖς ἀνενδότοις κακώσεσιν ὑμῖν διαφθείρεται, τοσοῦτον ὁ ἔνδον ἡμέρᾳ καὶ ἡμέρᾳ ἀνακαινίζεσθαι, φησίν, δύναμιν ἔχει, καθὼς ὁ αὐτὸς ἀπόστολος καὶ πάλιν διδάσκει. Ὅσον ὁ πήλινος οὗτος ἀσθενεῖ ἀνδριάς, τοσοῦτον ἡ ψυχὴ κατὰ τῶν ἀντιμαχομένων νευροῦται καὶ ῥώννυται τῇ συνάρσει καὶ συνεργείᾳ τοῦ πνεύματος. Ὅσον ὑμῖν οἱ ὑπὲρ τοῦ ἀγαθοῦ ἀγῶνες ὑπερεκτείνονται, τοσούτου πλείους παρὰ τῆς στεφοδότιδος τοῦ κρείττονος δεξιᾶς καὶ οἱ στέφανοι πλέκονται. ὅσον ὑμῖν οἱ ἆθλοι καὶ τὰ παλαίσματα ἐπαυξάνονται, τοσοῦτον καὶ τὰ ἔπαθλα καὶ τὰ ἀμάραντα βραβεῖα πληθύνονται. καθ' ὅσον ἐκ τῶν παρόντων ἀγαθῶν διώκεσθε καὶ στενοχωρεῖσθε, κατὰ τοσοῦτον ἄρα πρὸς θεόν, τὸ κυρίως καλόν, ἀνατατικῶς ἀνυψοῦσθε καὶ τοῖς μέλλουσιν ἀγαθοῖς πλησιάζοντες ἐμπληροφορεῖσθε καὶ ἐμπλατύνεσθε. Καθ' ὅσον τὴν ψευδώνυμον καὶ πατουμένην δόξαν καταπατεῖτε καὶ παρ' οὐδὲν ταύτην λογίζεσθε, κατὰ τοσοῦτον πρὸς ἑαυτοὺς τὴν ἀληθινὴν ἐφέλκεσθε καὶ οὐράνιον. Καθ' ὅσον ἡ διὰ τὸν θεὸν πτωχεία καὶ ἡ ἔνδεια τῶν χρησίμων ὑμᾶς κατατρύχουσι καὶ ταπεινοῦσιν, κατὰ τοσοῦτον καὶ οἱ ἐν οὐρανοῖς θησαυροὶ καὶ τὰ μεγάλα καὶ ἀνεννόητα τῶν ἐπηγγελμένων ταμεῖα δοξάσουσι καὶ πλουτίσουσι καὶ κορέσουσι ἄνεσιν καὶ τρυφήν, καὶ ἀπόλαυσιν οὐδ' ὅσην εἰπεῖν ἐμπαρέξουσι. Τοιγαροῦν εὐθυμεῖν ὑμᾶς χρή, γάννυσθαι, χαίρειν, χορεύειν, σκιρτᾶν, ἀγάλλεσθαι, παντοδαπῶς διαχέεσθαι, θεσπέσιε δέσποτα, ὅτι καὶ χαρᾶς καὶ ἀγαλλιάσεως καὶ εὐφροσύνης καὶ θυμηδίας τερψιθύμου τὰ παρόντα τυγχάνουσι διαχύσεως· προξενεῖ γὰρ τὴν οὐράνιον βασιλείαν, τὴν ἄλυπον ζωὴν καὶ ἀπέραντον καὶ τὸ θεοὺς γενέσθαι, τὸ μεῖζον καὶ τὸ κεφάλαιον ἵν' εἴποιμι τῶν τοῦ θεοῦ δωρεῶν, κατὰ χάριν καὶ μέθεξιν. εἰ γὰρ συμπάσχομεν, ὁ ἐν Χριστῷ λαλῶν Παῦλός φησιν, καὶ συνδοξασθῶμεν, εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. τί δὲ ὁ τὰ ἀπόρρητα καὶ οὐράνια μυστήρια βροντήσας Ἰωάννης ὁ πάνυ φησί; νῦν, ἀγαπητοί, τέκνα ἐσμὲν τοῦ θεοῦ, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν δὲ ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. ὀλίγα πάσχομεν νῦν, μεγάλης δὲ δόξης καὶ